Κυριακή Β’ Λουκά: Ομιλία περί της προς τους εχθρούς αγάπης (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(32 άτομα το έχουν διαβάσει)

(Λουκᾶ  στ΄ 31-36)

  • Τὸ “ἀγαπᾶτε τοὺς ἐχθροὺς ἡμῶν” ἐντολὴ τοῦ Θεοῦ ἤ συμβουλή;
  • Ποιὰ ἐντολὴ φυλαττομένη ἀναβιβάζει τὸν ἄνθρωπο εἰς τὰ ὕψη τῆς τελειότητος;
  • Τὸ νὰ ἀγαπῶ τοὺς ἐχθρούς μου δὲν εἶναι ἀντίθετο μὲ τὴ φύση μου καὶ ἄρα ἀδύνατον;
  • Μά, ὅποιος ἀγαπᾶ καὶ εὐεργετεῖ τὸν ἐχθρό του δὲν νομίζεται μωρὸς καὶ δὲν γίνεται ὄνειδος ὅλου τοῦ κόσμου;
  • Εἶναι ὅμως ἡ ἀγάπη πρὸς τοὺς ἐχθρούς μας ἔργο δίκαιον;
  • Ἐὰν ἡ ἀγάπη πρὸς τοὺς ἐχθρούς μας εἶναι στὴ φύση μας, γιατὶ ἡ καρδιά μας ζητᾶ τὴν ἐκδίκηση κατὰ τῶν ἐχθρῶν μας;
  • Ἔχουν οἱ ἄνθρωποι ἐξουσία ἤ δικαίωμα ἤ λόγο, γιὰ νὰ μὴν ὑπακούσουν τὸ Θεῖο πρόσταγμα, ἐπειδὴ ἡ ἐφαρμογή του εἶναι δύσκολη;

 

***

 

Κυριακὴ Β΄ Λουκᾶ

Ὁμιλία περὶ τῆς πρὸς τοὺς ἐχθροὺς ἀγάπης

+ Ἀρχιεπίσκοπος Ἀστραχὰν καὶ Σταυρουπόλεως Νικηφόρος Θεοτόκης

 

Ἐντολὴ ἆράγε τοῦ Θεοῦ ἐστι τὸ «Ἀγαπᾶτε τοὺς ἐχθροῦς ἡμῶν»1, καθὼς καὶ τὸ «Τίμα τὸν πατέρα καὶ τὴν μητέρα σου»2· ἡ συμβουλή ἐστι, καθὼς καὶ τὸ «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς»3· Ἐὰν ὡς συμβουλὴν εἶπε τοῦτο ὁ Θεός, ὅστις μὲν ἤκουεν αὐτήν, ἐγίνετο τέλειος καὶ ἠξιοῦτο ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τόπου ὀνομαστοῦ καὶ δόξης ὑπερτέρας τῶν υἱῶν καὶ θυγατέρων τοῦ Θεοῦ· ὅστις δὲ ταύτῃς μὲν τῆς συμβουλῆς παρήκουεν, ἐφύλαττε δὲ τὰς ἐντολάς, ἐκεῖνος ἔμενε ἀτελὴς καὶ ἀμέτοχος τῆς ὑπερβαλλούσῃς τιμῆς καὶ δόξης4, ἐσυντάσσετο ὅμως μετὰ τῶν σωζομένων καὶ ἀπελάμβανε τῆς θείας μακαριότητος· ἀλλὰ τὸ «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν», οὐχ ὡς συμβουλεύων εἶπεν ὁ Κύριος, ἀλλ’ ὡς προστάτων· οὐχ ὡς συμβουλὴν εἶπε τοῦτο, ἀλλ’ ὡς ἐντολήν. Ὅθεν ὅστις μὴ φυλάξῃ ταύτην τὴν ἐντολὴν αὐτοῦ, κατακρίνεται, καθὼς καὶ οἱ παραβάται τῶν λοιπῶν ἐντολῶν αὐτοῦ.

Τόσον δὲ φανερόν ἐστιν, ὅτι οὐκ ἔστι συμβουλή, ἀλλ’ ἐντολή, ὥστε οὐδὲ ἔχει χρείαν τὸ πρᾶγμα ἀποδείξεως· πρῶτον μὲν ἐπειδὴ βλέπομεν, ὅτι ὁσάκις ὁ Κύριος Ἰησοῦς ἔδωκε τὰς ἁγίας αὐτοῦ συμβουλάς, οὐ μόνον οὐκ ἐλάλησε προστακτικῶς, ἀλλὰ καὶ ἀφῆκε τὸν καθένα εἰς τὴν ἐξουσίαν αὐτοῦ, ἵνα ὑπακούσῃ ἤ μὴ τὴν συμβουλήν· «Εἰ θέλῃς», εἶπε, «τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς»5· καὶ «ὁ δυνάμενος χωρεῖν, χωρείτω»6· περὶ δὲ τῆς ἀγάπης τῶν ἐχθρῶν οὐ μόνον ἐλάλησε προστακτικῶς, λέγων «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν», ἀλλὰ καὶ μετὰ πολλῆς ἐμφάσεως τοῦτο προστάξας, εἶπεν «Ἐγὼ δὲ λέγω ὑμῖν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν»7· δεύτερον δέ, ἐπειδὴ τοῦτο τὸ πρόσταγμα ἐστι μία τῶν δέκα ἐντολῶν, ἤγουν ἡ δευτέρα τοῦ δεκαλόγου ἐντολή, ἥτις ὁμοία ἐστὶ τῇ ἐντολῇ τῇ πρώτῃ· «Ἀγαπήσεις», λέγει ἡ δευτέρα ἐντολή, «τὸν πλησίον σου ὡς σευατόν»8· τὸ δὲ ὄνομα πλησίον σημαίνει ἐπίσης πάντα ἄνθρωπον, καὶ τὸν συγγενῆ καὶ τὸν ξένον, καὶ τὸν φίλον καὶ τὸν ἐχθρόν, καὶ τὸν εὐεργέτην καὶ τὸν ἐπίβουλον· πᾶς ἄνθρωπός ἐστι πλησίον ἡμῶν, ἐπειδὴ πάντες οἱ ἄνθρωποι τὴν αὐτὴν ἔχομεν φύσιν, τὸν αὐτὸν προπάτορα, τὸν αὐτὸν δημιουργόν. Ἀληθῶς ἡ μὲν φιλία ἐπηρεάζει τὸν ἄνθρωπον εἰς τὸν ἄνθρωπον, ἡ δὲ ἔχθρα μακρύνει τὸν ἄνθρωπον ἀπὸ τοῦ ἀνθρώπου· ἀλλ’ ὁ μακρυσμὸς οὗτος ὁ σχετικὸς οὐδὲ ἀναιρεῖ οὐδὲ μεταβάλλει τὸν φυσικὸν τοῦ ἀνθρώπου πλησιασμὸν εἰς τὸν ἄνθρωπον· ὁ φυσικὸς χαρακτὴρ τοῦ πλησίον μένει ἀναλλίωτος, κἄν μεσολαβῇ ἡ ἔχθρα. Ὅθεν πλησίον ἐστὶ τοῦ ἀνθρώπου καὶ ὁ ἐχθρὸς αὐτοῦ, κἄν ἡ ἔχθρα τοῦτον ἀπομακρύνῃ, κἄν πλησίον ὀνομάζωμεν μόνον τὸν φίλον.

Ὅταν ὁ Θεὸς ἔγραψεν εἰς τὰς πλάκας τοῦ νόμου τὸ «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν», τοῦτο ἐσκόπησε, καὶ τοῦτο ἐνομοθέτησεν, ἤγουν τὸ ἀγαπήσεις πάντα ἄνθρωπον, καὶ τὸν φίλον σου καὶ τὸν ἐχθρόν σου. Τοῦτο βέβαιόν ἐστι καὶ ἀναντίῤῥητον· ἐπειδὴ διὰ τοῦ αὐτοῦ Μωσαϊκοῦ νόμου παρήγγειλεν ὁ Θεός, ἵνα καὶ τοὺς ἐχθροὺς ἡμῶν εὐεργετῶμεν· «Ἐὰν δὲ συναντήσῃς», λέγει, «τῷ βοΐ τοῦ ἐχθροῦ σου, ἤ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ· ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, ἤγουν ὑποκάτω τοῦ φορτίου αὐτοῦ, οὐ παρελεύσῃ αὐτό, ἀλλὰ συναρεῖς αὐτὸ μετ’ αὐτοῦ»8. Οὐκ εἶπε δὲ τότε ὁ Θεὸς ἐκπεφασμένως τὸ «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν», πρῶτον μὲν ἐπειδὴ ἡ καρδία τῶν Ἰσραηλιτῶν τῶν γεννηθέντων καὶ ἀνατραφέντων μετὰ τῶν Αἰγυπτίων, τῶν πολλὰ ἐφθαρμένων κατὰ τὰ ἤθη, ἧν πολλὰ σαρκικὴ καὶ παχυλή, καὶ ἑπομένως οὐκ ἠδύνατο χωρῆσαι τότε εὐθὺς ταύτην τὴν διδασκαλίαν· δεύτερον δὲ ἐπειδή, ἵνα μὴ πέσωσιν εἰς τὴν ἀσέβειαν καὶ εἰδωλολατρείαν τῶν πλησιαζόντων αὐτοὺς ἐθνῶν, παραστήσεις αὐτὰ ὡς ἄξια θανάτου καὶ ὡς ἐχθροὺς αὐτῶν, ἐδίδαξεν αὐτοὺς τὸ κατ’ αὐτῶν μῖσος· «Πατάξεις αὐτούς», εἶπεν, ἤγουν τοὺς Χεταίους, καὶ Γεργεσαίους, καὶ Ἀμοῤῥαίους, καὶ Φερεζαίους, καὶ Εὐαίους, καὶ Ἰεβουσαίους9· «Ἀφανισμῷ ἀφανιεῖς αὐτούς. – Οὐ προσαγορεύσεις»10, εἶπε περὶ τῶν Ἀμμωνιτῶν καὶ Μωαβιτῶν, «εἰρηνικὰ αὐτοῖς, καὶ συμφέροντα αὐτοῖς, πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα. – Ἐχθραίνετε, εἶπε τοῖς Μαδιηναίοις, καὶ πατάξατε αὐτούς, ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι»11.

Ἐκ τούτων οἱ Ἰουδαῖοι ἐλογίζοντο νόμον Θεοῦ οὐ μόνον τὴν πρὸς τοὺς φίλους καὶ ὁμογενεῖς αὐτῶν ἀγάπην, ἀλλὰ καὶ τὸ πρὸς τοὺς ἐχθροὺς καὶ ἀλλογενεῖς αὐτῶν μῖσος. Διὸ καὶ ὁ σωτὴρ ἡμῶν εἶπεν «Ἠκούσατε ὅτι ἐῤῥέθη, Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου»12. Αὐτὸς δὲ ὁ σωτὴρ ἡμῶν, ὅστις ἦλθεν εἰς τὸν κόσμον, οὐχ ἵνα καταλύσῃ τὸν Μωσαϊκὸν νόμον13, ἀλλ’ ἵνα αὐτὸν πληρώσῃ, σαφηνίσας τὴν δευτέραν τοῦ Θεοῦ ἐντολήν, καὶ διὰ τῆς ἐξηγήσεως ἀναπληρώσας τὸ ἀτελὲς αὐτῆς, ἐνετείλατο φανερὰ καὶ εἶπεν ἐκπεφασμένως· «Ἐγὼ δὲ λέγω ὑμῖν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς»14.

