– Μπορούν οι άνθρωποι να γνωρίζουν με ποιον τρόπο και για ποιο σκοπό ο Θεός παιδεύει αμαρτωλούς και δικαίους;
– Γιατί υπάρχουν αμαρτωλοί που ευτυχούν και δίκαιοι που παιδεύονται;
– Ποιους από τους αμαρτωλούς ο Θεός παιδεύει;
– Γιατί ο Θεός δεν παιδεύει τον αμαρτωλό αμέσως μετά την διάπραξη της αμαρτίας;
– Υπάρχουν παιδαγωγίες του Θεού που οι άνθρωποι περιφρονούν;
– Είναι όλες οι παιδαγωγίες που συμβαίνουν στους ανθρώπους εκ Θεού; Ή μήπως είναι τυχαία γεγονότα ή αποτελέσματα της φύσεως;
***
Ἀρχιεπισκόπου Ἀστραχὰν καὶ Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ὁμιλία μετὰ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον τῆς Κυριακῆς τοῦ Τυφλοῦ
Τὴν ἀπορίαν διὰ τὴν ἐκ γενετῆς τύφλωσιν τοῦ τυφλοῦ ἔλυσεν ὁ Θεάνθρωπος Ἰησοῦς, εἰπών, ὅτι αὐτὸς ἐγεννήθη τυφλός, ἵνα δοξασθῇ ἐπ’ αὐτῷ ὁ Θεός. Ἀλλ’ αἱ τιμωρίαι, διὰ τῶν ὁποίων ἄχρι τῆς σήμερον βλέπομεν παιδευομένους πολλοὺς ἀνθρώπους, εἰς τοιοῦτον βυθὸν ἀπορίας κατακρημνίζουσι τοὺς ἀνευλαβεῖς καὶ αὐθάδεις, ὥστε καὶ γλῶσσαν κινοῦσι κατὰ τῆς πανσόφου προνοίας τοῦ ἀπειροδυνάμου Θεοῦ. Καὶ δικαίους βλέπομεν παιδευομένους καὶ ἁμαρτωλούς, καὶ δικαίους βλέπομεν ἀποθνήσκοντας ἐν ἀνέσει καὶ εὐτυχίᾳ, καὶ ἁμαρτωλοὺς ὁμοίως. Ἀληθῶς «Τὰ κρίματα τοῦ Κυρίου ἄβυσσος πολλή1. – Ἀνεξερεύνητά εἰσι τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὀδοὶ αὐτοῦ2». διότι τίς ποτε ἐδυνήθη νὰ γνωρίσῃ τοῦ Κυρίου τὰ διανοήματα;ἤ ταὶς ἐγένετο αὐτοῦ σύμβουλος; Τὸ διανοητικὸν ὅμως, ὅπερ ὁ Θεὸς ἐχάρισεν εἰς πάντα ἄνθρωπον, ὁδηγούμενον ὑπὸ τοῦ φωτὸς τῶν ἁγίων γραφῶν, δύναται ὁπωσοῦν νὰ εὕρῃ τὸν λόγον τῶν τιμωριῶν, δι’ ὧν ὁ Θεὸς εἰς τὸν κόσμον τοῦτον παιδεύει τινὰς ἀνθρώπους.
Ἡμεῖς ἀναγινώσκομεν εἰς τὰς θείας γραφάς, καὶ ἔτι ἄχρι τῆς σήμερον βλέπομεν ἄλλους μὲν ἁμαρτωλοὺς παιδευομένους ὑπὸ τοῦ Θεοῦ, ἄλλους δὲ διαμένοντας χωρὶς τιμωρίας, καὶ εὐτυχοῦντας· παιδεύει ὁ Θεὸς τὸν Κάϊν, τὸν Φαραώ, τὸν Ναδάβ, τὸν Ἀβιούδ, τὸν Σαούλ, τὸν Ἀβεσσαλώμ, τὸν Ἀχαάβ, τὸν Ναβουχοδονόσορ, καὶ ἄλλους ἀναριθμήτους ἁμαρτωλούς· Ὁ Ῥοβοάμ,ὁ Ἀβιού, ὁ Ἀμβρί, ὁ Ἰηού, ἄνθρωποι πονηρότατοι καὶ τῆς εὐσεβείας ἀποστάται, κοιμῶνται ἐν εἰρήνῃ, καὶ θάπτονται μετὰ τῶν πατέρων αὐτῶν. Τὰ αὐτὰ γίνονται ἄχρι τῆς σήμερον ἡμέρας· ἄλλοι μὲν τῶν ἁμαρτανόντων παιδεύονται, ἄλλοι δὲ ἀποθνήσκουσιν ἐν εἰρήνη. Διὰ τὶ ἆρά γε τοῦτο; διότι, ἐὰν ὁ Θεὸς ἐπαίδευεν εἰς τὸν κόσμον τοῦτον πάντας τοὺς ἁμαρτάνοντας, ἡ ἀρετὴ ἐγίνετο ἀναγκαστικῶς καὶ οὐχὶ θεληματικῶς· τότε ἔπραττε κάθεὶς τὴν ἀρετὴν οὐχὶ ἐξ ἰδίως ἐκλογῆς, καθότι ἐστὶ καλὴ καὶ ὠφέλιμος, ἀλλ’ ἐξ ἀνάγκης, φοβούμενος τὴν ταχυνὴν καὶ ἄφευκτον τιμωρίαν. Ὅθεν ἡ μὲν ἀρετὴ ὑστερεῖτο τοῦ χαρακτῆρος αὐτῆς, ἤγουν τοῦ ἐπιθυμητὴ αὐτὴ καθ’ ἑαυτήν· ὁ δὲ Θεὸς διὰ τοὺς νόμους τῆς δικαιοσύνης αὐτοῦ οὐκ ἠδύνατο στεφανῶσαι τοὺς ἐναρέτους· ἐπειδὴ οὐδὲ διὰ τὴν ἀγάπην αὐτοῦ, οὐδὲ διὰ τὸν ἔρωτα τοῦ καλοῦ, οὐδὲ διὰ τὴν ἀπόλαυσιν τῆς αἰωνίου βασιλείας, οὐδὲ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀτελευτήτου κολάσεως, μόνον δὲ διὰ τὸν φόβον τῆς αἰσθητῆς καὶ προσκαίρου τιμωρίας κατώρθωσαν τὴν ἀρετήν· οὐδείς, λέγω, τότε ὁ τῆς ἀρετῆς μισθός· διότι τότε ὑπετάσσετο ὁ ἄνθρωπος εἰς τοὺς νόμους, καθὼς ὁ ἵππος εἰς τὸν χαλινόν, καὶ ὁ βοῦς ὑποκάτω εἰς τὸν ζυγόν, φοβούμενοι, ὁ μὲν τὴν μάστιγα, ὁ δὲ τὴν βουκέντραν. Ἐὰν ὁ Θεὸς ἐπαίδευε πάντας τοὺς ἁμαρτωλοὺς εἰς τὴν παροῦσαν ζωήν, τὸ μὲν κριτήριον τὸ μέλλον ἐγίνετο περιττόν, οἱ δὲ ἄνθρωποι, βλέποντες τὰς ἀνταποδόσεις τῶν ἔργων εἰς τὸν πρόσκαιρον βίον, ἐνόμιζον, ὅτι εἰσὶ φθαρτοὶ καὶ θνητόψυχοι. Ἐπειδὴ δὲ πιστεύομεν, ὅτι ὁ Θεὸς ἐστὶ δικαιότατος, βλέποντες τινὰς τῶν ἁμαρτωλῶν μὴ παιδευομένους εἰς τὴν παροῦσαν ζωήν, πληροφορούμεθα, ὅτι ἐστὶ καὶ ἑτέρα ζωὴ μέλλουσα, καὶ ὅτι ἔρχεται ἡμέρα,ἐν ᾗ ὁ Θεὸς θέλει παιδεύσει ἐκείνους τοὺς ἁμαρτωλούς, ὅσοι ἔμειναν ἀτιμώρητοι· παιδεύει δέ τινας τῶν τὰς θείας Αὐτοῦ ἐντολὰς καταφρονούντων, ἵνα συστείλῃ καὶ φοβήσῃ τοὺς πονηροὺς καὶ διεστραμμένους, καὶ δείξῃ, ὅτι προνοεῖ καὶ βλέπει τὰ ἔργα τῶν ἀνθρώπων· διότι, ἐὰν πάντες οἱ ἐργάται τῆς ἀνομίας ἔμενον ἀτιμώρητοι, ὑπερεπερίσσευεν ἡ ἁμαρτία, ἀνυποστόλως ἐξεδίδοντο οἱ ἄνθρωποι εἰς τὰ πονηρὰ ἔργα, καὶ ἠρνοῦντο τοῦ παντοδυνάμου Θεοῦ τὴν πρόνοιαν.
Ἀλλὰ τίνας ἆρά γε τῶν ἁμαρτωλῶν παιδεύει ὁ Θεὸς εἰς τὴν παροῦσαν ζωήν, τίνας δὲ ἐγκαταλείπει ἀτιμωρήτους; Τινὲς νομίζουσιν, ὅτι ἐκείνους παιδεύει ὁ Θεὸς εἰς τὴν πρόσκαιρον ζωήν, ὅσους διὰ τὸ πολὺ πλῆθος τῶν ἀνομιῶν αὐτῶν πολλὰ ἐμίσησε, καὶ ὑπερβολικὰ κατ’ αὐτῶν ὠργίσθη· ἐκείνους δὲ ἀφίησιν ἀτιμωρήτους, ὅσοι ὀλίγα τινὰ καὶ μέτρια ἁμαρτήματα ἔπραξαν· ἡμεῖς ὅμως βλέπομεν τὸ ἐναντίον εἰς τὰς ἁγίας γραφάς· διότι περὶ μὲν τῶν τιμωρουμένων ἁμαρτωλῶν λέγει τὸ πνεῦμα τὸ ἅγιον, «Ὅν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱόν, ὅν παραδέχεται»3· περὶ δὲ τῶν ἁμαρτανόντων καὶ μὴ παιδευομένων, «Οὐ μὴ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσιν· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον»4. Ἐκ τούτων τίς οὐ καταλαμβάνει, ὅτι ὅσοι μὲν ἁμαρτωλοὶ παιδεύονται εἰς τὴν παρούσαν ζωήν, ἐκείνους, ἐπειδὴ ὀλίγα ἥμαρτον, ἔτι ἀγαπᾶ ὁ Θεός, καὶ διὰ τῆς παιδείας προσκαλεῖ αὐτοὺς εἰς μετάνοιαν, καὶ δέχεται αὐτοὺς ὡς υἱοὺς αὑτοῦ, ὅταν μετανοήσωσιν, ὅσοι δὲ πάλιν ἁμαρτάνουσι, καὶ οὐδόλως παιδεύονται, ἐκεῖνοι εἰσὶν ἀνεπίσκεπτοι διὰ τὸ βάρος τῶν ἀνομιῶν αὐτῶν, καὶ ὑπὸ Θεοῦ ἐγκαταλελειμμένοι; Καὶ ἀληθῶς οἱ μὲν παιδευόμενοι ἤ μετανοοῦσι, καὶ, λαμβάνοντες τὴν τελείαν τῶν ἁμαρτημάτων συγγνώμην, ἀπαλλάττονται τῆς αἰωνίου κολάσεως· ἤ, καὶ ἐὰν μείνωσιν ἀδιόρθωτοι, ἐλαττοῦται διὰ τὰς βασάνους, ἅς ὑπέμειναν, ἡ προσδεχομένη αὐτοὺς μέλλουσα κόλασις· τοῦτο αὐτὸς ὁ Θεὸς ἐπιβεβαιοῖ· Ῥαβδίζω, λέγει, ἐγὼ τοὺς ἁμαρτωλοὺς διὰ τὰς ἀνομίας αὐτῶν, καὶ μαστίζω αὐτοὺς διὰ τὰς ἀδικίας αὐτῶν, ὅμως αὐτὴ ἡ τιμωρία ἐστὶν ἐπίσκεψις, ἐπειδὴ δι’ αὐτὴν ἐκχέω τὸ ἔλεός μου ἐπ’ αὐτούς· «Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὑ μὴ διασκεδάσω ἀπ’ αὐτῶν»5. Οἱ δὲ ἁμαρτωλοί, οἱ παντελῶς ἐν τῇ παρούσῃ ζωῇ μὴ τιμωρούμενοι, οὐδέποτε ἔρχονται εἰς μετάνοιαν, ἀποθησαυρίζεται δὲ αὐτοῖς ἐν τῷ μέλλοντι αἰῶνι πᾶσα ἡ παίδευσις· φυλάσσεται ὁ ἀσεβὴς ἐν ἡμέρᾳ κακῇ6. Ἐκ τούτου εἷς τῶν ἀρχαίων σοφῶν ἔλεγε· Πᾶς ἄνθρωπος, ὅστις γνωρίζει, ὅτι ἥμαρτε, παρακαλείτω τὸν Θεόν, ἵνα παιδεύσῃ αὐτόν7. διότι καλὸν μέν ἐστι τὸ νὰ μὴ παράξωμεν ἔργα ἄξια τιμωρίας· ἐὰν δὲ καὶ ἐπράξαμεν ἔργον ἄξιον τῆς κολάσεως, ἵνα τοιουτοτρόπως παιδευθῶμεν, ὥστε, λαβόντες εἰς τὸν κόσμον τοῦτον τὴν πρέπουσαν ἡμῖν παίδευσιν, νὰ ἀναπαυθῶμεν μετὰ ταῦτα εἰς τοῦ Ἁβραὰμ κόλπους. Ἕκαστος οὖν, συνειδὼς ἑαυτῷ ἁμαρτίαν, εὐχέσθω κολασθῆναι· γὰρ τὸ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι· εἰ δέτι ἄξιον κολάσεως πεποιήκαμεν, οὕτω κολασθῶμεν, ὥστε ἐνθάδε μὲν ἀπολαβεῖν, μετὰ δὲ ταῦτα εἰς τοὺς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι.
Ἀλλὰ βλέπομεν, ὅτι καὶ εἰς τοὺς δικαίους τὰ αὐτὰ συμβαίνουσιν· ἄλλοι δηλονότι δίκαιοι εὐτυχεῖς εἰσιν εἰς τὴν παρούσαν ζωὴν καὶ δεδοξασμένοι, ἄλλοι δὲ πάσχουσι καὶ διώκονται. Ὁ μὲν Ἰωσὴφ ἐφ’ ἅρματος βασιλικοῦ κάθηται, ὁ δὲ Ἰὼβ ἐπὶ κοπρίας τετραυματισμένος κοιτάζεται· ὁ Δαβὶδ ἐν τῷ τῆς βασιλείας θρόνῳ ὑψοῦται· ὁ Ἱερεμίας ἐν λάκκῳ βορβόρου κατατίθεται· ὁ Δανιὴλ ὑπὸ τοῦ Ναβουχοδονόσορ τιμώμενος· ὁ Μιχαίας ὑπὸ τοῦ Σεδεκίου ῥαπιζόμενος. Περὶ τούτου, ἀδελφοί, μηδόλως σκανδαλίζεσθε· διότι τινὲς μὲν τῶν δικαίων δοξάζονται παρὰ Θεοῦ εἰς τὸν κόσμον, ἵνα, βλέποντες αὐτοὺς οἱ ἄνθρωποι, τιμῶσι τὴν ἀρετήν, καὶ προθυμοποιῶνται καὶ στηρίζωνται εἰς τὴν κατόρθωσιν τῶν καλῶν ἔργων· τινὲς