– Η περιγραφή της Δευτέρας Παρουσίας του Κυρίου, το αδέκαστον Αυτού κριτήριον και περί των δικαίων και αμαρτωλών απόφαση.
– Γιατί ο θεάνθρωπος όταν δίδαξε τα περί της παγκοσμίου κρίσεως, σιωπήσας πάσαν άλλην αρετήν, ελάλησε μόνο περί ελεημοσύνης;
– Τι πρέπει να κάνει κανείς για να κατανοήσει της ορθοδόξου πίστεως τα δόγματα και το θέλημα του Θεού;
***
Ἀρχιεπισκόπου Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ὁμιλία μετὰ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Ἁπόκρεῳ
Διὰ τὶ ἆράγε εἰς τὴν περιγραφὴν τῆς φοβερᾶς ἡμέρας τῆς κρίσεως οὐδὲ ἕνα λόγον εἶπεν ὁ κριτὴς οὐδὲ περὶ δικαιοσύνης, οὐδὲ περὶ σωφροσύνης, οὐδὲ περὶ ταπεινώσεως, οὐδὲ περὶ ἄλλης τινὸς ἀρετῆς, ἀλλά, παραστήσας ὅλην τὴν κρίσιν αὐτοῦ γινομένην περὶ ἐλεημοσύνης, τοὺς μὲν ἐλεήμονας εὐλόγησε καὶ ἐδόξασε, τοὺς δὲ ἀνελεήμονας κατηράσατο καὶ ἐπαίδευσε; Λοιπόν, λέγεις, μόνη ἡ ἀρετὴ τῆς ἐλεημοσύνης σώζει τὸν ἄνθρωπον, κἄν γυμνὸς ὑπάρχῃ τῶν ἄλλων ἀρετῶν, οὐδὲ οἱ ἀσελγεῖς, οὐδὲ οἱ ὑπερήφανοι, ἀλλὰ μόνοι οἱ ἀνελεήμονες κολάζονται. Ὅστις τὸ σημερινὸν εὐαγγέλιον ἀναγινώσκει, ἐκεῖνος ταῦτα συπεραίνει. Ναί, ἀληθῶς, ἀλλ’ ἆράγε συλλογίζεται ὀρθά;
Ἐάν τις εἰσέλθῃ εἰς παράδεισον πλήρη παντοδαπῶν καρποφόρων δένδρων, μὴ ἰδὼν δέ, μηδὲ περιεργασθεὶς πάντα τὰ μέρη αὐτοῦ, ἀλλά, προσηλώσας τὰ ὅμματα εἰς ἕν μόνον μέρος, καὶ ἰδὼν ἐκεῖ μηλέας, συμπεράνῃ, ὅτι μῆλα μόνον ἔχει ἐκεῖνος ὁ παράδεισος, ὀρθὸν ἄράγέ ἐστι τὸ συμπέρασμα αὐτοῦ; ἆράγε λέγει τὴν ἀλήθεια, λέγων καὶ ἐπιβεβαιῶν, ὅτι μόνα μῆλα εὑρίσκεις εἰς ἐκεῖνον τὸν παράδεισον; Οὐχί· ἐὰν αὐτὸς ἔστρεφε τὰ ὅμματα αὐτοῦ πανταχοῦ, καὶ περιειργάζετο πάντα τὰ μέρη τοῦ παραδείσου, καὶ ἔβλεπε πάντα τὰ ἐν αὐτῷ δένδρα, τότε μόνον ἐδύνατο νὰ εἰπῇ τὶ περιέχει ἐκεῖνος ὁ παράδεισος. Τοῦτο αὐτὸ συμβαίνει καὶ εἰς ἐκεῖνον, ὅστις λαβὼν εἰς χεῖρας τὴν ἁγίαν γραφήν, καταλιπὼν πάντα τὰ λοιπά, ὅσα εἰσὶν ἐν αὐτῇ γεγραμμένα, ἀναγινώσκει ἕν μόνον κόμμα, ἐκ τούτου δὲ μόνου συπεραίνει τὶ διδάσκει ὅλη ἡ θεία γραφή· αὐτὸς σφάλλει ἀναμφιβόλως, ἐνίοτε πίπτει καὶ εἰς αἱρέσεις καὶ παραλογισμούς. Ὅλη ἡ ἁγία γραφὴ συγκροτεῖ ἕν καὶ μόνον σῶμα, ἕν δὲ μέρος τοῦ σώματος οὐκ ἔστι τὸ ὅλον σῶμα· ὅθεν ὅστις κόπτει αὐτὴν καὶ διαιρεῖ, ἔπειτα ἐξ ἑνὸς μόνου κόμματος συμπεραίνει τὶ διαλαμβάνει τὸ ὅλον, οὐδέποτε συλλογίζεται ὀρθῶς. Ἄνθρωπε, ἐὰν θέλῃς νὰ κατανοήσῃς τῆς Ὀρθοδόξου πίστεως τὰ δόγματα καὶ τὴν ἀληθινὴν βουλὴν καὶ ἀπόφασιν τοῦ Θεοῦ, ἀνάγνωθι πρῶτον ὅλην τὴν Θείαν Γραφήν, ἔπειτα προήλωσον τὸν νοῦν σου εἰς ἕκαστον μέρος αὐτῆς, συμβίβασον δὲ μετ’ ἀλλήλων πάντα τὰ μέρη, ὅσα διαλαμβάνουσι περὶ τῆς αὐτῆς ὑποθέσεως, καὶ τότε βλέπεις, ὅτι τὸ ἕν μέρος ἐξηγεῖ τὸ ἄλλο, τότε δὲ εὑρίσκεις τὸν πολύτιμον τῆς ἀληθείας μαργαρίτην, καὶ νοεῖς ἐννοίας ὀρθάς, καὶ κηρύττεις ἀληθείας σωτηριώδεις.
Ἀληθῶς τὸ σήμερον ἀναγνωσθὲν εὐαγγέλιον περιγράφει τὴν δευτέραν τοῦ Κυρίου παρουσίαν, καὶ τὸ ἀδέκαστον Αὐτοῦ κριτήριον, καὶ τὴν περὶ τῶν δικαίων καὶ ἁμαρτωλῶν ἀπόφασιν· ἀλλὰ τοῦτό ἐστιν ἕν μόνον μέρος τῆς θείας γραφῆς· εἰσὶ δὲ καὶ ἄλλα πολλὰ μέρη αὐτῆς, περὶ τῆς αὐτῆς ὑποθέσεως διαλαμβάνοντα· πρέπον ἐστὶ λοιπὸν ἵνα ἀκούσωμεν τὶ καὶ αὐτὰ λαλοῦσι, καὶ οὕτω μάθωμεν ὅλην τοῦ Θεοῦ τὴν βουλὴν καὶ τὴν ἀλήθειαν. Πρὶν ἦ διηγηθῇ ὁ Θεάνθρωπος ὅσα σήμερον ἀνέγνωμεν, εἶπε πρὸς τοῖς ἄλλοις καὶ ταῦτα, «Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου»1· καὶ οἱ μὲν φοροῦντες τὸ τοῦ γάμου ἔνδυμα ἀπήλαυσαν πάντες τῆς τοῦ βασιλέως τραπέζης, τὸν δὲ γυμνὸν τοῦ γαμηλίου ἐνδύματος πρῶτον μὲν ἤλεγξεν ὁ βασιλεύς, ἔπειτα οἱ ὑπηρέται αὐτοῦ, δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐξέβαλον «Εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμός, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων»2. Βλέπε νῦν τὸ παράλληλον τούτων τῶν δύο διηγημάτων· εἰς τὸ πρῶτον ὁ βασιλεὺς εἰσέρχεται, ἵνα θεωρήσῃ· εἰς τὸ δεύτερον ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται ἐν δόξῃ, ἵνα κρίνῃ. Εἰς τὸ πρῶτον προσκαλοῦνται πάντες οἱ ἄνθρωποι· εἰς τὸ δεύτερον παρίστανται πάντα τὰ ἔθνη. Εἰς ἐκεῖνο ὀνομάζει τοὺς ὑπηρέτας αὐτοῦ διακόνους· εἰς τοῦτο καλεῖ αὐτοὺς ἀγγέλους. Εἰς ἐκεῖνο οἱ ἐνδεδυμένοι τὸ ἔνδυμα τοῦ γάμου εἰσὶν οἱ δίκαιοι, καὶ οἱ γυμνοὶ τούτου τοῦ ἐνδύματος εἰσὶν οἱ ἁμαρτωλοί· εἰς τοῦτο τὰ μὲν πρόβατα σημαίνουσι τοὺς δικαίους, τὰ δὲ ἐρίφια τοὺς ἁμαρτωλούς· εἰς ἐκεῖνο τράπεζα βασιλικὴ διὰ τοὺς δικαίους, καὶ δεσμὰ καὶ σκότος ἐξώτερον διὰ τοὺς ἁμαρτωλούς· εἰς τοῦτο διὰ τοὺς δικαίους ζωὴ αἰώνιος, διὰ τοὺς ἁμαρτωλοὺς κόλασις αἰώνιος. Ἐκ τούτων φανερόν ἐστιν, ὅτι διὰ τούτων τῶν δύο διηγημάτων μίαν καὶ τὴν αὐτὴν ὑπόθεσιν, ἤγουν, τὴν ὑπόθεσιν τῆς παγκοσμίου κρίσεως, διὰ διαφόρων ὀνομάτων περιέγραψεν ὁ θεάνθρωπος· καὶ εἰς μὲν τὸ πρῶτον διήγημα δοξάζει τοὺς ἐνδεδυμένους τὸ ἔνδυμα τοῦ γάμου, καὶ κολάζει τοὺς γυμνοὺς τούτου τοῦ ἐνδύματος, εἰς δὲ τὸ δεύτερον παρέστησε τοὺς μὲν ἐλεήμονας δοξασθέντας, τοὺς δὲ ἀνελεήμονας καταδικασθέντας. Τὸ ἔνδυμα τοῦ γάμου καὶ ἡ ἐλεημοσύνη εἰσὶ δύο χαρακτῆρες τῶν δικαίων, πλὴν ὁ μέν, ἤγουν τὸ ἔνδυμα τοῦ γάμου, ἐστὶν ὁ ὁλομερὴς καὶ ὁλόκληρος χαρακτήρ, καθότι σημαίνει πάσας τὰς ἀρετάς, ὁ δέ, ἤγουν ἡ ἐλεημοσύνη, ἐστὶ χαρακτὴρ μονομερὴς καὶ μερικός, ἐπειδὴ παρίστησι μόνην τῆς εὐσπλαγχνίας τὴν ἀρετήν. Πρῶτον οὖν ὁ Θεάνθρωπος διὰ τοῦ πρώτου αὐτοῦ διηγήματος ἐφανέρωσεν, ὅτι ὁ ὁλομερὴς χαρακτὴρ τῶν σωζομένων ἐστὶ τὸ ἔνδυμα τοῦ γάμου, τῶν δὲ κολαζομένων ἡ γύμνωσις τούτου τοῦ ἐνδύματος· ἔπειτα διὰ τοῦ δευτέρου διηγήματος περιγράψας λεπτομερέστερον ἕν μόνον μέρος τοῦ ὁλοκλήρου χαρακτῆρος τὸ ἀναγκαιότερον καὶ ὠφελιμότερον, ἤγουν τὴν ἐλεημοσύνην, τοὺς μὲν ἐλεήμονας ἐδόξασε, τοὺς δὲ ἀνελεήμονας κατέκρινεν. Ὅτι δὲ τοῦ γάμου τὸ ἔνδυμα δηλοποιεῖ πάσας τὰς ἀρετάς, μαρτυρεῖ ὁ θεηγόρος Παῦλος, λέγων, ὅτι τὸ ἔνδυμα τῶν σωζομένων ἐστὶν ὁ Χριστός· «Ὅσοι», λέγει, «εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε»3· καὶ ἀλλαχοῦ, «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας»4· κατὰ τίνα δὲ ἄλλον τρόπον ἐνδυόμεθα τὸν Ἰησοῦν Χριστὸν εἰμὴ ζῶντες καὶ πολιτευόμενοι, ὡς αὐτὸς ὁ Χριστός, ὅπερ ἐστί, πράττοντες πάσας τὰς ἀρετάς; Ἰδοὺ δὲ πῶς τὰ περὶ τῆς αὐτῆς ὑποθέσεως δύο διηγήματα, παραβαλλόμενα καὶ συμβιβαζόμενα, φανεροῦσιν ὅλον τὸν σκοπὸν καὶ τὴν βουλὴν τοῦ Θεοῦ.
Ἐὰν ἑρευνήσῃς καὶ ἄλλους ὁμοίους τοῦ εὐαγγελίου τόπους, βλέπεις τὸν ὀφειλέτην τῶν μυρίων ταλάντων καταδικαζόμενον εἰς τὴν ἡμέραν τῆς κρίσεως5· φανερὸν δέ ἐστιν, ὅτι τῶν μυρίων ταλάντων τὸ χρέος σημαίνει οὐ μόνην τὴν ἀσπλαγχνίαν, ἀλλὰ τὸ πολὺ πλῆθος τῶν ἁμαρτημάτων· βλέπεις δοξαζόμενον τὸν κερδήσαντα τὰ δύο τάλαντα, καταδικαζόμενον δὲ τὸν κρύψαντα τὸ ἕν τάλαντον καὶ μηδὲν κερδήσαντα· τὶ ἄλλο δὲ δηλοῦσι τὰ πέντε καὶ τὰ δύο τάλαντα, ἅπερ ἐκέρδησαν εἰμὴ τὰ διάφορα τῶν ἀρετῶν κατορθώματα; Τὶ δὲ ἄλλο σημαίνει ἡ ἀκαρπία τοῦ ἑνὸς ταλάντου εἰμὴ τὴν τελείαν στέρησιν πάσης ἀρετῆς;
Θέλεις καὶ ἄλλην ἐξήγησιν τῶν σήμερον ἀναγνωσθέντων εὐαγγελικῶν λόγων; Ἀνάγνωθι τὰ ἀποστολικὰ λόγια. Εἰς τὸν ἐπιστήθιον Ἰωάννην βλέπεις τοὺς παρθένους διὰ τὴν ἀρετὴν τῆς παρθενίας ἐνδόξως παρισταμένους ἐνώπιον τοῦ θρόνου τῆς μεγαλωσύνης, καὶ ὡς ἀπαρχὴν τοῦ γένους τῶν ἀνθρώπων ὑπερυψουμένους· «Οὗτοι εἰσιν, οἱ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γὰρ εἰσιν· οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ, ὅπου ἄν ὑπάγῃ· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ. Καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη δόλος· ἄμωμοι γάρ εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ»6. Εἰς τὸν αὐτὸν ἐπιστήθιον βλέπεις ἁμαρτωλούς, οἵτινες διὰ πολυειδεῖς ἁμαρτίας κατεδικάσθησαν εἰς τὸ πῦρ· «Δειλοῖς δὲ καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεύσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πάσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστι δεύτερος θάνατος»7. Ἐκ δὲ τοῦ Παύλου μανθάνεις τὰ εἴδη τῶν ἁμαρτημάτων, τῶν κλειόντων τὴν βασιλείαν τοῦ Θεοῦ· «Ἤ οὐκ οἴδατε», λέγει ὁ θεηγόρος διδάσκαλος, «ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομοῦσι; μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὔτε λοίδοροι, οὔ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν»8.
Ἔχομεν καὶ τὰ προφητικὰ λόγια, περιγράφοντα τὸ φρικτὸν τοῦ Θεοῦ κριτήριον, καὶ τὰ ἀνεωγμένα τῶν ἔργων ἡμῶν βιβλία· «Κριτήριον ἐκάθισε», λέγει ὁ προφήτης Δανιήλ, «καὶ βίβλοι ἠνεῴχθησαν»9. Εἰς αὐτὰ δὲ τὰ βιβλία εἰσὶ γεγραμμένα οὔ μόνον τὰ ἔργα, ἀλλὰ καὶ τὰ λόγια· «Λέγω δὲ ὑμῖν», εἶπεν ὁ Κύριος, «ὅτι πᾶν ῥῆμα ἀργόν, ὅ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως»10· ἔτι δὲ καὶ οἱ λογισμοὶ τοῦ νοός, καὶ αἱ ἐνθυμήσεις τῆς καρδίας· «Κύριε», ἔλεγεν ὁ προφήτης Ἱερεμίας, «κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας»11. Σύναψον ταῦτα πάντα καὶ παράβαλε αὐτά, καὶ τότε βλέπεις, ὅτι διὰ πᾶσαν ἀμετανόητον ἁμαρτίαν κρίνει καὶ κολάζει ὁ Θεὸς τὸν ἁμαρτωλόν· οὐ μόνον δὲ διὰ τὴν ἀρετὴν τῆς ἐλεημοσύνης, ἀλλὰ καὶ διὰ πάσας τὰς λοιπὰς ἀρετὰς στεφανοῖ τοὺς ἐναρέτους· «Καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως»12.
Ταῦτα μέν, λέγεις, εἰσὶν ἀληθινά, ἀλλὰ διὰ τὶ ὁ Θεάνθρωπος, ὅταν τοσοῦτον φανερὰ ἐδίδαξε τὰ περὶ τῆς παγκοσμίου κρίσεως, σιωπήσας πᾶσαν ἄλλην ἀρετήν, ἐλάλησε μόνον περὶ ἐλεημοσύνης; ἐσιώπησε πᾶσαν ἄλλην ἀρετήν, ἐπειδή, ἄλλοτε λαλήσας περὶ τῆς αὐτῆς κρίσεως, ἐφανέρωσεν, ὅτι ἐρευνᾷ καὶ κρίνει οὐ μόνον τὰς πράξεις, ἀλλὰ καὶ τῆς καρδίας τὰ βάθη· ἐλάλησε δὲ μόνον περὶ ἐλεημοσύνης, ἐπειδὴ οἱ ἐλεήμονες ἔχουσιν εἰς τὴν καρδίαν αὐτῶν τὴν πηγὴν τῆς σωτηρίας. Ἀκούσατε τῆς ἀληθείας ταύτης τὴν ἀπόδειξιν. Ὅστις παντὶ τρόπῳ περιποιεῖται καὶ εὐεργετεῖ τοὺς χρείαν ἔχοντας, ἐκεῖνος ἔχει ἀναμφιβόλως εἰς τὴν καρδίαν αὐτοῦ τὴν ἀρετὴν τῆς πρὸς τὸν πλησίον ἀγάπης· ὅστις δὲ ἐλεεῖ τὸν πτωχόν, πιστεύων, ὅτι, εὐεργετῶν τὸν πτωχόν, εὐεργετεῖ τὸν Ἰησοῦν Χριστόν, φανερόν ἐστιν, ὅτι αὐτὸς ἀγαπᾶ καὶ τὸν Ἰησοῦν Χριστόν, ὅπερ ἐστίν, ὅτι ἔχει εἰς τὴν καρδίαν αὐτοῦ καὶ τὴν εἰς Θεὸν ἀγάπην. Ἡμεῖς δέ, ὑπὸ τοῦ Κυρίου διδαχθέντες, πιστεύομεν καὶ ὁμολογοῦμεν, ὅτι «Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς», ἤγουν ἐν τῇ εἰς τὸν Θεόν καὶ τὸν πλησίον ἀγάπη, «ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται»13. Ὁ ἐλεήμων ἄνθρωπος λοιπὸν ἔχει εἰς τὴν καρδίαν τὰς δύο πηγὰς τῆς σωτηρίας, αἱ ὁποῖαι πηγάζουσιν εἰς αὐτὸν τὰ γλυκύτατα νάματα πασῶν τῶν ἀρετῶν· αὐτός ἐστι «Τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὅ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φῦλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα, ὅσα ἄν ποιῇ, κατευοδωθήσεται»14· ἑπομένως ὁ ἀνελεήμων, μὴ ἔχων ταύτας τὰς δύο πηγὰς τῶν καλῶν ἔργων, ἐστερημένος ἐστὶ πάσης ἀρετῆς· ὅθεν αὐτός ἐστι τὸ δένδρον τὸ μὴ ποιοῦν καρπὸν καλόν, τὸ ὁποῖον «Ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται»15.
Εὔκολα κατανοοῦμεν, ὅτι ὅλος ὁ νόμος καὶ οἱ προφῆται ἐκ τῆς ἀγάπης κρέμανται, ἐὰν στοχασθῶμεν τὰς δέκα ἐντολάς, αἵτινες εἰσιν ἡ περίληψις πάντων τῶν θείων νόμων καὶ τῆς ἠθικῆς τῶν προφητῶν διδασκαλίας. Ἐκ τῶν δέκα ἐντολῶν τέσσαρες μὲν παραγγέλουσι τὰ περὶ τοῦ Θεοῦ, ἕξ δὲ τὰ περὶ τοῦ πλησίον. Ὅστις ἀγαπᾷ τὸν Θεὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας καὶ ἰσχύος καὶ διανοίας, ἐκεῖνος λατρεύει αὐτὸν νύκτα τε καὶ ἡμέραν, φεύγει τὴν λατρείαν παντὸς κτίσματος, ἀπέχει ἀπὸ τῆς ὁρκωμοσίας, κατ’ ἐξοχὴν δοξολογεῖ αὐτὸν ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν. Ὅστις ἀγαπᾶ τὸν πλησίον αὐτοῦ ὡς ἑαυτόν, ἐκεῖνος ἀναμφιβόλως προσφέρει πᾶσαν τιμὴν καὶ περιποίησιν εἰς τοὺς γονεῖς αὐτοῦ, ἐκεῖνος φεύγει τὴν μοιχείαν, τὴν κλοπήν, τὸν φόνον, τὴν ψευδομαρτυρίαν, ἐκεῖνος οὐδέ ποτε ἐπιθυμεῖ τὸ ξένον πρᾶγμα, ἐπειδὴ τὰ ἔργα ταῦτά εἰσι μῖσος καὶ οὐχὶ ἀγάπη τοῦ πλησίον. Βλέπετε ῶς ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ πλησίον πηγάζουσι πᾶσαι αἱ ἀρεταί; Ἐπειδὴ δὲ τῶν ἐναντίων πραγμάτων ἐνάντιος ἐστὶν ὁ λόγος, φανερόν ἐστιν, ὅτι ὅστις ἐστερημένος ἐστὶ τῆς ἀγάπης, ἐκεῖνος παραβαίνει ὅλον τὸν νόμον καὶ τοὺς προφήτας, ἐκεῖνος καταφρονεῖ τὰς δέκα ἐντολὰς καὶ πράττει πᾶν εἶδος ἁμαρτίας.
Ἰδοὺ λοιπὸν ὁ λόγος, διὰ τὸν ὁποῖον ὁ Θεάνθρωπος Ἰησοῦς, λαλήσας περὶ τῆς ἡμέρας τῆς κρίσεως, ἐσιώπησε μὲν πᾶσαν ἄλλην ἀρετήν, παρέστησε δὲ κρινομένους τοὺς ἐλεήμονας καὶ τοὺς ἀνελεήμονας. Ὁ μὲν ἐλεήμων σημαίνει τὸν δίκαιον καὶ ἐνάρετον, ὁ δὲ ἀνελεήμων τὸν παραβάτην καὶ τὸν ἁμαρτωλόν. Παραστήσας οὖν ὁ Θεάνθρωπος τὸν ἐλεήμονα κρινόμενον καὶ δοξαζόμενον, ἔδειξε δι’ αὐτοῦ κρινόμενον καὶ δοξαζόμενον πάντα ἄνθρωπον δίκαιον· ὁμοίως παραστήσας κρινόμενον καὶ καταδικαζόμενον τὸν ἀνελεήμονα, ἔδειξε κρινόμενον καὶ καταδικαζόμενον πάντα ἄνθρωπον ἁμαρτωλὸν καὶ ἀμετανόητον.
Ἀδελφοί μου ἀγαπητοί, μὴ πλανώμεθα· ἡ ἡμέρα ἐκείνη ἐστὶν φοβερά· «Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς»16· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐξετάζεται ἀκριβῶς οὐ μόνον τῆς ἐλεημοσύνης τὸ ἔργον, ἀλλὰ πάντα τὰ ἔργα ἡμῶν, καὶ τὰ λόγια, καὶ οἱ λογισμοί. Πόση αἰσχύνη περικαλύψει με τότε, ὅταν ἀνοίξωσι τὰ βιβλία, καὶ φανερωθῶσιν ἐνώπιον πάντων τῶν ἀνθρώπων τὰ αἰσχρά μου ἔργα, τὰ ὁποῖα ἐᾶν τὴν σήμερον ἐφανεροῦντο ἐνώπιον ἑνὸς μόνου, κἄν αὐτὸς ἦν ἀδελφός μου, ἀπὸ τὴν στενοχωρίαν τῆς αἰσχύνης μου ἐπεκαλούμην τὴν γῆν, ἵνα σχισθῇ καὶ καλύψῃ με; Πόση ἡ αἰσχύνη μου, ὅταν ἐνώπιον πάντων φανερωθῇ ἡ ὑπόκρισις τοῦ ἤθους μου, αἱ ἀδικίαι τῶν χειρῶν μου, αἱ συκοφαντίαι τῆς γλώσσης μου, τὸ ψεῦδος τοῦ στόματός μου, ἡ ὑπερηφάνεια τοῦ νοός μου, ὁ κρυπτὸς φθόνος τῆς καρδίας μου, καὶ πάντα τὰ λοιπὰ πονηρὰ ἔργα μου, καὶ πᾶσα αἰσχρότης τῶν λογισμῶν μου; Πόση αἰσχύνη καὶ φόβος, ὅταν ὁ κριτὴς ἐξετάζῃ, καὶ ἐλέγχῃ, καὶ παρίστησιν ἐνώπιόν μου πάσας τὰς ἁμαρτίας μου; «Ταῦτα ἐποίησας», λέγει μοι ὁ φοβερὸς κριτής, «καὶ ἐσίγησα, ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου»17. Πόσος τρόμος, ὅταν ὁ κριτὴς ἀνοίξῃ τὸ στόμα αὐτοῦ, καὶ προφέρῃ τῆς δικαιοτάτης αὐτοῦ κρίσεως τὴν φρικωδεστάτην ἀπόφασιν;
«Πορεύεσθε», λέγει ὁ βασιλεὺς τῆς δόξης· ἀλλὰ ποῦ στέλλεις ἡμᾶς τοὺς παναθλίους; «Πορεύεσθε»· φιλάνθρωπε, πανοικτίρμων, σωτὴρ τοῦ κόσμου, σὺ δι’ ἡμᾶς γέγονας ἄνθρωπος, δι’ ἡμᾶς ὑπέφερες πάθος, διὰ τὴν σωτηρίαν ἡμῶν ὑψώθης ἐν τῷ σταυρῷ καὶ ὑπέμεινας θάνατον, ποῦ δὲ νῦν ἐξαποστέλλεις ἡμᾶς; «Πορεύεσθε ἀπ’ ἐμοῦ»· Ἀπὸ σοῦ χωρίζεις ἡμᾶς; ἀλλὰ σὺ εἶ τὸ φῶς, ἡ ζωή, ἡ εἰρήνη, ἡ ἀνάπαυσις· μὴ χωρίσῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἐλέησον ἡμᾶς, καθὼς τοσάκις ἠλέησας· βλέψον ἐπὶ τὴν δέησιν, ἐπὶ τὰ δάκρυα, ἐπὶ τὴν μετάνοιαν ἡμῶν. Ὁ καιρὸς τοῦ ἐλέους ἔπαυσεν, ἀποκρίνεται εἰς ἡμᾶς ὁ ἀδυσώπητος κριτής, οὐδὲ ἡ δέησις ἀκούεται, οὐδὲ τὰ δάκρυα ὠφελοῦσιν, οὐδὲ ἡ μετάνοιά ἐστιν εὐπρόσδεκτος· ἔπαυσεν ὁ καιρὸς τῆς εὐσπλαγχνίας, νῦν καιρὸς κρίσεως καὶ ἀποφάσεως· «Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι»· Κατηραμένοι; ὦ λόγος πάσης διστόμου μαχαίρας ὀξύτερος καὶ τομώτερος! ἀλλὰ κατηραμένοι οὐχὶ ὑπὸ ἀνθρώπου, ἀλλ’ ὑπὸ σοῦ τοῦ παντάνακτος Θεοῦ· ποῦ νὰ ἀπέλθωμεν; «Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ». Πῦρ; Ὦ φρικτὴ καὶ ἀνείκαστος καταδίκη! Ἀλλ’ ἆρά γε ἔχει τέλος αὐτὸ τὸ πῦρ; Ἆρά γε καταναλίσκει ἡμᾶς μετά τινος χρόνου περίοδον, καὶ μεταβάλλει ἡμᾶς εἰς τὸ μὴ ὅν; «Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἠτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ»18. Χωρισμὸς ἀπὸ τοῦ Θεοῦ, πῦρ χωρὶς τέλους, συμβίωσις μετὰ τῶν δαιμόνων. Οὐδὲ νοῦν ἔχω, ἵνα νοήσω, οὐδὲ γλῶσσαν, ἵνα παραστήσω τῶν κολαζομένων τὸν ἀπελπισμὸν καὶ τὴν βάσανον.
Κύριε τοῦ ἐλέους, ἀληθῶς τότε οὐκ ἔστι καιρὸς ἐλέους, ἀλλὰ κρίσεως· δεῖξον οὖν νῦν τὸ ἔλεός σου εἰς ἡμᾶς· ἐξαπόστειλον εἰς τὴν καρδίαν ἡμῶν τὸ φῶς τῆς μετανοίας, ἵνα, ἐξ ὅλης τῆς ψυχῆς μετανοήσαντες, ἐπιστρέψωμεν πρὸς σέ, πρὶν ἦ ἔλθῃ ὁ καιρὸς ἐκεῖνος ὁ ἀνίλεως· ἐξαπόστειλον ἔπειτα εἰς ἡμᾶς τὴν ἰσχυρὰν δύναμιν τῆς χάριτός σου, ἵνα ὑπ’ αὐτῆς ἐνδυναμούμενοι φυλάττωμεν διὰ παντὸς τὰς θείας ἐντολάς, καὶ πορευώμεθα ἀόκνως πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν τῆς ἀρετῆς τὸν δρόμον, ἵνα τότε καταξιώσῃς ἡμᾶς ἀκοῦσαι τὴν μακαρίαν καὶ φιλανθρωποτάτην σου φωνὴν καὶ ἀπόφασιν· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου». Γένοιτο, Κύριε, γένοιτο!
____________________
Σημειώσεις:
- Ματθ. κβ΄, 11.
- αὐτ. 13.
- Γαλ. γ΄, 27.
- Ῥωμ. κγ΄, 14.
- Ματθ. ιη΄, 24.
- Ἀποκ. ιδ΄, 4, 5.
- Ἀποκ. κα΄, 8.
- Α΄ Κορ. στ΄, 9, 10.
- Δαν. ζ΄, 10.
- Ματ. ιβ΄, 36.
- Ἱερ. ια΄, 20.
- Ἰωαν. ε΄, 29.
- Ματ. κβ΄, 40.
- Ψαλ. α΄, 3.
- Ματ. ζ΄, 19.
- Ἠσ. ιγ΄, 9.
- Ψαλ. μθ΄, 21, 22.
- Ματ. κε΄, 41.
Δείτε τον λόγο στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 197 – Έκδοσις 1840), πατώντας εδώ (12/2/20215)



Posted in
Tags: 