Αὕτη δὲ ἡ ἐντολὴ ὑπερύψωσε καὶ ὑπερεδόξασε τὴν εὐαγγελικὴν διδασκαλίαν· ταύτην τὴν ἐντολὴν ἐθαύμασαν οἱ Ἕλληνες οἱ εἰδωλολάτραι, ταύτην ἄχρι τῆς σήμερον ἐπαινοῦσι, καὶ μὴ θέλοντες, οἱ ἄπιστοι· αὐτὴ ἔδειξεν, ὅτι ἀληθῶς Θεοῦ ἔργον ἐστὶν ἡ ἠθικὴ τοῦ Εὐαγγελίου διδασκαλία· αὐτή ἐστιν ἡ δόξα καὶ τὸ καύχημα τοῦ χριστιανικοῦ νόμου. Οὐδεὶς πρὸ Χριστοῦ νομοθέτης ἐδίδαξε τοσαύτην τελειότητα, οὐδείς ποτε ἐνομοθέτησεν, ἵνα ἀγαπῶμεν καὶ εὐεργετῶμεν τοὺς ἐχθρούς· αὕτη ἡ ἐντολή, φυλαττομένη πάντα παύει τὰ ἐν τῷ κόσμῳ κακά, φέρει την εἰρήνην τοῦ οὐρανοῦ εἰς τὴν γῆν, καὶ μεταβάλλει τὴν γῆν εἰς οὐρανόν· αὕτη ἡ ἐντολή, φυλαττομένη, ἀναβιβάζει τὸν ἄνθρωπον εἰς τὰ ὕψη τῆς ἐνδεχομένης αὐτῷ τελειότητος· αὐτὴ ποιεῖ τὸν ἄνθρωπον ὅμοιον τῷ Θεῷ, ὅστις «ἀνατέλλει τὸν ἤλιον αὐτοῦ ἐπὶ ἀγαθοὺς καὶ πονηρούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους»15.

Ναί, λέγεις, ταῦτα πάντα εἰσὶν ἀληθῆ καὶ βέβαια· ἀλλ’ αὕτη ἡ ἐντολή ἐστι πολλὰ δύσκολος, ἐστὶν ἐναντία εἰς τὴν γνώμην τοῦ κόσμου, ἐναντία καὶ εἰς αὐτὰ εἰσὶν ἀληθῆ καὶ βέβαια· ἀλλὰ αὕτη ἡ ἐντολή ἐστι πολλὰ δύσκολος, ἐστὶν ἐναντία εἰς τὴν γνώμην τοῦ κόσμου, ἐναντία καὶ εἰς αὐτὰ τὰ ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως· ἐὰν ἀγαπῶ καὶ εὐεργετῶ ἐκεῖνον, ὅστις μὲ καταφρονεῖ, καὶ ἐπιβουλεύει τὰ ὑπάρχοντά μου καὶ τὴν τιμήν μου καὶ τὴν ζωήν μου, νομίζουσί με μωρόν, γίνομαι ὄνειδος ὅλου τοῦ κόσμου· τὸν ἐχθρόν μου καὶ ἡ καρδία μου μισεῖ, καὶ ἡ ψυχή μου ἀποστρέφεται, καὶ ὁ νοῦς μου πείθει με, ἵνα ἀναλάβω τὴν κατ’ αὐτοῦ ἐκδίκησιν. Ἀδελφέ, ὅσα εἶπες, εἰσὶ προλήψεις ἀδιάκριτοι, εἰσὶ διαλογισμοὶ σφαλεροί, εἰσὶν ἀνθρώπων ἀμαθῶν καὶ διεφθαρμένων γνῶμαι. Ὅστις ἐξετάσῃ τὸ πρᾶγμα, ὡς πρέπει, ἐκεῖνος βλέπει, ὅτι αὕτη ἡ ἐντολὴ οὐκ ἔστι δύσκολος οὐδὲ ἐναντία εἰς τὴν γνώμην τοῦ κόσμου, οὺδὲ ἀντιμαχομένη εἰς τὰ ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως.

Ὁ ἐχθρός σου, μισούμενος ὑπὸ σοῦ, δυσφημίζει πανταχοῦ τὸ ὄνομά σου· τοῦτο προξενεῖ σοι λύπην. Ὁ ἐχθρὸς μισούμενος ἐπιβουλεύει τὴν τιμήν σου· τοῦτο προξενεῖ σοι ἀγανάκτησιν. Ὁ ἐχθρὸς μισούμενος ἐμποδίζει παντὶ τρόπῳ τὴν αὔξησιν τῶν ὑπαρχόντων σου καὶ τὴν εὐτυχῆ σου κατάστασιν· τοῦτο προξενεῖ σοι θυμόν, θλίψιν, ταραχήν. Ὅταν μισῇς τὸν ἐχθρόν σου, ἀνάγκη ἐστίν, ἵνα ἐπαγρυπνῇς νύκτα τε καὶ ἠμέραν, ἵνα προκαταλαμβάνῃς τὰς ἐπιβουλὰς αὐτοῦ· ἀνάγκη ἐστίν, ἵνα προσηλώσῃς τὸ περισσότερον μέρος τῆς προσοχῆς σου, ἵνα μὴ βλάψῃ τὴν γυναῖκά σου, τὰ τέκνα σου, τοὺς συγγενεῖς σου, τοὺς δούλους σου, τὸν οἶκόν σου· πρέπει νὰ τρέχῃς ἔνθεν κακεῖθεν, παρακαλῶν τοῦτον, καὶ προσκυνῶν ἐκεῖνον, ἵνα, ὑπέρμαχοί σου γενόμενοι, ἀντισταθῶσι, καὶ ἀπαλλάξωσί σε τῆς καταδρομῆς αὐτοῦ· κάθεσαι εις τὴν τράπεζαν;ὁ ἄρτος σου γίνεταί σοι πικρός, διότι φοβεῖσαι τὸν διωγμὸν τοῦ ἐχθροῦ σου· πίπτεις εἰς τὴν κλίνην σου; ὁ ὕπνος σου ἐστὶ παρακεκομμμένος καὶ ἀνήσυχος, διότι ονειροπωλεῖς τοῦ ἐχθροῦ σου τὰ ἔνεδρα· οὐδὲ τὴν ἡμέραν ἔχεις εἰρήνην, οὐδὲ τὴν νύκτα ἠσυχίαν, οὐδὲ τὸν νοῦν σου δύνασαι νὰ προσηλώσῃς, ὡς πρέπει, εἰς τὰς ὑποθέσεις σου. Ἐὰν ἐκδικηθῇς τὸν ἐχθρόν σου, καὶ παιδεύσῃς αὐτόν, χαίρεις μὲν πρὸς ὀλίγον, ἔπειτα ἀκολουθεῖ σοι ὀ ἔλεγχος καὶ ἡ βάσανος τῆς συνειδήσεως· ἐὰν μὴ ἐκδικηθῇς αὐτόν, ἡ ἐπιθυμία τῆς ἐκδικήσεως γίνεται σκώληξ εἰς τὴν καρδίαν σου καὶ πῦρ εἰς τὰ σπλάγχνα σου. Οἱ καρποὶ λοιπὸν τῆς ἔχθρας εἰσὶ λύπη, ἀγανάκτησις, θυμός, ὀργή, φόβος, φροντίδες, ἀγῶνες, βία τοῦ νοός σου, ταραχὴ τῆς ψυχῆς σου, βάσανος τῆς καρδίας σου. Ἆράγε δὲ ταῦτα τὰ κακὰ εἰσὶ μικρά, ὑποφερτά, εὔκολα; Τούτων τῶν κακῶν ἡ ἀπλλαγὴ ἵσταται εἰς μόνην τὴν θέλησίν σου, κρέματα ὅλη ἐκ μιᾶς μόνης σταθερᾶς ἀποφάσεώς σου· ἐὰν ἀποφασίσῃς νὰ ἀγαπήσῃς τὸν ἐχθρόν σου, λυτροῦσαι ἐκ πάντων τῶν εἰρημένων κακῶν· ἐὰν ἐκριζώσῃς τὴν ἔχθραν ἀπὸ τῆς καρδίας σου, γίνεσαι περιχαρής, ἀόργητος, πρᾷος, ἄφοβος, ἀνεπιβούλευτος, ἥσυχος, εἰρηνικός, ἀτάραχος. Βάλλε ἔμπροσθέν σου ὅλα τὰ κακά, ὅσα ἐπισωρεύει σοι τὸ μῖσος τοῦ ἐχθροῦ σου, καὶ ὅλα τὰ καλά, ὅσα προξενεῖ σοι τοῦ ἐχθροῦ σου ἡ ἀγάπη, καὶ τότε βλέπεις ποῖόν ἐστι τὸ εὐκολώτερον, ἡ ἀγάπη ἤ τὸ μῖσος.

Σὺ λέγεις, ὅτι, ὅστις ἀγαπᾷ καὶ εὐεργετεῖ τὸν ἐχθρὸν αὐτοῦ, νομίζεται μωρός, καὶ γίνεται ὄνειδος ὅλου τοῦ κόσμου· λοιπόν, κατὰ τοῦτόν σου τὸν λόγον, ὁ ἅγιος προφήτης Δαβίδ, ὅστις ἠγάπα καὶ εὐηργέτει τὸν ἐχθρὸν αὐτοῦ τὸν Σαούλ, ψάλλων ἐν κινύρα, καὶ καταπραΰνων τὴν δαιμονικὴν αὐτοῦ ζάλην16, νομίζεται μωρός, καὶ ἐστὶν ὄνειδος ὅλου τοῦ κόσμου· λοιπόν, κατὰ τοῦτόν σου τὸν λόγον, ὁ ἅγιος ἀπόστολος πρωτομάρτυς καὶ πρωτοδιάκονος, ὁ Στέφανος, ὅστις κλίνας τὰ γόνατα παρεκάλεσε τὸν Θεὸν ὑπὲρ τῶν ἐχθρῶν αὐτοῦ17, τῶν λιθαζόντων αὐτόν, νομίζεται μωρὸς καὶ ὄνειδος ὅλου τοῦ κόσμου· λοιπόν, κατὰ τοῦτόν σου τὸν λόγον, οἱ θεοφόροι ἀπόστολοι, οἵτινες «λοιδορούμενοι, εὐλόγουν· διωκόμενοι, ὑπέφερον· βλασφημούμενοι, παρεκάλουν»18 τοὺς ἐχθροὺς αὐτῶν, ἦσαν μωροὶ καὶ ὄνειδος ὅλου τοῦ κόσμου· λοιπόν, κατὰ τοῦτόν σου τὸν λόγον, ὁ Ἀθανάσιος, ὁ Βασίλειος, ὁ Γρηγόριος, ὁ Χρυσόστομος, οἱ λοιποὶ ἅγιοι, ὅσοι ἠγάπησαν καὶ εὐηργέτησαν τοὺς ἐχθροὺς αὐτῶν, νομίζονται μωροί, καὶ εἰσὶν ὄνειδος ὅλου τοῦ κόσμου· ἡμεῖς ὅμως βλέπομεν, ὅτι ὅλος ὁ κόσμος νομίζει αὐτοὺς φρονιμωτέρους πάντων τῶν ἀνθρώπων, λογίζεται αὐτοὺς ἤρωας καὶ δόξαν καὶ καύχημα τῆς ἀνθρωπίνης φύσεως, καὶ ψάλλει καθ’ ἑκάστην τὰ ἐγκώμια καὶ ἔπαινα τῆς ἁγιωσύνης αὐτῶν, εὐχόμενος, ἵνα γένηται μέτοχος τῆς τιμῆς καὶ δόξης αὐτῶν. Βλέπεις, λοιπόν, ὅτι ἀδίκως συκοφαντεῖς ὅλον τὸν κόσμον; δύο ἤ τρεῖς, ἤ δέκα καὶ περισσότεροι ἀμαθεῖς καὶ διεφθαρμένοι ἀσυλλόγιστοι καὶ δοῦλοι τῶν παθῶν αὐτῶν, οἵτινες λέγουσιν, ὅτι, ἐὰν μὴ ἐκδικηθῇς τὸν ἐχθρόν σου, νομίζεσαι μωρὸς καὶ ὄνειδος ὅλου τοῦ κόσμου, αὐτοὶ εἰσὶν ὅλος ὁ κόσμος; οὐχί· αὐτοὶ οὐκ εἰσὶν ὅλος ὁ κόσμος, ἀλλ’ ἡ μωρία καὶ τὸ ὄνειδος ὅλου τοῦ κόσμου καὶ ἡ αἰσχύνη πάσης τῆς ἀνθρωπίνης φύσεως.