δὲ τῶν ἁγίων πάσχουσιν, ἵνα δοκιμασθῇ ἡ ἀνδρεία τῆς ψυχῆς αὐτῶν, καὶ λάμψῃ ἐν τῷ κόσμῳ τῆς ἀρετῆς αὐτῶν τὸ φῶς, καὶ ἀπολαύσωσι πολλαπλασίων μισθῶν καὶ στεφάνων, καὶ διὰ τῆς ὑπομονῆς αὐτῶν δοξασθῇ ὁ Θεός, ὅστις ἐκείνους τοὺς δικαίους διὰ τῶν παθημάτων δοκιμάζει, ὅσους γνωρίζει ἀνδρείους εἰς τὰ παθήματα, καὶ στερεοὺς εἰς τὴν εὐσέβειαν, καὶ ὑπερέχοντας τοὺς ἄλλους εἰς τῆς ἀρετῆς τὰ κατορθώματα. Τὸν Ἰὼβ διὰ πολλῶν θλίψεων ἐδοκίμασεν· ἀκούσατε δὲ τί περὶ αὐτοῦ ἐμαρτύρησε· «Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ’ αὐτὸν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος»;
Ἀλλὰ διὰ τί τὸ πάλαι καὶ διὰ μίαν μόνην ἁμαρτίαν εὐθὺς ἐπαιδεύετο ὁ ἁμαρτωλός, τὴν σήμερον δὲ διὰ τὴν αὐτὴν παρανομίαν, καὶ ἔτι πολλῷ μείζονα, οὐδεμίαν παίδευσιν λαμβάνει; Ἄνθρωπός τις πτωχὸς συλλέγει ὀλίγα ξύλα τῇ ἡμέρᾳ τοῦ σαββάτου· ὁ δὲ Θεὸς διὰ τὴν ἀνομίαν αὐτοῦ προστάσσει ἵνα λιθοβολήσωσιν αὐτόν· «Θανάτῳ θανατούσθω ὁ ἄνθρωπος· λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή»8. Πόσοι καὶ πόσοι τὴν σήμερον ἡμέραν, πράττοντες τὴν αὐτὴν ἀνομίαν, τὰς ἑορτὰς τοῦ Θεοῦ καταφρονοῦσι; Πόσοι, λέγω, καὶ πόσοι οὐ μόνον συνάγουσι καὶ σχίζουσι, καὶ μεταφέρουσι ξύλα ἐν ταῖς ἡμέραις τῶν ἁγίων ἑορτῶν, ἀλλὰ καὶ σπείρουσι, καὶ θερίζουσι, καὶ ἀγοράζουσι, καὶ πωλοῦσι καὶ ποιοῦσι πᾶν ἐργόχειρον; Πόσοι καταναλίσκουσι τὰς ἡμέρας τῶν ἑορτῶν οὐχὶ εἰς τὴν προσευχήν, ἀλλ’ εἰς τὴν μέθην, οὐχὶ εἰς τὴν δοξολογίαν τοῦ Θεοῦ, ἀλλ’ εἰς τὴν ἀργολογίαν, οὐχὶ εἰς τὴν Ἐκκλησίαν, ἀλλ’ εἰς τὰ θέατρα, εἰς τὰ καπηλεῖα, εἰς τὰς σκανδαλώδεις συναναστροφάς; Πόσοι περιμένουσι τὰς ἑορτάς, οὐχ ἵνα διορθώσωσι τὴν ψυχὴν αὐτῶν, ἀλλ’ ἵνα λύσωσι τὸν χαλινὸν τῆς σωφροσύνης, καὶ πράξωσι πᾶσαν ἄθεσμον καὶ παράνομον πρᾶξιν; καὶ ὅμως οὐδὲ λιθοβολοῦνται, οὐδὲ ἀποθνήσκουσιν· Ἡ Μαριὰμ μετὰ τοῦ Ἀαρὼν κατακρίνουσι τὸν ἀδελφὸν αὐτῶν Μωϋσῆν, ἐπειδὴ ἔλαβε γυναῖκα Αἰθιόπισσαν· δύο λόγια μόνον κατηγορηματικὰ λέγουσι κατ’ αὐτοῦ. «Μωϋσῇ μόνῳ λελάληκε Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησε»9; καὶ ἰδοὺ εὐθὺς ἡ τιμωρία, ἤγουν λέπρα εἰς ὅλον τὸ σῶμα τῆς Μαριὰμ λευκὴ ὠσεὶ χιών. Πόσοι τὴν σήμερον ἡμέραν ἐνώπιον πολλῶν καθήμενοι, οὐ μόνον καταλαλοῦσι κατὰ τοῦ ἀδελφοῦ αὐτῶν, ἀλλὰ καὶ συκοφαντοῦσι, καὶ τίθενται σκάνδαλον κατὰ τοῦ υἱοῦ τῆς μητρὸς αὐτῶν10; πόσοι καὶ κατ’ αὐτῶν τῶν ἱερωμένων ἀνδρῶν ὡς ῥομφαίαν ἐκτείνουσι τὰς γλώσσας αὐτῶν; καὶ ὅμως οὐδὲ ἴχνος λέπρας ἐπ’ αὐτούς. Ὁ Ὀζά, ἐπειδὴ αὐθαδιάσας ἥπλωσε τὴν χεῖρα ἐπάνω εἰς τὴν κιβωτόν, ἐπλήγη καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ11· πόσοι τὴν σήμερον αὐθαδῶς ἐκτείνουσι τὰς χείρας αὐτῶν οὐκ ἐπὶ τῆς κιβωτοῦ, ἀλλ’ εἰς αὐτὰ τὰ πανάγια τῆς Θείας Εὐχαριστίας μυστήρια, καὶ ὅμως οὐδὲ θάνατος ἀκολουθεῖ εἰς αὐτούς, οὐδὲ πληγή. Ἄλλοι μὲν ὡς ὁ Ἄχαζ ἁρπάζουσι καὶ κλέπτουσι τὰ ἐκκλησιαστικὰ καὶ τῷ Θεῷ ἀφιερωμένα πράγματα· ἄλλοι δὲ φθονοῦσι καὶ ἐπιβουλεύονται τοὺς ἀδελφοὺς αὐτῶν περισσότερον, ἤ ὁ Σαοὺλ τὸν Δαβίδ· ἄλλοι φιλαργυροῦσι καὶ ψεύδονται περισσότερον τοῦ Γιεζῆ· οὗτοι ἁμαρτάνουσιν, ὡς οἱ ἐπὶ Νῶε· ἐκεῖνοι ἀσελγοῦσιν, ὡς οἱ ἐνοικοῦντες τὰ Σόδομα καὶ τὰ Γόμοῤῥα· ἄλλοι ἱεροσυλοῦσιν, ὡς ὁ Ἀνανίας καὶ ἡ Σαπφείρα· ἄλλοι περιφρονοῦσι τοὺς ἱερωμένους, ὡς τὸν Παῦλον ὁ ἀρχιερεὺς ὁ Ἀνανίας· καὶ ὅμως οὖτοι οὐ παιδεύονται, καθὼς ἐπαιδεύθησαν ἐκεῖνοι.
Ὁ Θεός, Χριστιανοί, πάνσοφος ὤν καὶ δικαιότατος, ἔδωκε διάφορα παραδείγματα τιμωρίας, ὅτε οἱ ἄνθρωποι ἐπολιτεύοντο κατὰ τὸν φυσικὸν νόμον, ὁμοίως καὶ ὅτε ἐδέχθησαν τὴν γραπτὴν νομοθεσίαν, καὶ ὅτε ἐπίστευσαν τὸ εὐαγγελικὸν κήρυγμα, ἵνα δείξῃ, ὅτι ἐκδικεῖ τὴν ἁμαρτίαν, καὶ παιδεύει τοὺς ἁμαρτωλούς, καὶ ἵνα στηρίξῃ τῶν νόμων τὴν ἀλήθειαν, καὶ φοβήσῃ τοὺς παραβάτας, καὶ ἀποστήσῃ αὐτοὺς τῆς ἁμαρτίας. Ἐπειδὴ οὖν ἔδωκεν ἀρκετὰ παραδείγματα τιμωρίας εἰς πᾶσαν παράβασιν νόμου, «Πᾶσα δὲ παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον τὴν μισθαποδοσίαν»12· διὰ τοῦτο τὴν σήμερον μακροθυμῶν οὐ παιδεύει πάντας εἰς τὴν παροῦσαν ζωὴν μετὰ τὴν ἁμαρτίαν, ἵνα μὴ βιάζηται τοῦ ἀνθρώπου τὸ αὐτεξούσιον, ἀλλὰ μένῃ ἐλεύθερον πρὸς τὴν ἐκλογὴν τῆς ἀρετῆς. Ἔδωκε νόμους, οἵτινες διορίζουσι παίδευσιν κατὰ τῶν ἁμαρτωλῶν, ἐβεβαίωσε τὴν νομοθεσίαν διὰ τῶν τιμωρητικῶν παραδειγμάτων, ἐδίδαξεν, ὅτι ὁ παρὼν καιρὸς οὐκ ἔστιν ὁ καιρὸς τῆς ἀνταποδόσεως, ἀλλ’ ἔρχεται ἡμέρα, ἐν ᾗ ἕκαστος λαμβάνει τὴν τῶν ἔργων αὐτοῦ ἀνταπόδοσιν. Ἔπαυσε λοιπὸν τὰ πυκνὰ καὶ πρόσκαιρα τῆς τιμωρίας πραδείγματα, ἵνα μένῃ ὁ ἄνθρωπος ἀπαραβίαστος, καὶ λάβῃ δικαίως ἤ τὸν αἰώνιον στέφανον τῆς ἀρετῆς, ἤ τὴν αἰώνιον κόλασιν τῆς ἁμαρτίας.
Παιδεύονται καὶ τὴν σήμερον οἱ ἁμαρτωλοί, κἄν οὐχὶ πάντες, οὐδὲ τοσοῦτον συχνά, οὐδὲ εὐθὺς μετὰ τὴν ἁμαρτίαν, καθὼς τὸ πρότερον· ἀλλ’ ἡμεῖς, εἴτε κωφοὶ οὐκ ἀκούομεν, εἴτε τυφλοὶ οὐ βλέπομεν, τὰς αἰσθητὰς τιμωρίας. Ἐψυχράνθη τῆς πίστεως ὁ ζῆλος· ὅθεν, καὶ κωφεύοντες καὶ τυφλώττοντες, νομίζομεν τὰς ὀρωμένας ἤ ἀκουομένας τιμωρίας οὐχ ὡς ἀπὸ Θεοῦ πεμπομένας διὰ τὴν ἁμαρτίαν, ἀλλ’ ὡς συμβάντα τῆς τύχης, ἤ ὡς ἀποτέλεσμα τῆς φύσεως· ἐὰν ὅμως ἀνοίξωμεν τὰ ὄμματα τῆς πίστεως, βλέπομεν ἕως τῆς σήμερον καὶ ἁμαρτωλοὺς τιμωρουμένους, καὶ δικαίους πάσχοντας. Παιδεύει ὁ Θεὸς ἄχρι τῆς σήμερον, ὡς πατὴρ φιλόστοργος, τοὺς μὲν ἁμαρτωλούς, ἵνα φέρῃ αὐτοὺς εἰς μετάνοιαν, καὶ ὀλιγοστεύσῃ αὐτοῖς τὴν μέλλουσαν κόλασιν, τοὺς δὲ δικαίους, ἵνα δοκιμάσῃ τὴν ὑπομονὴν αὐτῶν, καὶ πλέξῃ αὐτοῖς περισσοτέρους στεφάνους.
Χριστιανέ, λοιπόν, ὅταν δυστυχῇς ἤ ἀσθενῇς ἤ ὁπωσδήποτε πάσχῃς, χαῖρε τότε, καὶ ἀνδρείως ὑπόμενε, καὶ δόξαζε τὸν ἀπειροεύσπλαγχνον καὶ πανοικτίρμονα Θεόν· διότι, ἐὰν ὑπάρχῃς ἁμαρτωλός, ἡ παίδευσις ἐστὶ τὸ βάλσαμον τῶν πληγῶν τῆς ἁμαρτίας σου «Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν»13, αἱ δυστυχίαι σου εἰσὶ Θεοῦ Ἀγάπη «Ὅν γὰρ ἀγαπᾷ Κϋριος, παιδεύει»14· ἡ συμφορά σου ἐστὶ φωνὴ Θεοῦ, καλοῦσά σε πρὸς μετάνοιαν «Μαστιγοῖ δὲ υἱόν, ὅν παραδέχεται»· αὐτὰ τὰ παθήματα ἀπαλλάτουσί σε τῆς αἰωνίου κολάσεως «Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτῶν»15. Ἐὰν ὑπάρχῃς δίκαιος, τὰ παθήματά σου πλέκουσι τοὺς στεφάνους σου, αἱ θλίψεις σου ἑτοιμάζουσί σοι χαρὰν ἀνεκλάλητον, καὶ ἡ ταλαιπωρία σου δόξαν αἰώνιον· τὰ πρόσκαιρα πάθη οὐδέν εἰσι συγκρινόμενα τῇ ἀνεκλαλήτῳ δόξῃ καὶ χαρᾷ, ἤτις περιμένει σε «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς»16· τότε μόνον λυποῦ καὶ δάκρυε, ὅταν βλέπῃς, ὅτι καὶ ἁμαρτάνεις καθ’ ἑκάστην ἡμέραν, καὶ ζῇς ἐν πλούτῳ καὶ τρυφαῖς, μηδεμίαν δοκιμάζων δυστυχίαν· τότε κλαῖε ἀπαρηγόρητα, τότε χέε ποταμηδὸν τὰ δάκρυα· διότι διὰ τὰς ἀνομίας σου ἐγκατέλιπέ σε ὁ Θεός· φυλάττεται δὲ ἡ τιμωρία σου εἰς τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· «Φυλάσσεται ὁ ἀσεβὴς ἐν ἡμέρᾳ κακῇ»17.
_____________________
Σημειώσεις :
- Ψλμ. λε΄, 6.
- Ρωμ. ια΄, 33.
- Παροιμ. γ΄, 12.
- Ὠσ. δ΄, 14.
- Ψλμ. πη΄, 32, 33.
- Παροιμ. ιστ΄, 13.
- Ὠριγ. σ. 77, Τ. 1 τῆς εἰς τὴν ὀκτάτ. Ἐλλ. Σειρᾶς.
- Ἀριθ. ιε΄, 35.
- Ἀριθ. ιβ΄, 2.
- Ψαλ. νθ΄, 21.
- Β΄ Βασιλ. ε΄, 6, 7.
- Ἑβρ. β΄, 2.
- Ψαλ. πη΄, 32.
- Παρ. γ΄, 12.
- Ψαλ. πη΄, 33.
- Ῥωμ. η΄, 13.
- Παρ. ιστ΄, 41.
Δείτε την ομιλία στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 92 – Έκδοσις 1840), πατώντας εδώ (14/5/2015)



Posted in
Tags: 



