(Λουκά 10, 25-37)
Η παραβολή του καλού Σαμαρείτου
– Το μεγάλο βάρος των αμαρτημάτων του ανθρώπου και η ευσπλαγχνία και το έλεος του Θεού μετά την μετάνοιά μας.
– Ακόμα κι αν η μετάνοια δεν είναι αυτοπροαίρετη, αλλά αναγκασμένη και βεβιασμένη (π.χ. από κάποια ασθένεια ή άλλη απειλή) και τότε η μετάνοια ισχύει. Ουδεμία αμαρτία νικά την ευσπλαγχνία του Θεού.
– Απέραντα είναι της ευσπλαγχνίας του Θεού τα όρια. Μια φωνή του ληστή στο σταυρό ήταν αρκετή για να λάβει την συγχώρηση από τον Κύριο.
– Ο Θεός είναι δίκαιος και εύσπλαγχνος. Ενεργεί η ευσπλαγχνία χωρίς να βλάπτεται η δικαιοσύνη Του.
– Πώς ενώ πέφτουμε στα ίδια αμαρτήματα, μπορούμε να ελπίζουμε στου δικαιοτάτου κριτού την συγχώρεση;
– Αυθάδης αυτός που περιμένει να μετανοήσει στο τέλος της ζωής του.
– Πώς συμβιβάζεται η δικαιοσύνη του Θεού με το γεγονός ότι μας συγχωρεί πολλές φορές την ίδια αμαρτία;
– Σε όλα τα παραδείγματα της Αγίας Γραφής θα συναντήσει κανείς την δικαιοσύνη του Θεού συμπεπλεγμένη με την ευσπλαγχνία Του. Ας μην καταχραζόμαστε την ευσπλαγχνία του Θεού γιατί θα βρεθούμε εμπρός στην δικαιοσύνη Του!
– Παράλογος και ισχυρογνώμων αυτός που απελπίζεται.
– Ο ευσεβής φοβάται περισσότερο την ευσπλαγχνία του Θεού παρά την δικαιοσύνη Του, γιατί γνωρίζει ότι αν παροργίσει την δικαιοσύνη καταφεύγει στην ευσπλαγχνία, εάν δε παροργίσει την ευσπλαχνία δεν θα έχει άλλο καταφύγιο!
****
+ Ἀρχιεπισκόπου Ἀστραχᾶν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ὁμιλία μετὰ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς Η΄ Κυριακῆς
Ἡ πρὸς τὸν νομικὸν παραβολὴ ἀπόκρισις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ χρωμάτων τοσοῦτον ἀνθηρῶν καὶ ζώντων ἐζωγράφησε τὴν πρὸς τοὺς ἀνθρώπους εὐσπλαγχνίαν τοῦ Θεοῦ, ὥστε ἐξεδίωξε τὸν διὰ τὴν ἁμαρτίαν θλιβερὸν ἀπελπισμόν, καὶ εἰσήγαγεν εἰς τὴν καρδίαν παντὸς ἀνθρώπου τὴν χαροποιὰν τῆς σωτηρίας ἐλπίδα. Ὅθεν ὁ θεσπέσιος Παῦλος μετὰ παῤῥησίας καὶ χαρᾶς ἐκήρυττεν· «Εἰ γάρ, ἐχθροὶ ὄντες, κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ Αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ Αὐτοῦ»1. Βλέπομεν δὲ ταύτην τοῦ Θεοῦ τὴν εὐσπλαγχνίαν οὐ μόνον εἰς τὸ μυστήριον τῆς ἐνανθρωπίσεως τοῦ μονογενοῦς Υἱοῦ Αὐτοῦ, δι’ ἧς ἀνεκάλεσε πρὸς τὴν αἰώνιον βασιλείαν ὅλον τὸ ἐξ αὐτῆς ἐξορισθὲν ἀνθρώπινον γένος, ἀλλὰ καἰ εἰς πάντα ἄνθρωπον τὸν διὰ τὰς ἁμαρτίας καὶ ἀνομίας ἀπομεμακρυσμένον ἀπ’ αὐτοῦ.
Πλήρης ἐστὶν ἡ παλαιὰ διαθήκη, πλήρης ἡ νέα λόγων καὶ παραδειγμάτων, βεβαιούντων τὴν πρὸς τοὺς ἁμαρτωλοὺς εὐσπλαγχνίαν τοῦ Θεοῦ. Διὰ τοῦ προφητικοῦ κηρύγματος προσεκάλει ὁ πανεύσπλαγχνος πάντας τοὺς ἁμαρτωλοὺς μεγάλῃ τῇ φωνῇ, λέγων, «Τάδε λέγει Κύριος, Κύριος· ἐπιστράφητε, καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν»2· ὥσπερ δὲ λυπούμενος ὑπὲρ τῆς ἀπωλείας αὐτῶν, ἔλεγεν· «Οὑ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς, ὡς ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὀδοῦ αὐτοῦ, καὶ ζῆν αὐτόν· ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὀδοῦ ὑμῶν· καὶ ἵνα τὶ ἀποθνήσκετε, οἶκος Ἱσραήλ»3; ἵνα δὲ ἐμβάλῃ θάῤῥος εἰς τὴν καρδίαν τῶν ἁμαρτωλῶν, καὶ προτρέψῃ αὐτοὺς εἰς μετάνοιαν, ὑπόσχεται νὰ ἐπιστρέψῃ πάλιν καὶ αὐτὸς πρὸς αὐτούς· «Ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων»4. Ἵνα δὲ μή τις, στοχαζόμενος τὸ πολυχρόνιον καὶ δυσκάθαρτον τῶν ἁμαρτημάτων αὐτοῦ, διστάζῃ περὶ τῆς καθάρσεως καὶ ἀφέσεως αὐτῶν», ἐπρόβαλε τὸ παράδειγμα τοῦ ἐρυθροῦ καὶ τοῦ κοκκίνου χρώματος, τὸ ὁποῖον δυσκολώτατα μεταβάλλεται εἰς τὸ λευκὸν χρῶμα τῆς χιόνος, καὶ εἰς τὸ τῶν τριχῶν τοῦ προβάτου, καὶ εἶπε· «Δεῦτε διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ»5.
Βλέπομεν δὲ τὰς περὶ τῆς εὐσπλαγχνίας ὑποσχέσεις τοῦ Θεοῦ ἐξ ὁλοκλήρου πεπληρωμένας εἰς τὴν συγχώρησιν τῶν ἁμαρτιῶν. Μέγα καὶ φρικῶδες τῆς μοιχείας τὸ ἁμάρτημα· τοῦτο καὶ οἱ ἐθνικοὶ ἀσύγγνωστον λογιζόμενοι, αὐστηρῶς τοὺς εἰς αὐτὸ πεσόντας ἐπαίδευον· μαρτυρεῖ τοῦτο εἷς τῶν νόμων, τῶν ἐν τοῖς δώδεκα πίναξι τῶν Ῥωμαίων, καὶ αὐτὸς ὁ λεγόμενος τῆς Ἰουλίας νόμος. Οἱ Αἰγύπτιοι τῆς μὲν μοιχαλίδος ἔκοπτον τὴν ῥῖνα, τὸν δὲ μοιχὸν ἐῤῥάβδιζον, χιλίας πληγὰς ἐπιθέντες. Οἱ Λοκροὶ τοὺς μοιχευομένους ἐξετύφλουν, οἱ δὲ Κροτωνιᾶται κατέκαιον6. Αὐτὸ τὸ ἁμάρτημα ἐμβάζει εἰς τὸν οἶκον ξένον κληρονόμον· αὐτὸ χωρίζει, οὕς ὁ Θεὸς συνέζευξεν, ἤγουν τὸν ἄνδρα ἀπὸ τῆς γυναικὸς αὐτοῦ· αὐτὸ πολλάκις ἐξήλειψεν ὁλοκλήρους οἰκίας, καὶ ἐξήγειρε φθοροποιοὺς πολέμους εἰς ὁλόκληρα γένη· δι’αὐτὸ ἐδιώρισεν ὁ Θεὸς κατάραν ἰδιάζουσαν καὶ φρικτήν· «Καὶ λήψονται», λέγει ὁ Θεός, «ἀπ’ αὐτῶν», ἥγουν ἀπὸ τοῦ Ἀχαὰβ καὶ ἀπὸ τοῦ Σεδεκίου, παράδειγμα κατάρας ἐπὶ τοὺς μοιχούς, λέγοντες, «Ποιῆσαί σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ ὡς Ἀχαάβ, οὕς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί»7. Τοῦτο τὸ ἁμάρτημα τὸ τοσοῦτον παρόργιζον τὸν Θεὸν κατ’ ἐκείνου, ὅστις ἔχει μίαν μόνην γυναῖκα, πολλῷ μᾶλλον παρώργισεν αὐτὸν κατὰ τοῦ Δαβίδ, ὅστις εἶχε πολλὰς γυναῖκας καὶ παλλακίδας.
Διὰ τὸν φόνον «βοᾷ τῆς γῆς ἡ φωνὴ τοῦ ἐκχυθέντος αἵματος»8· κατὰ τοῦ φονέως ὀργισθεὶς ὁ Θεός, κατηράσατο αὐτόν, «Ἐπικατάρατος σύ»9· τὸν φονέα ἐτιμώρησε δι’ ἀναστεναγμοῦ καὶ τρόμου· «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς»9· τὸν φονέα ἐσημείωσε· «Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν»10. Ὁ φόνος, ὅν ἐποίησεν ὁ Δαβίδ, οὐκ ἦν φόνος ἀπρομελέτητος, ἀλλὰ φόνος προμελετημένος καὶ προκατασκευασμένος· οὐκ ἦν φόνος γεγενημένος ἐκ τῆς σκοτομῄνης τοῦ θυμοῦ, ἤ ἐκ τῆς αἰφνιδίου συναρπαγῆς τοῦ φθόνου, ἀλλὰ φόνος, υἱὸς τῆς σαρκικῆς ἐπιθυμίας καὶ τοῦ πόθου τῆς ἀρπαγῆς τῆς ξένης γυναικός· αὐτὸς ἐφόνευσεν ἄνθρωπον οὐχὶ ἐχθρόν, ἀλλὰ φίλον, οὐχὶ ὕποπτον, ἀλλὰ πιστὸν τῆς βασιλείας δοῦλον, οὐ πονηρὸν καὶ διεστραμμένον, ἀλλ’ ἀγαθὸν καὶ τὸν Θεὸν φοβούμενον11. Ὁ φόνος, ὅν ἐποίησεν ὁ Δαβίδ οὐκ ἦν φόνος ἑνὸς μόνου ἀνθρώπου, ἀλλὰ φόνος πολλῶν ἐκ τοῦ λαοῦ, ὅσοι κατὰ τὴν προσταγὴν αὐτοῦ ἐτάχθησαν μετὰ τοῦ Οὐρίου «ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ»12. Αὖται αἱ περιστάσεις ἐβάρυναν ταῦτα τὰ δύο ἁμαρτήματα, τὰ καὶ καθ’ αὐτὰ μεγάλα καὶ βαρύτατα· ἐβάρυνε δὲ ταῦτα ἔτι περισσότερον αὐτὸ τοῦ Δαβὶδ τὸ πρόσωπον.
Ὁ Δαβὶδ βασιλεύς· ὁ δὲ βασιλεύς ἐστι τὸ παράδειγμα παντὸς τοῦ λαοῦ αὐτοῦ· ὁ δὲ Δαβίδ, ἐπειδὴ τὸν νόμον τοῦ Θεοῦ εἶχε μελέτημα13, ἐγνώριζεν ὑπὲρ πάντα ἄνθρωπον τούτων τῶν ἁμαρτιῶν τὸ βάρος· Ὁ Δαβίδ, κατ’ ἐξοχὴν εὐηργετημένος ὑπὸ Θεοῦ, διότι ὁ Θεὸς ἐξελέξατο αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, καὶ ἐφύλαξεν αὐτὸν ἐκ τῆς κραταιᾶς τοῦ Σαοὺλ καταδρομῆς, καὶ ἀνεβίβασεν αὐτὸν εἰς τὸν θρόνον τῆς βασιλείας τοῦ Ἱσραήλ· ὁ Δαβίδ, χάριτος Θεοῦ πεπληρωμένος, ἥτις καὶ ἐφώτιζε καὶ ἐνίσχυεν αὐτὸν κατὰ πάσης ἁμαρτίας· καὶ ὅμως ὁ τοσοῦτος καὶ τοιοῦτος ἄνθρωπος, μηδὲν στοχασθεὶς τὸ σκάνδαλον, σβύσας τὸ φῶς τῆς γνώσεως αὐτοῦ, παραβλέψας τὰς εὐεργεσίας τοῦ Θεοῦ, ἔπραξε ταῦτα τὰ δὺο φρικώδη ἁμαρτήματα, συνωδευμένα μετὰ ἀνόμων περιστάσεων.
Ἀλλὰ ὁ Δαβίδ, ὑπὸ τοῦ προφήτου Νάθαν νουθετηθείς, μετανοεῖ καὶ βοᾷ τὸ ἥμαρτον· «Καὶ εἶπε Δαβὶδ τῷ Νάθαν· ἡμάρτηκα τῷ Κυρίῳ»14. Βλέπε νῦν τὴν ἄπειρον εὐσπλαγχνίαν τοῦ Θεοῦ ἐνεργουμένην, βλέπε τὸ ἀμέτρητον αὐτοῦ ἔλεος, βλέπε πῶς οὐδεμία ἁμαρτία νικᾷ τὴν εὐσπλαγχνίαν αὐτοῦ· «Καὶ εἶπε Νάθαν πρὸς Δαβίδ, Καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς».
Ἐὰν δὲ στοχασθῇς τὸ πλῆθος καὶ τὸ βάρος τῶν ἁμαρτημάτων τοῦ Μανασσῆ, καὶ τὸ πότε αὐτὸς εἰς ἑαυτὸν ἐπιστρέψας μετενόησε, καὶ ποίας συγχωρήσεως ἔτυχε, τότε βλέπεις φανερά, ὅτι ἀπέραντά εἰσι τῆς εὐσπλαγχνίας τοῦ Θεοῦ τὰ ὅρια. Ἄρνησις τοῦ ἀληθινοῦ Θεοῦ, καὶ ἀθέτησις τῶν τοῦ νόμου διαταγμάτων· οἰκοδομαὶ εἰδωλικῶν θυσιαστηρίων εἰς πάντα τόπον ὑψηλόν, καὶ εἰς τὸν οἶκον τοῦ Κυρίου, καὶ εἰς τὰς δύο αὐλὰς τοῦ οἴκου Κυρίου15· ἀναστήλωσις γλυπτοῦ εἰδώλου εἰς αὐτὸν τὸν οἶκον τοῦ Θεοῦ· προσκύνησις καὶ λατρεία πάσης τῆς δυνάμεως τοῦ οὐρανοῦ, ἤγουν πάντων τῶν ἀστέρων· διάβασις τῶν τέκνων διὰ μέσου τοῦ πυρός, καὶ κλυδωνισμοί, καὶ οἰωνισμοί, καὶ μαγεῖαι, καὶ μαντεῖαι, καὶ πάντα τῶν εἰδωλολατρῶν βδελύγματα16· πλάνησις εἰδωλολατρείας εἰς τὴν ὀρθόδοξον φυλὴν τοῦ Ἰούδα· σφαγὴ τῶν θεοφοβουμένων, τῶν μὴ θελησάντων εἰδωλολατρεῦσαι, καὶ σφαγὴ τοσαύτη, ὥστε ἐπληρώθη ἡ Ἱερουσαλὴμ «Στόμα εἰς στόμα»17. Ταῦτά εἰσιν ἐξαίσια καὶ μέγιστα ἁμαρτήματα· ταῦτα δὲ πάντα ἔπραξεν ὁ Μανασσῆς. Ὁ Θεὸς ἐλάλησε καὶ ἐκάλεσεν αὐτὸν εἰς μετάνοιαν, καὶ ἐφοβέρισεν αὐτὸν διὰ τῶν ἁγίων προφητῶν· πλὴν αὐτὸς οὐχ ὑπήκουσεν ὁλοτελῶς, ἀλλ’ ἔμεινεν ἀδιόρθωτος καὶ ἀμετανόητος. Ἕρχονται εἰς τὴν Ἱερουσαλὴμ οἱ ἄρχοντες «Τοῦ βασιλέως Ἀσσούρ»18, καὶ δεσμεύσαντες τὸν Μανασσῆν ἀλύσεσι, φέρουσιν αὐτὸν εἰς τὴν Βαβυλῶνα αἰχμάλωτον καὶ δέσμιον. Εἰς τοιαύτας περιστάσεις ἡ μετάνοια οὐκ ἔστιν αὐτοπροαίρετος, ἀλλ’ ἠναγκασμένη καὶ βεβιασμένη· τότε καὶ ὁ σκληροκαρδιώτατος κάμπτεται, καὶ μνημονεύει τοῦ Θεοῦ· τότε δὲ μόνον ὁ Μανασσῆς, ὑπὸ τῶν ἐλεεινῶν περιστάσεων ἀναγκαζόμενος, «Ἐζήτησε τὸ πρόσωπον Θεοῦ τοῦ Κυρίου αὐτοῦ»19· ἰσχύει ὅμως καὶ ἡ τοιαύτη μετάνοια· οὐκ ἐδυνήθησαν τὰ πολλὰ καὶ θεοστυγῆ αὐτοῦ ἁμαρτήματα νικῆσαι τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ· «Ἀλλ’ ἐπήκουσε», λέγει, «ὁ Θεὸς αὐτοῦ, καὶ ἐπήκουσε τῆς βοῆς αὐτοῦ»20· οὐ μόνον δὲ τὰς ἁμαρτίας αὐτοῦ ἐσυγχώρησεν ὁ Θεός, ἀλλὰ καὶ «Ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ»· ὦ ἄβυσσος εὐσπλαγχνίας Θεοῦ!
Ἐὰν δὲ ἀνοίξω τὸ ἱερὸν Εὐαγγέλιον, βλέπω ἐκεῖ τὸν ποιμένα, τρέχοντα ἐπάνω εἰς τὰ ὄρη, καὶ ζητοῦντα τὸ πρόβατον τὸ ἀπολωλός21· βλέπω τὸν μὲν δοῦλον τὸν κατάχρεων ζητοῦντα μακροθυμίαν διὰ τὴν ἀπόδοσιν τοῦ χρέους, τὸν δὲ βασιλέα καὶ δεσπότην οὐ μόνον μακροθυμοῦντα, ἀλλὰ καὶ δωροῦμενον αὐτῷ πάντα, ὅσα ἐχρεώστει· βλέπω τὸν μὲν ἄσωτον υἱὸν καταφαγόντα τὸν βίον αὐτοῦ μετὰ πορνῶν, καὶ καταδαπανήσαντα πᾶσαν τὴν περιουσίαν αὐτοῦ ἐν ταῖς ἀσωτείαις, ἔπειτα εἰς ἑαυτὸν ἐλθόντα καὶ μετανοήσαντα, τὸν δὲ πανεύσπλαγχνον αὐτοῦ πατέρα ἰδόντα αὐτὸν μακρόθεν, καὶ μετὰ σπουδῆς συναντήσαντα, καὶ πεσόντα εἰς τὸν τράχηλον αὐτοῦ, καὶ ἐναγκαλίσαντα αὐτόν, καὶ ἐνδύσαντα τὴν στολὴν τὴν πρώτην, καὶ θέντα δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ σφάξαντα τὸν μόσχον τὸν σιτευτόν, καὶ ἑτοιμάσαντα τράπεζαν, καὶ εὐφρανθέντα, καθότι ὁ υἱὸς αὐτοῦ, «νεκρὸς ἦν, καὶ εὑρέθη»22. Τὶ ἄλλο δὲ σημαίνουσι ταῦτα εἰμὴ τὴν πρὸς τοὺς ἁμαρτωλοὺς ἀνεκδιήγητον τοῦ Θεοῦ εὐσπλαγχνίαν; Καὶ ταῦτα μὲν ἐλάλησεν ὁ Κύριος ἡμῶν παραβολικῶς· σὺ δὲ βλέπε καὶ ὅσα ἐγράφησαν εἰς τὸ Εὐαγγέλιον Αὐτοῦ ἱστορικῶς.
Ἴδε ἐκεῖ. Ὁ Ζακχαῖος συκοφαντεῖ, ἀδικεῖ, ἀρπάζει, ἀλλ’ ἀναβαίνει εἰς τὴν συκομωρέαν, ἵνα ἴδῃ τὸν ἐκεῖθεν διερχόμενον Ἰησοῦν23· ὁ δὲ Ἰησοῦς εὐθὺς καλεῖ αὐτὸν κατ’ ὄνομα, «Ζακχαῖε», λέγει, «σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι»24· ἔπειτα εἰσελθὼν εἰς τὸν οἶκον αὐτοῦ, συγχωρεῖ πάσας τὰς ἁμαρτίας αὐτοῦ, καὶ εὐαγγελίζει αὐτῷ τῆς ψυχῆς αὐτοῦ τὴν σωτηρίαν, «Σήμερον», λέγει, «σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο»25· Ἡ πόρνη, μετὰ τὰς πολλὰς ἁμαρτίας, πλύνει τοὺς πόδας τοῦ Ἰησοῦ τοῖς δάκρυσι, καὶ σπογγίζει αὐτοὺς ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς, καὶ ἀλείφει αὐτοὺς τῷ μύρῳ· ὁ δὲ Ἰησοῦς συγχωρεῖ εὐθὺς τὸ πλῆθος τῶν ἁμαρτιῶν αὐτῆς· «Ἀφέωνται», λέγει εἰς τὸν Σίμωνα, «αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί»26. Ὁ Πέτρος κλαίει πικρῶς διὰ τὴν μεθ’ ὅρκου ἄρνησιν, ὁ δὲ Ἰησοῦς ἀναβιβάζει αὐτὸν πάλιν εἰς τὸ ἀποστολικὸν ἀξίωμα27. Ὁ τελώνης στενάζει, καὶ τύπτει τὸ στῆθος αὐτοῦ ἔμπροσθεν τοῦ ἱεροῦ, καταβαίνει δὲ ἐκ τοῦ ἱεροῦ δεδικαιωμένος. Ὁ ληστὴς μίαν φωνὴν ἐξεβόησεν ἐν τῷ σταυρῷ κρεμάμενος, «Μνήσθητί μου, Κύριε», εἶπεν, «ὅταν ἔλθῃς ἐν τῇ βασιλεία Σου»28, καὶ ἤκουσεν εὐθὺς τὸ «Ἀμὴν λέγω σοι, σήμερον ἔσῃ μετ’ ἐμοῦ ἐν τῷ παραδείσῳ». Μία φωνὴ ἑνὸς ἁμαρτωλοῦ ἀνοίγει τὸν διὰ τὰς ἁμαρτίας αὐτοῦ κεκλειμένον παράδεισον.
Τὶς δὲ δύναται νὰ ἀπαριθμήσῃ πάντα τὰ παραδείγματα τῆς εὐσπλαγχνίας τοῦ Θεοῦ, ὅσα περιέχουσιν αἱ θεῖαι γραφαί; Αὐτὰ εὐδοκίᾳ Θεοῦ ἐγράφησαν εἰς τὰς θείας γραφὰς πρὸς σωτηρίαν τῶν ἀνθρώπων· ὅμως οἱ ἄνθρωποι, μεριζόμενοι εἰς δύο κόμματα, μετέρχονται αὐτὰ εἰς ἀπώλειαν τῆς ψυχῆς αὐτῶν· οἱ μέν, ἀκούοντες τὰ ἄμετρα παραδείγματα τῆς πρὸς τοὺς ἁμαρτωλοὺς ἀπείρου εὐσπλαγχνίας τοῦ Θεοῦ, λύουσι τῆς ἁμαρτίας τὸ χαλινόν, καὶ πράττουσι πᾶσαν ἁμαρτίαν ἀφόβως· ὁ Θεός, λέγουσιν, ἐστὶν εὔσπλαγχνος, οὐδεμία ἁμαρτία νικᾷ τὴν εὐσπλαγχνίαν Αὐτοῦ· λοιπὸν εἰς τὴν ὥραν τοῦ θανάτου βοῶμεν καὶ ἡμεῖς, ὥσπερ ὁ λῃστής, τὸ «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ Σου»· Αυτὸς δέ, ὡς ἀπειροεύσπλαγχνος, συγχωρεῖ τὰς ἁμαρτίας ἡμῶν, λέγει δὲ καὶ εἰς ἡμᾶς τὴν συμπαθεστάτην αὐτοῦ φωνὴν «Ἁμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». Οἱ δέ, μὴ δυνάμενοι κατανοῆσαι πῶς ὁ Θεός ἐστι δίκαιος ἅμα καὶ εὔσπλαγχνος, καὶ πῶς ἐνεργεῖ ἡ εὐσπλαγχνία, καὶ οὐδὲν βλάπτεται ἡ δικαιοσύνη, βλέποντες δὲ καὶ τὰ φοβερὰ τῶν ἁμαρτωλῶν παιδευτήρια, καὶ στοχαζόμενοι τὸ πλῆθος τῶν ἁμαρτιῶν αὐτῶν, ἀπελπίζονται παντελῶς· Πῶς ἄν (λέγει ὁ αἱρετικὸς Ναυάτος, ὁ τὴν μετάνοιαν ἀρνούμενος, καὶ ὁ μαθητὴς αὐτοῦ ὁ ἀπελπιζόμενος·) πῶς ἄν ὁ Θεὸς συγχωρήσῃ τὰ ἁμαρτήματα τῆς νεότητός σου, ἀσελγείας, ὑπερηφανείας, φιλοδοξίας; φθόνους, ψεύδη, κατακρίσεις καὶ τὰ λοιπά; ἐὰν ἔπαυον, κἄν ἐξότου κατήντησα εἰς τὴν ἀνδρικὴν ἡλικίαν, ἐὰν ἔπαυον κἄν εἰς τὸ γῆράς μου· ἀλλ’ ἐγὼ καθ’ ἑκάστην ἡμέραν ἐπανακυλίομαι εἰς τὰ αὐτὰ ἁμαρτήματα, μᾶλλον δὲ καὶ προστίθημι ἄλλα νέα καὶ βαρύτερα· ποσάκις ἀπεφάσισα, ἵνα ἀφήσω τὴν κατακυριεύουσάν μου ἁμαρτίαν; ποσάκις ὑπεσχέθην τῷ Θεῷ τὴν τελείαν ἀποχὴν τῶν ἁμαρτημάτων μου, εἴτα ἐψεύσθην ἐνώπιον αὐτοῦ, ἀντὶ δὲ τῆς ἀποχῆς ἔπεσα εἰς τὰ αὐτά, ἔτι δὲ καὶ εἰς χείρονα καὶ βαρύτερα ἀνομήματα; πῶς λοιπὸν νὰ ἐλπίσω τοῦ δικαιοτάτου κριτοῦ τὴν συγχώρησιν;
Αὐθάδειαν ὑπερβολικὴν βλέπω εἰς τοὺς πρώτους, ἀπελπισμὸν τέλειον εἰς τοὺς δευτέρους· ταῦτα δέ εἰσι δύο ἅκρα κακά· καὶ ὁ αὐθάδης κατακρίνεται, καὶ ὁ ἀπηλπισμένος κολάζεται. Αὐθάδη σύ, ὅστις, κακῶς μετερχόμενος τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ, περιμένεις τὴν ὥραν τοῦ θανάτου σου, ἵνα μετανοήσῃ, ὡς ὁ ληστὴς ἐν τῷ σταυρῷ, καὶ λάβῃς, ὡς αὐτός, τὸν παράδεισον· ἐὰν μὲν ἀποδείξῃς, ὅτι καὶ ὁ ληστὴς ἐπραγματεύετο τὴν σωτηρίαν τῆς ψυχῆς αὐτοῦ, καὶ περιέμενε τὴν ὥραν τοῦ θανάτου, καθὼς σύ, ἵνα μετανοήσῃ, καλῶς ἔχει, τρέχε τῆς ἀπωλείας σου τὸν δρόμον· ἀλλ’ ἐπειδὴ τοῦτο οὐδεμίαν ἔχει ἀπόδειξιν, σὺ δὲ πραγματευόμενος τὴν σωτηρίαν σου, παροργίζεις τὸν Θεόν, φανερόν ἐστιν, ὅτι πλανᾶσαι, καὶ μένεις ἀσυγχώρητος. Ἐὰν ἔχῃς ἀναμφίβολον βεβαιότητα, ὅτι δύνασαι εἰς τὴν ὥραν τοῦ θανάτου σου νὰ μετανοήσῃς, ὡς ὁ καλὸς λῃστής, καὶ νὰ ἐκβοήσῃς, ὡς αὐτός, μετὰ τῆς αὐτῆς κατανύξεως καὶ συντριβῆς τῆς καρδίας σου τὸ «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», καλῶς ἔχει, τρέχε τῆς ἀπωλείας σου τὸν δρόμον· πλὴν στῆθι, καὶ ἄκουσόν μου· διὰ τὶ προσήλωσας τὰ ὅμματά σου εἰς μόνον τὸν καλὸν λῃστήν; στρέψον αὐτὰ εἰς τὸ ἄλλο μέρος, καὶ ἴδε καὶ τὸν πονηρὸν λῃστήν, καὶ ἄκουσον πῶς ἀποθνήσκει, ἔχων τὰς βλασφημίας εἰς τὸ στόμα· διὰ τὶ ἐλπίζεις, ὅτι ἀποθνήσκεις, ὡς ὁ καλὸς λῃστής, κραυγάζων τῆς μετανοίας τὴν φωνήν, καὶ οὐ φοβεῖσαι μὴ τύχῃ καὶ ἀποθάνῃς, ὡς ὁ κακὸς λῃστής, βοῶν τῆς βλασφημίας τὰ λόγια; ἔστω, ὅτι καὶ τὰ δύο εἰσὶν ἐπίσης ἐνδεχόμενα· ἀλλ’ ἐπάνω εἰς τὸ ἐνδεχόμενον κρεμᾷς τὴν αἰώνιον σωτηρίαν τῆς ψυχῆς σου; γίνωσκε ὅμως, ὅτι τὸ δεύτερόν ἐστι πλέον ἐνδεχόμενον τοῦ πρώτου· διότι ὁ προφήτης τοῦ Θεοῦ μεγαλοφώνως κραυγάζει, λέγων «Θάνατος ἁμαρτωλῶν πονηρός»29· διὰ τοῦτο ἐπίστρεψαι πρὸς τὸν Θεόν, καὶ μετανόησον, ἕως οὗ ἔχεις καιρόν, καὶ μὴ περιμένῃς τὴν ὥραν τοῦ θανάτου, «ἐν ᾗ ἀπολοῦνται πάντες οἱ διαλογισμοί σου»30.
Ὅσοι δὲ ἀπελπίζετε τὴν σωτηρίαν τῆς ψυχῆς ὑμῶν, στοχαζόμενοι τὸ πλῆθος τῶν ἀνομιῶν ὑμῶν, καὶ τὰ εἰς τὴν αὐτὴν ἁμαρτίαν πολλὰ καὶ πολυχρόνια ἐπανακυλίσματα, ἀκούσατε τὶ κράζει ὁ παντοκράτωρ· «Δεῦτε», λέγει, «πρός με πάντες»31. Ἀκούετε πῶς οὐδένα ἐξαιρεῖ, κἄν μεγάλας, κἄν πολλάς, κἄν πολυχρονίους ἔχῃ ἁμαρτίας; Πάντες, λέγει, μηδενὸς ἐξαιρουμένου· «Δεῦτε πρός με πάντες»· πάντας κράζει ἀδιαφόρως· ἀλλὰ ποίους πάντας; τοὺς κοπιῶντας καὶ δουλεύοντας τῇ ἁμαρτίᾳ, καὶ τοὺς πεφορτισμένους τὰ θανατηφόρα ἁμαρτήματα. «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι». Διὰ τὶ δὲ κράζει τοὺς τοιούτους; ἵνα συγχωρήσῃ τὰς ἁμαρτίας αὐτῶν, καὶ ἀναπαύσῃ αὐτοὺς εἰς τὴν αἰώνιον ἀνάπαυσιν· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ὑμᾶς». Ἀλλ’ ἠκούσαμεν, λέγετε, ταύτην τὴν φιλανθρωποτάτην αὐτοῦ φωνήν, καὶ ἤλθομεν πολλάκις πρὸς αὐτόν, καὶ πολλάκις ὑπεσχέθημεν τὴν διόρθωσιν· καὶ αὐτὸς μέν, ὡς πανοικτίρμων, ἐσυγχώρησε τὰς ἁμαρτίας ἡμῶν, ἡμεῖς δὲ πάλιν, ὡς παγκάκιστοι καὶ συνειθισμένοι εἰς τὰς ἁμαρτίας, ἐπράξαμεν τὰ αὐτὰ καὶ ἔτι χείρονα· ποσάκις νὰ ἐλπίζωμεν, ὅτι, μὴ φυλάξαντες τὴν ὑπόσχεσιν, μηδὲ διορθωθέντες, ἀλλὰ ψευσθέντες ἐνώπιον Αὑτοῦ, λαμβάνομεν πάλιν τὴν συγχώρησιν; Τοῦτο τὸ ζήτημα προέβαλεν εἰς τὸν Ἰησοῦν Χριστὸν ὁ Πέτρος τοιουτοτρόπως· «Κύριε», εἶπε, «ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις»32; ὡς φαίνεται, ὁ Πέτρος ἐνόμιζεν, ὅτι ὁ ὅρος τῆς συγχωρήσεως προάγεται ἕως τοῦ ἑπτά, καὶ περαιτέρω οὐ προβαίνει. Ἀκούσατε δὲ ποῖον ὅρον συγχωρήσεως ἁμαρτιῶν ἐδιώρισεν ὁ ἀπειοεύσπλαγχνος Ἰησοῦς· «Λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά»33· τὸ δὲ ἕως ἑβδομηκοντάκις ἑπτὰ σημαίνει ἀριθμὸν ἀόριστον καὶ ἀπέραντον, καθὼς καὶ τὸ μυριάκις σημαίνει ἀορίστως τὸ πολλάκις34. Φανερὸν δὲ τοῦτο ἐκ τῆς παραβολῆς τοῦ βασιλέως, ὅστις ἐχάρισε τῷ δούλῳ αὐτοῦ τὸ χρέος τῶν μυρίων ταλάντων· διότι, εἰπὼν ὁ Ἰησοῦς Χριστὸς τὸ «ἕως ἑβδομηκοντάκις ἑπτά»35, ἐπήγαγεν εὐθὺς τὴν παραβολήν, διὰ τῆς ὁποίας ἐξήγησε τὴν σημασίαν τοῦ ἑβδομηκοντάκις ἑπτά, λέγων, «Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ ὀφειλέτης μυρίων ταλάντων· σπλαγχνισθεὶς δὲ ὁ Κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ».
Ἀλλὰ πῶς συμβάζονται, λέγεις, ταῦτα μετὰ τῆς δικαιοσύνης τοῦ Θεοῦ; Ἀληθῶς ἡμεῖς οὐ κατανοοῦμεν τὸ πῶς ἐπειδὴ οἱ διαλογισμοὶ καὶ τὰ διανοήματα καὶ τὰ ἔργα ἡμῶν διαφέρουσιν ἀπὸ τῆς βουλῆς καὶ τῶν διανοημάτων καὶ τῶν ἔργων τοῦ Θεοῦ, ὅσον ὁ οὐρανὸς ἀπὸ τῆς γῆς· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ἡμῶν, οὐδέ, ὥσπερ αἱ ὀδοὶ ὑμῶν, αἱ ὀδοί μου, λέγει Κύριος· ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὀδός μου ἀπὸ τῶν ὀδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου»36. Κἄν οὖν ἡμεῖς οὐ κατανοῶμεν τὸ πῶς, συμβιβάζεται ὅμως ἡ θεία δικαιοσύνη μετὰ τῆς θείας εὐσπλαγχνίας, καὶ συνέρχονται ἐπὶ τὸ αὐτό, καθὼς ψάλλει ὁ προφητάναξ, λέγων, «Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν»37. Καὶ τὸ μὲν πῶς συμβιβάζονται ἡμεῖς ἀγνοοῦμεν, τοῦ δὲ συμβιβασμοῦ τὰ ἀποτελέσματα καθαρῶς βλέπομεν.
Διὰ τὰς ἁμαρτίας τῶν ἀνθρώπων ἀπεφάσισεν ὁ Θεὸς τὸν καταποντισμὸν τοῦ ἀνθρωπίνου γένους· «Καὶ εἶπεν ὁ Θεός, ἀπαλείψω τὸν ἄνθρωπον, ὅν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς»38· τοῦτό ἐστιν ἔργον τῆς θείας δικαιοσύνης· ταύτην δὲ τὴν ἀπόφασιν κοινολογεῖ ὁ Θεὸς εἰς τὸν Νῶε· «Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε, καιρὸς παντὸς ἀνθρώπου ἤκει ἐναντίον μου· ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν»39· τοῦτό ἐστιν ἔργον τῆς θείας εὐσπλαγχνίας· δημοσιεύει τὴν ἀπόφασιν τῆς τιμωρίας, ἵνα φέρῃ εἰς μετάνοιαν, καὶ ἀπαλλάξῃ τῆς συμφορᾶς· ἰδοὺ τοῦ συμβιβασμοῦ τὰ ἀποτελέσματα· βλέπεις πῶς «Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν»; ἀποφασίζει ὁ Θεὸς τὴν καταστροφὴν τῶν Σοδόμων· τοῦτό ἐστιν ἔργον τῆς δικαιοσύνης Αὐτοῦ· ἀλλ’ οὐ κρύπτει ταύτην τὴν ἀπόφασιν· «Ὁ δὲ Κύριος», εἶπε, «μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου, ἅ ἐγὼ ποιῶ»40; ἀλλὰ φανεροῖ αὐτὴν εἰς τὸν Ἁβραάμ, καὶ συμφωνολογεῖ μετ’ αὐτοῦ, καὶ ὑπόσχεται, ὅτι, ἐὰν εὕρῃ εἰς τὰ Σόδομα δέκα δικαίους, οὐκ ἀπολέσει αὐτὰ δι’ ἐκείνους τοὺς δέκα ἀνθρώπους41· «Καὶ εἶπεν, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα»· τοῦτο ἐστιν ἔργον τῆς θείας εὐσπλαγχνίας· ἰδοὺ οὖν ὁ λόγος τοῦ προφήτου· «Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν». Ἀποφασίζει ὁ Θεὸς τῆς Νινευΐ τὸν ἀφανισμόν· τοῦτο ἔργον ἐστὶ τῆς θείας δικαιοσύνης· ἀλλὰ πέμπει τὸν Ἰωνᾶν, ἵνα κηρύξῃ ἐκεῖ τὸ «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευΐ καταστραφήσεται»42· τοῦτο ἐστιν ἔργον τῆς εὐσπλαγχνίας Αὐτοῦ· διότι οἱ μὲν Νινευΐται, ἀκούσαντες τοῦτο τὸ κήρυγμα, μετενόησαν· ὁ δὲ Θεὸς τὴν Νινευΐ διεφύλαξε, καὶ τὸν Ἰωνᾶν, ὡς λυπηθέντα διὰ τοῦτο λύπην μεγάλην, ἐξήλεγξε, καὶ εἶπε· «Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ’ αὐτήν, καὶ οὐδὲ ἐξέθρεψας αὐτήν, ἥ ἐγεννήθη ὑπὸ νύκτα, καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευΐ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἤ δώδεκα μυριάδες ἀνθρώπων»43; ἰδοὺ οὗν ὁ προφητικὸς λόγος· «Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν». Ἒὰν ἐξετάσῃς καὶ τ’ ἄλλα παραδείγματα, ὅσα εἰσὶν ἔργα τῆς δικαιοσύνης τοῦ Θεοῦ, τοῦτο αὐτὸ βλέπεις, τουτέστι τὴν δικαιοσύνην τοῦ Θεοῦ συνερχομένην μετὰ τῆς εὐσπλαγχνίας Αὑτοῦ καὶ συμπεπλεγμένην.
Βλέπε δὲ καὶ τὴν τάξιν καὶ τὴν πρόοδον τῆς δικαιοσύνης καὶ τῆς εὐσπλαγχνίας τοῦ Θεοῦ· ὅταν οὐκ ἐπιστρέφωμεν ἀπὸ τῆς ἁμαρτίας, τότε ἡ δικαιοσύνη αὐτοῦ ἀκονᾷ ῥομφαίαν, καὶ ἐντείνει τόξον, καὶ ἐν αὐτῷ βάλλει τὰ σκεύη τοῦ θανάτου44· «Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἠτοίμασεν αὐτό, καὶ ἐν αὐτῷ ἠτοίμασε σκεύη θανάτου· ἔπειτα, ἐπειδὴ κατακαυχᾶται ἔλεος κρίσεως»45, δίδωσιν ἡ εὐσπλαγχνία Αὐτοῦ σημεῖα, ἵνα ταῦτα βλέποντες, μετανοήσωμεν, καὶ οὕτω φύγωμεν τὴν τιμωρίαν· τοῦτο δὲ σημαίνει ὁ προφήτης Δαβίδ, λέγων, «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου»46· σημείωσις δέ ἐστιν ὁ ἔλεγχος τῆς συνειδήσεως, ἡ ἐπερχομένη ἀσθένεια, ἡ προτροπὴ τοῦ λόγου τοῦ Θεοῦ, τοῦ πολλάκις εἰσερχομένου ἄχρι τῆς καρδίας ἡμῶν. Ὅστις φοβεῖται τὸν Θεόν, καὶ προσέχει, ἐκεῖνος βλέπει τὸ σημεῖον, καὶ τρέχων εἰς τὴν μετάνοιαν, φεύγει ἀπὸ προσώπου τοῦ τόξου, ἤγουν ἀπὸ τῆς δικαίας τιμωρίας, καὶ σώζεται, καθὼς ἐσώθησαν ἀπὸ τῆς πληγῆς τῆς χαλάζης τὰ κτήνη ἐκείνων, οἵτινες ἐπίστευσαν εἰς τὸν λόγον τοῦ Μωϋσέως47. Ὅστις δὲ οὐ φοβεῖται τὸν Θεόν, οὐδὲ προσέχει, ἐκεῖνος οὐ βλέπει τὸ σημεῖον· ὅθεν οὐδὲ φεύγει τὸ πρόσωπον τοῦ τόξου, καθὼς οὐκ ἔφυγον τὴν ἐκ τῆς χαλάζης βλάβην οἱ μὴ πιστεύσαντες εἰς τὸ ὑπὸ Μωϋσέως δοθὲν σημεῖον.
Χριστιανοί, ὁ ἀπελπισμός ἐστι παραλογία καὶ ἄνοια· διό, διώξαντες αὐτὸν μακράν, ἐμβάσατε εἰς τὴν καρδίαν ὑμῶν τοῦ πανοικτίρμονος Θεοῦ τὴν ἐλπίδα, πληροφορηθέντες, ὅτι ἐκεῖνος μόνος ἐστὶν ἀπηλπισμένος, ὅστις διὰ τὴν ἰσχυρογνωμίαν αὐτοῦ θέλει καὶ ἀπελπίζεται. Ὅσοι δέ, θαῤῥοῦντες εἰς τὴν θείαν εὐσπλαγχνίαν, ἁμαρτάνετε ἀμετανοήτως, ἐνθυμήθητε, ὅτι καταφρονεῖτε «τοῦ πλούτου τῆς χρηστότητος, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας, ἀγνοοῦντες, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν ἄγει»48. Ἐγὼ δέ, καταπαύων τὸν λόγον, οὐ τολμῶ καὶ λέγω, ὅτι φοβοῦμαι τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ περισσότερον ἤ τὴν δικαιοσύνην αὐτοῦ· διότι, ἐὰν παροργίσω τὴν δικαιοσύνην, καταφεύγω εἰς τὴν εὐσπλαγχνίαν· ἐὰν δὲ παροργίσω τὴν εὐσπλαγχνίαν, οὐκ ἔχω ἄλλο καταφύγιον.
_________________
Σημειώσεις :
- Ῥωμ. ε΄, 10.
- Ἰεζ. ιδ΄, 6.
- αὐτ. λγ΄, 11.
- Ζαχ. α΄, 3.
- Ἠσ. α΄, 13.
- ὅρα Διοδ. Σς. Βιβ. 1, ὅρα Οὐαλ. Μαξ. β΄, 6, κ. 5.
- Ἰερ. κθ΄, 22.
- Γεν. δ΄, 10.
- αὐτ. ια΄, 12.
- αὐτ. 15.
- Β΄ Βασ. ια΄, 11.
- αὐτ. ιε΄, 17.
- Ψαλ. ῥιγ΄, 174.
- Β΄ Βασ. ιβ΄, 13.
- Δ΄ Βασ. κα΄, 3, αὐτ. 4, 5, αὐτ. 7, αὐτ. 3, αὐτ. 6.
- Δ΄ Βασ. β, 2, Παρ. λβ΄, 9.
- Δ΄ Βασ. κα΄, 16.
- Β΄ Παραλ. λγ΄, 10, 11.
- αὐτόθι, 13.
- αὐτ. 13.
- Ματ. ιη΄, 12, αὐτ. 23.
- Λουκ. ιε΄, 32.
- αὐτ. ιθ΄, 4.
- αὐτ. 5.
- αὐτ. 9.
- Λουκ. ζ΄, 47.
- αὐτ. κβ΄, 62, αὐτ. ιη΄, 13, 14.
- αὐτ. κγ΄, 42, 43.
- Ψαλ. λγ΄, 21.
- αὐτ. με΄, 3.
- Ματ. ια΄, 28.
- Ματ. ιη΄, 21.
- αὐτ. 22.
- ὅρα τὸν Χρυσ. εἰς τὴν κατὰ Ματ. Σειρ.
- Ματ. ιη΄, 23, 24, 27.
- Ἠσ. νε΄, 8, 9.
- Ψαλ. πστ΄, 11.
- Γεν. στ΄, 7.
- Γεν. στ΄, 12.
- αὐτ. ιστ΄, 17.
- αὐτ. 32.
- Ἰων. γ΄, 4.
- Ἰων. δ΄, 19, 11.
- Ψαλ. ζ΄, 13, 14.
- Ἰακ. β΄, 13.
- Ψαλ. νθ΄, 4.
- Ἐξοδ. θ΄, 20, 21.
- Ῥωμ. β΄, 4.
Δείτε τον λόγο στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 90-98, Έκδοσις 1840), πατώντας εδώ (9/11/2012)
(Επιμέλεια κειμένου: Στυλιανή)



Posted in
Tags: 