Ἔρχομαι καὶ εἰς τὴν ἐξέτασιν τῶν ἰδιωμάτων τῆς ἀνθρωπίνης φύσεως· ἰδίωμα πρῶτον καὶ κύριον καὶ οὐσιῶδες τῆς ἀνθρωπίνης φύσεώς ἐστι τὸ εἰς αὐτὴν δοθὲν ὑπὸ τοῦ Θεοῦ λογικόν· τοῦ λογικοῦ ἰδιόν ἐστιν ἡ ὀρθὴ κρίσις· τῆς ὀρθῆς κρίσεως ἴδιον ἡ ἐκλογὴ τοῦ δικαίου· ὅ,τι λοιπὸν ἐστι δίκαιον, ἐκεῖνο οὐκ ἔστιν ἐναντίον εἰς τὰ ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως, ἀλλὰ προσφυές, οἰκεῖον, κατάλληλον καὶ φυσικόν. Ἐπειδὴ δὲ ἡ πρὸς τοὺς ἐχθροὺς ἀγάπη ἐστὶν ἔργον δίκαιον, φανερὸν ἔστιν, ὅτι οὐκ ἔστιν ἐναντίον, ἀλλ’ οἰκεῖον τῷ ἀνθρώπῳ καὶ φυσικόν. Ἀλλ’ ἡ πρὸς τοὺς ἐχθροὺς ἀγάπη, λέγεις, ἐστὶν ἔργον δίκαιον; ναί· μὴ ταράττεσαι, πρὶν ἤ ἀκούσῃς τὴν ἀπόδειξιν· τάδε λέγει Κύριος· «Καθὼς θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως»19. Τὶ λέγεις; ὁμολογεῖς, ὅτι τοῦτό ἐστιν δίκαιον; Ἐὰν ἀμφιβάλλῃς, ἐρώτησον πάσης θρησκείας ἄνθρωπον· ἐρώτησον Χριστιανούς, Ἑβραίους, Μωαμεθίτας, εἰδωλολάτρας, ἐρώτησον πάντας, καὶ αὐτοὺς τοὺς ἀπίστους καὶ ἀθέους· πάντες ἑνὶ στόματι ἀποκριθήσονταί σοι, ὅτι ὁ νόμος οὗτος ἐστι δίκαιος καὶ τῷ ἀνθρώπῳ κατάλληλος. Εἰπὲ οὖν τὶ θέλεις καὶ τὶ ζητεῖς παρὰ τοῦ ἐχθροῦ σου; εὐεργεσίαν ἤ καταδρομήν; ὠφέλειαν ἤ βλάβην; τὶ θέλεις; ἵνα σὲ ἀγαπᾷ, ἤ ἵνα σὲ κατατρέχῃ; καθὼς θέλεις, ἵνα ποιήσῃ ὁ ἐχθρός σου ἐπὶ σοί, ποίησον καὶ σὺ τῷ ἐχθρῷ σου ὁμοίως· «Καθὼς θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως». Σὺ θέλεις ἀναμφιβόλως, ἵνα ὁ ἐχθρός σου παύσῃ τὸν διωγμόν, τὴν καταδρομήν, τὰς ἐπιβουλάς, τὴν ἔχθραν, θέλεις, ἑνὶ λόγῳ, ἵνα ἀγαπήσῃ σε· παῦσαι, λοιπὸν σὺ τὴν δυσμένειαν, λύσον τὸν δεσμὸν τῆς ἔχθρας, καὶ ἀγάπησον αὐτόν. Βλέπετε πόσον ἡ ἐντολὴ τῆς πρὸς τοὺς ἐχθροὺς ἀγάπης μακρὰν ἀπέχει ἀπὸ τῆς ἐναντιότητος τῶν φυσικῶν ἰδιωμάτων, καὶ πόσον δικαία, ἑπομένως οἰκεία καὶ κατάλληλός ἐστιν εἰς τὴν ἀνθρώπινον φύσιν;

Ἀλλ’ ἐὰν ἡ ἐντολὴ αὕτη ὑπάρχῃ οἰκεία καὶ κατάλληλος εἰς τὴν φύσιν, διὰ τὶ ἡ καρδία μου σφαδάζει ἐναντίον τοῦ ἐχθροῦ μου καὶ ὁρμῶ, ἵνα θύσω καὶ ἀπολέσω αὐτόν; Διότι ἡ καρδία μου οὐκ ἔχει τὴν ὑγιεινὴν καὶ φυσικὴν αὐτῆς κατάστασιν, ἀλλ’ ἐστὶν ἄῤῥωστος καὶ διεφθαρμένη ὑπὸ τῆς κακίας μου. Διὰ τὶ ἡ ψυχή μου τοσοῦτον βιαίως ζητεῖ τὴν ἐκδίκησιν κατὰ τοῦ ἐχθροῦ μου; διότι ἐστὶ γυμνὴ πάσης ἀρετῆς καὶ ἔρημος τῆς Θείας Χάριτος. Διὰ τὶ ὁ νοῦς μου πείθει με τοσοῦτον ἰσχυρῶς, ἵνα μισῶ τὸν ἐχθρόν μου; διότι ἐστὶν ἐσκοτισμένος ὑπὸ τῶν παθῶν μου· διότι τὰ ἁμαρτήματά μου ἀμβλύνουσι τὴν διακριτικὴν αὐτοῦ δύναμιν· κατ’ ἐκείνας τὰς ὥρας, εἰς τὰς ὁποίας ἠσυχάζουσιν ὀλίγον τῶν παθῶν μου τὰ κύματα, τότε ὁ νοῦς μου διδάσκει με, λέγων· Ἡ ἔχθρα βλάπτει τὴν ψυχὴν καὶ τὸ σῶμα, ἡ ἔχθρα ἐξαφανίζει σε· καταλλάγηθι τῷ πολεμίῳ σου, μετάβαλε τὸν ἐχθρόν σου εἰς φίλον· τοῦτο ὠφελεῖ τὴν ψυχήν σου, τοῦτο εἰρηνεύει τὴν ζωήν σου. Ἀλλ’ ἕως οὖ νὰ ἀποφασίσω, ἐγείρεται τῶν παθῶν μου τὸ κῦμα, τὸ ὁποῖον τὸν μὲν νοῦν μου σκοτίζει, τὴν δὲ θέλησίν μου διαστρέφει, ἐμὲ δὲ καταποντίζει.

Ἀλλ’, ὦ ἄνθρωπε, ἵνα πληροφορηθῇς, ὅτι, μὴ θέλων ἀγαπῆσαι τὸν ἐχθρόν σου, οὐδεμίαν ἔχεις ἀπολογίαν, ἔστω ἐξ ὑποθέσεως, ὅτι τοῦτο τὸ ἔργον ἐστὶ δύσκολον, ἐναντιοῦται εἰς τὴν γνώμην τοῦ κόσμου, καὶ μάχεται τὰ ἰδιώματα τῆς φύσεως. Ὁ Θεός, ὁ δημιουργὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ πάντων τῶν ὁρατῶν καὶ ἀοράτων κτισμάτων· ὁ Θεός, ὁ πλάστης καὶ κύριος καὶ δεσπότης τοῦ ἀνθρώπου· ὁ Θεός, ὅστις δίδωσιν εἰς τὸν ἄνθρωπον τὴν ὕπαρξιν, τὴν ζωήν, τὴν τροφὴν καὶ ὅ,τι ἄλλο ἔχει ὁ ἄνθρωπος· ὁ Θεός, ὅστις δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατῆλθεν ἀπὸ τοῦ ὕψους τῆς θείας αὐτοῦ δόξης εἰς τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης καταστάσεως, καὶ ἐταπείνωσεν ἑαυτὸν μορφὴν δοῦλου λαβών, καὶ γενόμενος ἄνθρωπος ὁ Θεός, ὅστις διὰ τὴν ἀγάπην τοῦ ἀνθρώπου, ὡς βρέφος ἐκλαυθμήρισεν εἰς τὸ ἐν Βηθλεὲμ σπήλαιον, ὡς ἄνθρωπος ἔχυσε δάκρυα ἐπὶ τὴν Ἱερουσαλὴμ καὶ εἰς τὸ μνημεῖον τοῦ Λαζάρου, ὡς δοῦλος ἔπλυνε τοὺς πόδας τῶν μαθητῶν· ἐκεῖνος, ὅστις δι’ ἀγάπην τοῦ ἀνθρώπου παρέθηκεν εἰς τὰ θυσιαστήρια τὸ πανάγιον αὐτοῦ σῶμα καὶ τὸ αἷμα, ἵνα, μεταλαμβάνοντες αὐτό, μένωμεν διὰ παντὸς συνενωμένοι μετ’ αὐτοῦ· ἐκεῖνος, ὅστις διὰ τὴν σωτηρίαν τοῦ ἀνθρώπου ἔπαθεν ἐπὶ Ποντίου Πιλάτου, ἐσταυρώθη ἐν μέσῳ δύο ληστῶν, ἐγεύθη ὄξους καὶ χολῆς, ἀπέθανε κρεμάμενος ἐπὶ τοῦ σταυροῦ· ἐκεῖνος, ὅστις πάλιν ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς· ἐκεῖνος, ὅστις πρὸ καταβολῆς κόσμου ἡτοίμασε βασιλείαν αἰώνιον εἰς τοὺς ὑπακούοντας τὰ θεῖα αὐτοῦ προστάγματα· ἐκεῖνος, ὅστις ἐπὶ σταυροῦ κρεμάμενος εὐχήθη ὑπὲρ τῶν ἐχθρῶν αὐτοῦ, δικαιολογήσας αὐτούς, καὶ εἰπῶν «Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τὶ ποιοῦσιν!»20· αὐτός ἐστιν ἐκεῖνος, ὅστις προστάττει, ἵνα ἀγαπῶμεν τοὺς ἐχθροὺς ἡμῶν· «Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν»21. Ἆρά γε αὐτὸς οὐκ ἔχει ἐξουσίαν, οὐκ ἔχει δικαίωμα, οὐκ ἔχει λόγον ζητῆσαι παρ’ ἡμῶν διὰ τὸ συμφέρον ἡμῶν, καὶ τὸ δύσκολον, καὶ τὸ ἀντιμαχόμενον εἰς τὸν κόσμον, καὶ εἰς τὰ φυσικὰ ἰδιώματα; ἔχομεν δὲ ἆρά γε ἡμεῖς ἐξουσίαν, ἤ δικαίωμα, ἤ λόγον πρὸς τὸ μὴ ὑπακούειν εἰς τὸ θεῖον αὐτοῦ πρόσταγμα, κἄν δύσκολον, κἄν ἐναντίον ἡμῖν, καὶ ταῦτα πρὸς βλάβην καὶ ἀφανισμὸν ἡμῶν; Ἐὰν δύσκολον, αὐτὸς ὁ τοῦτο προστάξας, παντοδύναμος ὥν, ποιεῖ οὐ μόνον τὸ δύσκολον εὔκολον, ἀλλὰ καὶ τὸ ἀδύνατον δυνατόν· «Τὰ ἀδύνατα», εἶπεν αὐτός, «παρὰ ἀνθρώποις, δυνατά ἐστι παρὰ τῷ Θεῷ»22. Ἐάν, ἐναντίον τῆς γνώμης τοῦ κόσμου, αὐτὸς ἔδωκεν εἰς τὰς χεῖρας τοῦ εἰς αὐτὸν πιστεύοντος τὴν νίκην τοῦ κόσμου, διότι «τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰμὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ»23; Ἐάν, ἐναντίον τῶν ἰδιωμάτων τῆς φύσεως, αὐτός, ὁ δοὺς τὰ ἰδιώματα εἰς τὴν φύσιν, μεταβάλλει αὐτὰ ὡς βούλεται· ἤ ἀγνοεῖς, ὅτι καὶ τὸ φῶς τοῦ ἠλίου μετέβαλεν εἰς σκότος, καὶ τὸ σκότος τῶν τυφλῶν μετέβαλεν εἰς φῶς, δοὺς εἰς αὐτοὺς ὅμματα; ἤ οὐκ οἶδας, ὅτι καὶ τὴν κώφωσιν μετέβαλεν εἰς εὐηκοΐαν, ἀνοίξας τὰ ὧτα τῶν κωφῶν, καὶ τὴν ἀκινησίαν εἰς κίνησιν, δοὺς εὐκινησίαν εἰς τοὺς παραλύτους, καὶ τὸν θάνατον εἰς ζωήν, ἀναστήσας ἐκ νεκρῶν καὶ αὐτοὺς τοὺς τεταρταίους καὶ ὀδωδότας; Αὐτός, ὅταν μόνον θελήσωμεν, ἐπειδὴ οὕτως ἐπρόσταξεν, εὐκολύνει τὸ δύσκολον, δίδωσι τὴν κατὰ τῆς γνώμης τοῦ κόσμου νίκην, μεταβάλλει τῆς φύσεως τὸ ἰδίωμα ἀπὸ τῆς ἀνυποταξίας εἰς τὴν ὑπακοήν. Ποίαν, λοιπόν, νόμιμον ἀπολογίαν ἤ κἄν πρόφασιν εὐλογοφανῆ ἔχῃ ἐκεῖνος, ὅστις, παρακούων τοῦ Θεοῦ τὸ πρόσταγμα, μισεῖ τὸν ἐχθρὸν αὐτοῦ;

Ὁ φιλανθρωπότατος Θεός, ὅστις προνοεῖ οὐ μόνον διὰ τὴν αἰώνιον σωτηρίαν τῆς ψυχῆς ἡμῶν, ἀλλὰ καὶ διὰ τὴν πρόσκαιρον τῆς ζωῆς ἡμῶν εὐτυχῆ κατάστασιν, θέλων ἀπαλλάξαι ἡμᾶς ἀπὸ τοῦ πλήθους τῶν μεγάλων κακῶν, ὅσα προξενεῖ ἡ ἔχθρα, ἔδωκεν ἐντολὴν ἁγίαν καὶ σωτήριον· «Ἀγαπᾶτε», εἶπε, «τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποεῖτε»24. Εἰς τοὺς φύλακας τῶν ἐντολῶν αὐτοῦ ὑπεσχέθη ἀνταπόδοσιν ἑκατονταπλάσιον· «Ἑκατονταπλασίονα λήψεται»· εὐλογίαν πατρικήν· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου»25· βασιλείαν αἰώνιον· «Κληρονομήσατε τὴν ἡτοιμασμένην βασιλείαν ἀπὸ καταβολῆς κόσμου»26· βασιλείαν αἰώνιον· «Κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου»· ὑπεσχέθη χαρὰν δεσποτικὴν καὶ ἀνεκλάλητον· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου»27· ὑπεσχέθη μακαριότητα ἀτελεύτητον· «Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὅν ἐλθὼν ὁ Κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως»28. Εἰς δὲ τοὺς ἀγαπῶντας τοὺς ἐχθροὺς οὐ μόνον ταῦτα πάντα ὑπεσχέθη, εἰπών· «Καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς»29, ἀλλὰ καὶ ἄλλο τι ὑπέσχετο ἀνώτερον τούτων καὶ ὑπέρτερον, ἤγουν τὴν υἱοθεσίαν· «Καὶ ἔσεσθε υἱοὶ ὑψίστου». Ποία δὲ γλῶσσα ἀνθρώπινος δύναται νὰ παραστήσῃ εἰς πόσην δόξαν καὶ τιμήν, εἰς πόσην χαρὰν καὶ ὕψος ἀναβαίνει ὁ καταξιωθεὶς γενέσθαι υἱὸς τοῦ Θεοῦ; Τὶ λοιπὸν ἀποφασίζετε, ἀδελφοί; ὑπακούετε ἤ μένετε στερεοὶ εἰς τὴν ὀλέθριον καὶ ψυχοφθόρον παράβασιν τῆς ἐντολῆς αὐτοῦ, μισοῦντες διὰ παντὸς τοὺς ἐχθροὺς ὑμῶν;

«Πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν30.  – Ἐὰν δὲ ἀθετήσας τις τὸν νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἤ τρισὶ μάρτυσιν ἀποθνήσκῃ»31· ὁ καταπατήσας τὸ πρόσταγμα τοῦ υἱοῦ τοῦ Θεοῦ οὐχὶ ἐπὶ δυσὶν ἤ τρισὶ μάρτυσιν, ἀλλ’ ἐνώπιον πάντων τῶν ἀνθρώπων, πόσης τιμωρίας ἐστὶν ἄξιος; Ὁ νόμος οὗτος «Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν»32 ἐστὶ τοσοῦτον σαφὴς καὶ ἐκπεφασμένος, ὥστε οὐδὲ ἐξήγησιν ἐπιδέχεται, οὐδὲ κἄν παραμικρὰν ἀμφιβολίαν ἐπιφέρει· ἡ τούτου ἐκπλήρωσις οὐκ ἔστι δύσκολος, οὐδὲ ἀντίκειται εἰς τὰ ἰδιώματα τῆς φύσεως· ἐπαινεῖ δὲ ὁ κόσμος τοὺς ἀγαπήσαντας τοὺς ἐχθρούς, καὶ διὰ πολλῶν ἐγκωμιάζει ἐπαίνων· τοὺς παραβάτας τῶν ἐντολῶν τοῦ Θεοῦ οὐδὲν ἕτερον περιμένει εἰ μὴ πῦρ αἰώνιον, βρυγμὸς ὀδόντων, σκώληξ ἀκοίμητος, κόλασις ἀτελεύτητος· τοῦτο ἐστιν ἡ εὐαγγελικὴ ἀπόφασις. Τὶ λοιπὸν ἀποφασίζομεν ὅσοι μισοῦμεν τοὺς ἐχθρούς;

Ἐὰν πιστεύητε, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἐστὶν ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· ἐὰν πιστεύητε, ὅτι αὐτὸς ἔρχεται πάλιν κρῖναι ζῶντας καὶ νεκρούς· ἐὰν πιστεύητε, ὅτι «οἱ τὰ ἀγαθὰ ποιήσαντες» ἀνίστανται, ἵνα ἀπολαύσωσι τὴν μακαρίαν ζωήν, «Οἱ δὲ τὰ φαῦλα πράξαντες»33, ἵνα κατακριθῶσιν εἰς τὴν αἰώνιον κόλασιν· ἐὰν πιστεύητε, ὅτι, ὅσοι ἀποθάνωσιν ἔχοντες τὴν ἔχθραν εἰς τὴν καρδίαν αὐτῶν, ἐκεῖνοι οὐ δύνανται στῆναι ἐνώπιον τοῦ Θεοῦ, ἐπειδὴ ὁ Θεὸς ἀγάπη ἐστί34, μόνοι δὲ ἐκεῖνοι βλέπουσι τὸ θεῖον αὐτοῦ πρόσωπον, καὶ μένουσι διὰ παντὸς μετ’ αὐτοῦ, ὅσοι ἐκριζώσωσι τὴν ἔχθραν ἀπὸ τῆς καρδίας αὐτῶν, καὶ φυτεύσωσι πάλιν τὴν ἀγάπην, δεῦτε καὶ προσπέσωμεν ἐπὶ τοὺς πόδας τοῦ παντελεήμονος καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ κατανύξεως καὶ δακρύων ἐκβοῶντες πρὸς αὐτόν· Πανοικτίρμων Κύριε, δέσποτα φιλάνθρωπε, ἡμάρτομεν ἐνώπιόν σου· σὺ μέν, διὰ τὴν ψυχικὴν ἡμῶν σωτηρίαν καὶ τὴν εἰρηνικὴν κατάστασιν τῆς προσκαίρου ζωῆς ἡμῶν, ἔδωκας ἐντολὴν καὶ εἴπας «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ἡμῶν»· ἡμεῖς δέ, πονηροὶ καὶ ἀνόητοι, περιφρονήσαντες τὸ θεῖον καὶ σωτηριῶδές σου πρόσταγμα, ἐμισήσαμεν τοὺς ἐχθροὺς ἡμῶν· Μακρόθυμε, δεῖξον εἰς ἡμᾶς τὰ ἐλέη σου. πολυεύσπλαγχνε, σπλαγχνίσθητι ἐπὶ τὴν ἀσθένειαν ἡμῶν, ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· ἡμεῖς δὲ ὑποσχόμεθά σοι, ὅτι καταλλαγὴν ποιήσομεν μετὰ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἐξῆς ἀγαπήσομεν ἀλλήλους ὡς μέλη ἑνὸς καὶ τοῦ αὐτοῦ σώματος, σοῦ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Ἐὰν τὶς εὑρίσκηται, ὅστις μηδὲ νὰ ἀκούσῃ θέλει τὴν προσευχὴν ταύτην, μηδὲ νὰ ὑποσχεθῇ ταύτην τὴν ὑπόσχεσιν, ἡμεῖς μὲν κλαίομεν νῦν καὶ θρηνοῦμεν ἐπὶ τῷ ἀπελπισμῷ τῆς ψυχῆς αὐτοῦ καὶ τῇ αἰωνίῳ αὐτοῦ καταδίκῃ· ἐκεῖνος δέ, ὅταν ἔλθῃ ἡ φοβερὰ ὥρα τοῦ πικροῦ θανάτου αὐτοῦ, βλέπων ὅσα νῦν ἤκουσε, μετανοήσει ἀνωφελῶς, καὶ κλαύσει ματαίως ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ.

Μὴ γένοιτο, Κύριε!

 

_______________________

Σημειώσεις :

  1. Λουκ. στ΄, 35.
  2. Ἔξ. κ΄, 21.
  3. Ματ. ιθ΄, 21.
  4. ὅρα τὸν Ναζιανζ., Ἠσ. ε΄, 36.
  5. Ματ. ιθ΄, 21.
  6. αὐτ. ιθ΄, 12.
  7. αὐτ. ε΄, 44.
  8. αὐτ. κβ΄, 39.
  9. Ἔξοδ. κη΄, 4,5.
  10. Δευτ. ζ΄, 1,2.
  11. αὐτ. κγ΄, 6.
  12. Ἀριθ. κε΄, 17, 18.
  13. Ματ. ε΄, 43.
  14. αὐτ. 17.
  15. αὐτ. 44.
  16. Ματ. ε΄, 45.
  17. Α΄ Βασ. ιστ΄, 23.
  18. Πραξ. ζ΄, 60.
  19. Α΄ Κορ. δ΄, 12, 13.
  20. Λουκ. στ΄, 21.
  21. Λουκ. κγ΄, 34.
  22. Ματ. ε΄, 44.
  23. Λουκ. ιη΄, 27.
  24. Α΄ Ἰωαν. ε΄, 5.
  25. Λουκ. στ΄, 35.
  26. Ματ. ιθ΄, 29.
  27. αὐτ. κε΄, 34.
  28. αὐτ. 21.
  29. αὐτ. κστ΄, 46.
  30. Λουκ. στ΄, 35.
  31. Ἑβρ. ε΄, 2.
  32. αὐτ. ι΄, 28.
  33. Ματ. ε΄, 44.
  34. Ἰωαν. ε΄, 29.
  35. Α’ Ἰωαν. δ΄, 16.

 

 

[Από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 13 – Έκδοσις 1840)]

 

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes