Ομιλία εις το Ευαγγέλιον της Κυριακής των Βαΐων, περί της ετοιμασίας της προς υποδοχήν της θείας μεταλήψεως (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(11 άτομα το έχουν διαβάσει)

(Ιωάν. ιβ’, 1 – 18)

  • Η ανάγνωση των ευαγγελίων των παθών του Ιησού Χριστού, η τελετή του νιπτήρος, τα ψάλματα της εκκλησίας και ο ετήσιος διορισμός αυτών των ημερών γιατί γίνεται;
  • Ποια ετοιμασία κάνουμε για την υποδοχή του Ιησού Χριστού δια της θείας μεταλήψεως;
  • Οι άνθρωποι υποδέχθηκαν στην Ιερουσαλήμ τον Χριστό γιατί τον έβλεπαν. Πώς να υποδεχθούμε εμείς τον Χριστόν αφού δεν τον βλέπουμε;
  • Ποιοι θα πρέπει να προσέρχονται για την μετάληψη των αγίων μυστηρίων;

 

***

 

Ἀρχιεπισκόπου Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη

Ὁμιλία μετὰ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον τῆς Κυριακῆς τῶν Βαΐων

 

Ὅταν ὁ Θεάνθρωπος Ἰησοῦς διὰ τὴν ἅκραν Αὑτοῦ εὐσπλαγχνίαν ἤρχετο εἰς τὴν Ἰερουσαλήμ, ἵνα διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων ὑπομείνῃ πάθη καὶ σταυρὸν καὶ θάνατον, τότε ὁ μὲν Σίμων ὁ Λεπρὸς ἡτοίμασεν εἰς Αὐτὸν δεῖπνον, ἡ δὲ Μαρία, ἡ τοῦ Λαζάρου ἀδελφή, διὰ πολυτίμου μύρου ἤλειψε τοὺς ἀχράντους Αὐτοῦ πόδας, καὶ ἀπεσπόγγισεν αὐτούς, διὰ τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς· ὁ λαὸς τῆς Ἰερουσαλὴμ προϋπήντησεν αὐτῷ μετὰ βαΐων· τοῦ δὲ πλήθους ἐκείνου, ἄλλοι μὲν ἐστρώννυον εἰς τὴν ὀδὸν κλάδους ἐκ τῶν δένδρων, ἄλλοι δὲ ἔῤῥιπτον τὰ ἰμάτια αὐτῶν εἰς τὴν γῆν, διὰ τῆς ὁποίας ἔμελλε διαπερᾶσαι ὁ Ἰησοῦς· οἱ μαθηταὶ αὐτοῦ ἐδοξολόγησαν Αὐτόν, οἱ ἄκακοι παῖδες προσέφερον Αὐτῷ ὑμνολογίαν, τὰ πλήθη τοῦ λαοῦ ὑπεδέχθησαν Αὐτόν, κράζοντα καὶ βοῶντα, «Ὠσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὠσαννὰ ἐν τοῖς ὑψίστοις»1, καὶ ἄλλους ὁμοίους ὕμνους· ὁ δὲ προδότης Ἰούδας ἑτοιμάζει εἰς ὑποδοχὴν Αὐτοῦ τῆς προδοσίας τὸ φίλημα, καὶ οἱ ἀρχιερεῖς καὶ τὸ συνέδριον αὐτῶν συνάγουσι βουλευτήρια, καὶ ἀποφασίζουσι τὸν θάνατον οὐ μόνον τοῦ Ἰησοῦ Χριστοῦ, ἀλλὰ καὶ τοῦ Λαζάρου.

Ἡ σήμερον ἡμέρα ἐστὶν ἡ πρὸ ἕξ ἡμερῶν τοῦ πάσχα· ἡ αὔριον ἐστὶν ἡ πρώτη ἡμέρα τῶν παθῶν, ἡ μετὰ τὴν αὔριον ἡ Δευτέρα, καὶ αἱ ἐφεξὴς ὁμοίως ἕως τοῦ σαββάτου· μετὰ δὲ ἕξ ἡμέρας, μετροῦντες ἀπὸ τῆς σήμερον, ἐπιτελοῦμεν τὸ πάσχα. Τὶ σημαίνουσι ταῦτα; ἆράγε ἡ ἀνάγνωσις τῶν εὐαγγελίων τῶν παθῶν τοῦ Ἰησοῦ Χριστοῦ, ἡ τελετὴ τοῦ νιπτῆρος, τὰ ψάλματα τῆς Ἐκκλησίας, τὰ μηδὲν ἄλλο κηρύττοντα εἶμὴ τοῦ Χριστοῦ τὰ πάθη, καὶ ὁ ἐτήσιος διορισμὸς τῶν τοιούτων ἡμερῶν εἰς μάτην γίνονται; – Οὐχί, αὐτὰ γίνονται, ἵνα λάβωμεν κατὰ νοῦν ἐκείνας τὰς ἡμέρας, εἰς τὰς ὁποίας ταῦτα ἐγένοντο, καὶ ἀναλογισθῶμεν, ὅτι αἱ παροῦσαι ἡμέραι ἀναμιμνήσκουσιν ἐκείνας, καὶ ὅτι καὶ κατὰ τὸ παρὸν ἔρχεται ὁ Ἰησοῦς Χριστὸς οὐχὶ ἀπὸ τῆς Βηθανίας, ἀλλ’ ἐξ ὕψους κατοικητηρίου αὐτοῦ, ἵνα εἰσέλθῃ οὐχὶ εἰς τὴν Ἱερουσαλήμ, ἀλλ’ εἰς τὸν καθένα τῶν εἰς Αὐτὸν πιστευόντων· ἔρχεται δέ, ἵνα συνενωθῇ μεθ’ ἡμῶν, καὶ μείνῃ ἐν ἡμῖν. Τοῦτο δὲ τὸ μυστήριον τῆς ἐνώσεως τῶν ἐν τῇ γῇ ἀνθρώπων μετὰ τοῦ ἐνανθρωπήσαντος Θεοῦ, παρέδωκεν αὐτὸς ὁ Θεάνθρωπος ὀλίγας ὥρας πρὶν ἤ παραδοθῇ εἰς τὸ πάθος, ἤγουν τῇ πέμπτῃ ἐν τῇ ὥρᾳ τοῦ δείπνου τοῦ μυστικοῦ, ἐκφωνήσας ταύτην τὴν πανεύσπλαγχνον προσκαλεστικὴν ἅμα καὶ προστακτικὴν φωνήν «Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμα μου· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμα μου»2. Ταύτης δὲ τῆς ἡμέρας καὶ τῆς παραδόσεως τούτου τοῦ μυστηρίου τὴν ἀνάμνησιν ποιοῦμεν ἐν τῇ ἁγίᾳ καὶ μεγάλη πέμπτη· διὰ τοῦτο δὲ ἡ ἀνάμνησις γίνεται, ἵνα μεταλάβωμεν καὶ ἡμεῖς, καθὼς τότε οἱ θεῖοι ἀπόστολοι, τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Ἰησοῦ Χριστοῦ. Διὰ δὲ τῆς μεταλήψεως τοῦ ὑπερφυοῦς τούτου μυστηρίου συνενοῦται μεθ’ ἡμῶν ὁ σωτὴρ ἡμῶν, καὶ μένει ἐν ἡμῖν· «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ»3. Ποίαν οὖν ἡμεῖς ποιοῦμεν ἑτοιμασίαν πρὸς ὑποδοχὴν αὐτοῦ; τὴν ἁγίαν ἑτοιμασίαν ἐκείνων τῶν εὐλαβεστάτων ἀνθρώπων, τῶν τότε ἀξιοπρεπῶς ὑποδεχθέντων Αὐτόν, ἤ τὴν ὀλέθριον ἑτοιμασίαν, ἥν ἐποίησεν ὁ προδότης Ἰούδας καὶ τὸ παμπόνηρον τῶν ἀρχιερέων συνέδριον;

Χριστιανέ, ὁ Ἰησοῦς ὁ σωτήρ σου ἔρχεται· ἀλλ’ ἆράγε ἑτοιμάζεις καὶ σὺ δι’ Αὐτὸν δεῖπνον, καθὼς ὁ Σίμων ὁ Λεπρός; Ἀλλ’ ἐγώ, λέγεις, οὐ βλέπω Αὐτόν· Πλανᾶσαι· πᾶσαν ὥραν σχεδὸν βλέπεις Αὐτόν, διότι, ὅταν βλέπῃς τὸν πτωχόν, τότε βλέπεις Αὐτόν· ὅθεν, ὅ,τι ἄν ποιήσῃς εἰς τὸν πτωχόν, ποιεῖς εἰς τὸν Ἰησοῦν Χριστόν, κατὰ τὸν λόγον Αὐτοῦ «Ἀμήν, λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε»4. Ἐὰν κατ’ αὐτὰς τὰς ἡμέρας ἀνοίξῃς τὰ σπλάγχνα τῆς καρδιᾶς σου, καὶ δώσῃς δεῖπνον εἰς τοὺς πτωχούς, καὶ θρέψῃς τοὺς πεινῶντας, καὶ χορτάσῃς τὸν ὀρφανὸν καὶ τὴν χήραν, τότε ἑτοιμάζεις καὶ σύ, καθὼς ὁ Σίμων, δεῖπνον εἰς τὸν ἐρχόμενον Ἰησοῦν Χριστόν, τότε γίνεσαι καὶ σύ, καθὼς ὁ Σίμων, ἄξιος τῆς ὑποδοχῆς Αὐτοῦ· «Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἔσται»5.

Χριστιανέ, ὁ Κύριός σου ἔρχεται· ἀλείφεις ἆράγε καὶ σὺ διὰ τοῦ μύρου τοὺς παναχράντους Αὐτοῦ πόδας, καθὼς ἡ Μαρία; ἀλλὰ πῶς δύναμαι, λέγεις, τοῦτο ποιῆσαι, μὴ βλέπων Αὐτόν; Αὐτός, ὡς Θεός, ἐστὶ πανταχοῦ παρών, ἐκ δεξιῶν σου ἵσταται διὰ παντός· οὐκ ἀκούεις τὶ λέγει ὁ προφήτης; «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μου ἐστίν, ἵνα μὴ σαλευθῶ»6· κἄν μὴ βλέπῃς Αὐτὸν διὰ τῶν σωματικῶν σου ὀφθαλμῶν, βλέπεις ὅμως Αὐτὸν διὰ τῶν ὁμμάτων τῆς ψυχῆς σου. Ἡ Μαρία ἤλειψε τοὺς πόδας Αὐτοῦ διὰ μύρου νάρδου πιστικῆς πολυτίμου, σὺ πλύνον αὐτοὺς διὰ τῶν θερμῶν τῆς μετανοίας τῶν ἁμαρτιῶν σου δακρύων. Τὸ μῦρον τῆς Μαρίας ἐτιμήθη τριακοσίων δηναρίων· ἡ τιμὴ τοῦ μύρου τῶν δακρύων σου ἐστὶν ἀτίμητος, ἐπειδὴ τῆς μετανοίας τὸ δάκρυόν ἐστιν ἰσοδύναμον τῷ ἁγίῳ βαπτίσματι· «Καὶ δάκρυον στάξαν», λέγει ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Νύσσης, «ἰσοδυναμεῖ τῷ λουτρῷ»7. Ὅταν ἴδῃ τὰ δάκρυά σου, ἐξαλείφει τὰς ἁμαρτίας σου, καὶ δίδει σοι τὴν αἰώνιον μακαριότητα καὶ σωτηρίαν· «Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται»8. Ἡ Μαρία πρῶτον ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, ἔπειτα ἀπεσπόγγισεν αὐτοὺς διὰ τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς· σὺ ἄλειψον αὐτοὺς διὰ τῶν δακρύων σου, ἔπειτα ἀφιέρωσον εἰς Αὐτὸν πάντας τοὺς λογισμοὺς τοῦ νοός σου, ὑποτάξας αὐτοὺς εἰς τὸ ἅγιον Αὐτοῦ θέλημα. Αἱ τρίχες τῆς κεφαλῆς εἰσι τοῦ σώματος βλαστοί, οἱ λογισμοὶ τοῦ νοός εἰσι τῆς καρδίας καρποί· αὐτὸς δὲ τὴν καρδίαν ἡμῶν ζητεῖ· «Δός μοι, υἱέ, σὴν καρδίαν»9.

Χριστιανοί, ὁ Κύριος ἡμῶν ἔρχεται· ὅσοι λοιπὸν εἰς τὰς προλαβούσας ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς ἐνικήσατε τῆς σαρκὸς τὰ πάθη, καὶ κατετροπώσατε τοῦ διαβόλου τὴν δύναμιν, καὶ ἐλάβετε τὸ τρόπαιον κατὰ τῆς ματαιότητος τοῦ κόσμου, ἐξέλθετε εἰς ἀπάντησιν Αὐτοῦ, προϋπαντήσατε Αὐτῷ, βαστάζοντες οὐ  μόνον τὰ βαΐα, τὰ σύμβολα τῆς νίκης τοῦ θανάτου, ἀλλὰ καὶ αὐτὰ τὰ τρόπαια τῆς ἁμαρτίας. Ὅσοι διὰ τῆς μετανοίας καὶ ἐξομολογήσεως ἐκαθαρίσθητε ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν, ὅσοι ἐνηστεύσατε καὶ ἐταπεινώθητε, ὅσοι ἐσωφρονήσατε καὶ ἐλεήσατε, ὅσοι ἐπράξατε καλὰ ἔργα, ἔχετε τοὺς κλάδους τῶν ἀρετῶν· ὅθεν ἁπλώσατε νῦν τὴν καρδίαν ὑμῶν, καθὼς ὁ λαὸς τὰ ἰμάτια αὐτῶν, καὶ μεταλαβόντες τῶν Θείων Μυστηρίων, ὑποδεχθῆτε Αὐτὸν οὐχὶ εἰς τὸν ναὸν τὸν νομικόν, ὡς οἱ παῖδες, ἀλλ’ εἰς τὸν ναὸν τῆς ψυχῆς καὶ τοῦ σώματος ὑμῶν· ὑποδεχθῆτε τὸν Βασιλέα τῆς δόξης, ψάλλοντες ὡς οἱ μαθηταί, «Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις»10, καὶ ὑμνολογοῦντες Αὐτόν, ὡς οἱ παῖδες, διὰ τοῦ «Ὠσαννὰ τῷ υἱῷ Δαβίδ»11.

Ὅσοι δέ, εἴτε διὰ τὴν ἀπιστίαν ὑμῶν, οὐ μόνον δέχεσθε τὸν ἐρχόμενον Ἰησοῦν, ἀλλὰ καὶ ὑβρίζετε, καὶ βλασφημεῖτε, καὶ ἐπιβουλεύεσθε καὶ τὴν εἰς Αὐτὸν πίστιν, καὶ τοὺς εἰς Αὐτὸν πιστεύοντας, καθὼς τὴν ζωὴν Αὐτοῦ καὶ τὴν τοῦ Λαζάρου τῶν ἀπίστων τὸ συνέδριον, εἴτε ἔχοντες δόλον, ἤ μῖσος, ἤ ἔρωτα, ἤ ἄλλο ἁμάρτημα εἰς τὴν καρδίαν, καθὼς ὁ Ἰούδας τὴν φιλαργυρίαν, ἤ μετανοήσατε καὶ δορθωθήτε, ἤ φύγετε καὶ κρυφθῆτε· διότι ἐὰν πλησιάσητε πρὸς Αὐτὸν καὶ μεταλάβητε Αὐτοῦ, καθὼς ἐκεῖνος, οὐαὶ ὑμῖν! πῦρ ἐστι τοὺς ἀναξίους φλέγον.

Ἀδελφοί μου ἀγαπητοί, ὅση ἐστὶν ἡ εὐσπλαγχνία τοῦ Κυρίου Ἰησοῦ, τόση ἐστὶ καὶ ἡ δικαιοσύνη Αὐτοῦ· ἔρχεται ἀληθῶς πραΰς καὶ σώζων, ἀλλ’ ἔρχεται καὶ δίκαιος, ὡς εἶπεν ὁ ἅγιος προφήτης Αὐτοῦ· «Ἰδοὺ ὁ βασιλεύς σου», εἶπεν, «ἔρχεταί σοι δίκαιος καὶ σώζων, πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον»12. Δι’ ἐκείνους, οἵτινες ὑποδέχονται Αὐτὸν ἐν ἀγάπῃ, ὡς ὁ Σίμων, ἐν εὐωδίᾳ ἀρετῆς, ὡς ἡ Μαρία, ἐν εὐλαβείᾳ, ὡς ὁ λαὸς ὁ εἰς προϋπάντησιν Αὐτοῦ ἐξελθών, ἐν καθαρότητι καὶ ἀκακίᾳ, ὡς οἱ παῖδες, ἔρχεται πραΰς καὶ σώζων· δι’ ἐκείνους δέ, οἵτινες ἤ οὐδόλως ὑποδέχονται Αὐτόν, καθὼς τῶν ἀνόμων τὸ συνέδριον, ἤ ἀναξίως ὑποδέχονται Αὐτόν, ὡς ὁ φιλάργυρος καὶ ἐμπαθέστατος Ἰούδας, ἐξεφώνησεν ὡς δίκαιος τόσον φοβερὰν καὶ φρικτὴν ἀπόφασιν, ὥστε καὶ τὸ μόνον ἄκουσμα αὐτῆς φέρει φρίκην καὶ τρόμον· τοσοῦτον δὲ δικαία ἐστὶν ἡ ἀπόφασις, ὥστε ποιεῖ πάντα ἄνθρωπον παντελῶς ἀναπολόγητον.

Ἐὰν ὁ βασιλεύς σου ὁ ἐπίγειος, θέλων ἐλθεῖν εἰς τὸν οἶκόν σου, ἵνα εὐεργετήσῃ σε, ἔστελλε πρῶτον κήρυκα ἀναγγέλοντά σοι καὶ λέγοντα, Ἔρχεται ὁ βασιλεύς σου εἰς τὸν οἶκον σου, διὸ ἑτοίμασον τὰ πρὸς ὑποδοχὴν Αὐτοῦ· σὺ δέ, μηδόλως περὶ τούτου φροντίσας, βλέπων τὸν βασιλέα ἐρχόμενον, ἤ ἔκλειες τὴν θύραν τοῦ οἴκου σου κατὰ πρόσωπον αὐτοῦ, μὴ θέλων ὑποδεχθῆναι αὐτόν, ἤ ἤνοιγες αὐτήν, αὐτὸς δὲ, εἰσελθών, οὐ μόνον εὕρισκεν ἀκάθαρτον καὶ καταῤῥερυπωμένον τὸν οἶκόν σου, ἀλλὰ καὶ ἤκουεν ἀπὸ τοῦ στόματός σου ὕβρεις καὶ περιφρονήσεις, ποίαν ἀπολογίαν εἶχες τότε, κἄν ὁποιανδήποτε τιμωρίαν ἀπεφάσιζε κατὰ σοῦ ὁ βασιλεὺς ἐκεῖνος; Ὁ βασιλεὺς ὁ ἐπουράνιος, ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ πάσης τῆς κτίσεως, θέλει ἵνα ἔλθῃ εἰς τὴν ψυχήν σου, ἵνα σώσῃ αὐτήν, προκαταγγέλει σοι διὰ τὴν ἔλευσιν Αὐτοῦ διὰ τῆς ἐκκλησίας, ἥτις κηρύττει, καὶ λέγει σοι, Μετὰ ἕξ ἡμέρας γίενται τὸ Πάσχα, ἑτοίμασον σεαυτόν, ἵνα διὰ τῆς μεταλήψεως τῶν ἁγίων μυστηρίων ὑποδεχθῇς τὸν βασιλέα τῆς δόξης· σὺ δέ, ἀναισθητῶν εἰς τοῦτο τὸ κήρυγμα, ἤ οὐδόλως μεταλαμβάνεις τὰ μυστήρια, ἤ μεταλαμβάνεις ταῦτα ἀναξίως· τότε ποίαν ἀπολογίαν ἔχεις κατὰ τῆς φοβερᾶς ἀποφάσεως, τὴν ὁποίαν ἐποίησεν ὁ Θεός σου κατὰ σοῦ; Ἀκούσατε οὖν πάντες τὴν φοβερὰν Αὐτοῦ ἀπόφασιν, ἵνα κατανυγέντες τὴν καρδίαν, καὶ τὰς ματαίας προφάσεις ἀφέντες, προσέλθητε πρὸς Αὐτὸν μετὰ τῆς πρεπούσης προετοιμασίας. Ἔρχεται νῦν ὁ πολυεύσπλαγχνος Ἰησοῦς, καὶ θέλων εἰσελθεῖν εἰς τὸν οἶκον τῆς ψυχῆς ἡμῶν, προσκαλεῖ πάντας, λέγων, «Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμα μου· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμα μου». Ὅσοι δὲ ἤ ἀναισθητοῦντες ἀποστρέφονται Αὐτόν, ἤ τολμῶντες ὑποδέχονται Αὐτὸν ἀναξίως, Αὐτὸς μὲν φεύγει ἀπ’ αὐτῶν, ἐκεῖνοι δὲ ἐν τῇ ὥρᾳ τοῦ θανάτου ζητοῦσιν Αὐτόν, ἵνα συγχωρήσῃ τὰς ἀνομίας αὐτῶν, καὶ οὐχ εὑρίσκουσιν, ἀλλ’ ἀποθνήσκουσιν ἐν ταῖς ἁμαρτίαιας αὐτῶν· ἰδοὺ αὐτὰ τὰ λόγια τοῦ Κυρίου «Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε»13.

 

_________________________

Σημειώσεις:

  1. Ματ. κα΄, 9.
  2. Ματ. κστ΄, 26, 27, 28.
  3. Ἰωαν. στ΄, 56.
  4. Ματ. κε΄, 40.
  5. Λουκ. ια΄, 41.
  6. Ψαλ. ιε΄, 6.
  7. Νύσ. περὶ Μεταν.
  8. Λουκ. στ΄, 21.
  9. Παροιμ. κγ΄, 26.
  10. Λουκ. ιθ΄, 33.
  11. Ματ. κα΄, 15.
  12. Ζαχ. θ΄, 9.
  13. Ἰωαν. η΄, 21.

 

Δείτε την ομιλία στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 273 – Έκδοσις 1840), πατώντας εδώ (22/4/2016)

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes