Κυριακή Ε’ Λουκά: Ομιλία κατά των λεγόντων, ότι η ελεημοσύνη ουκ έστι χρέος (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(29 άτομα το έχουν διαβάσει)

(Λουκ. ιστ’ 19-31)

– Ο πλούσιος του ευαγγελίου κατεδικάσθη σε φοβερά βάσανον παρότι ούτε ειδωλολάτρης, ούτε επίορκος, ούτε εορτών περιφρονητής, ούτε γονέων υβριστής, ούτε μοιχός, ούτε κλέπτης, ούτε φονεύς, ούτε ψευδομάρτυς, ούτε ξένων πραγμάτων επιθυμητής ήταν! Άραγε λοιπόν είναι τόσο αναγκαία για την σωτηρία μας η αρετή της ελεημοσύνης;

– Είναι η ελεημοσύνη προς τους πένητας εντολή του δεκαλόγου; Και αν όχι, τότε γιατί είναι χρέος των χριστιανών;

– Ο Θεός δεν με έχει καταστήσει κύριο των υπαρχόνντων που μου χάρισε; Εάν ναι, τότε γιατί κολάζομαι εάν δεν θελήσω να δώσω εξ αυτών σε φτωχούς;

– Πώς σώζεται ο πλούσιος και πώς ο φτωχός;

– Πού οφείλεται η πλάνη ότι η ελεημοσύνη δεν αποτελεί χρέος;

– Ποια είναι η αληθινή ελεημοσύνη, η ηγαπημένης στον Θεόν;

– Ο φόβος της κολάσεως και η ελπίς της ανταποδόσεως αρκούν ως αιτίες ελεημοσύνης;

– Εάν κάποιος είναι φύσει ασυμπαθής, έχει αμαρτία εάν δεν ελεήσει τον πτωχόν; Πώς γίνεται να υπερνικήσει την φύση του; Πώς μπορεί να γίνει δηλαδή από ασυμπαθής, φιλεύσπλαγχνος;

 

****

 

+ Ἀρχιεπισκόπου Ἀστραχᾶν καὶ Σταυρουπόλεως Νικηφόρου Θεοτόκη

 Ὁμιλία εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς Ε΄ Κυριακῆς

 

 

Φόβος καὶ τρόμος περικαταλαμβάνει τὴν ἀθλίαν ψυχήν μου, ὅταν λαμβάνω κατὰ νοῦν τὸν ἐλεεινὸν πλούσιον τοῦ σημερινοῦ εὐαγγελίου : Ποῖα τὰ ἁμαρτήματα αὐτοῦ, διὰ τὰ ὁποῖα κατεδικάσθη εἰς τοσαύτην φοβερὰν βάσανον; Αὐτὸς οὐδὲ εἰδωλολάτρης, οὐδὲ ἐπίορκος, οὐδὲ τῶν ἑορτῶν περιφρονητής, οὐδὲ τῶν γονέων ὑβριστής, οὐδὲ μοιχός, οὐδὲ κλέπτης, οὐδὲ φονεύς, οὐδὲ ψευδομάρτυς, οὐδὲ τῶν ξένων πραγμάτων ἐπιθυμητής· «Ἐνεδιδύσκετο», λέγει τὸ ἱερὸν Εὐαγγέλιον, «πορφύραν καὶ βύσσον»1, ἤγουν λαμπρὰ καὶ πολύτιμα ἐνδύματα· ἀλλὰ διὰ τοῦτο ἆρά γε τοσαύτη καταδίκη; «Εὐφραίνετο», λέγει, «καθ’ ἡμέραν λαμπρῶς»2, ἤγουν ἔτρωγεν, ἔπινεν, ἐχόρευεν, ἔψαλλεν, ἐγέλα· ἀλλὰ διὰ ταῦτα τόση βάσανος; Ναί, διὰ ταῦτα· ἐπειδὴ εἰς αὐτὰ καθ’ ἡμέραν προσηλωμένος, ὑπὲρ αὐτῶν κατεδαπάνα τὸν πλοῦτον αὐτοῦ, εἶτα, κλείων τὰ σπλάγχνα αὐτοῦ, οὐκ ἠλέει τὸν πτωχὸν Λάζαρον, ὅστις, ἀσθενὴς καὶ καθηλκωμένος, κατέκειτο εἰς τὴν αὐλὴν αὐτοῦ ὑπὸ τῶν σκυλάκων λειχόμενος.

Οὐαὶ λοιπόν! Ποσάκις ἐγώ, ἐνδεδυμένος λαμπρὰ καὶ πολύτιμα ἐνδύματα, ἔχων δὲ καὶ ἄλλα ἐν ταῖς ἀποθήκαις μου σηπόμενα, συναντῶ τὸν Λάζαρον γυμνὸν καὶ ὑπὸ τοῦ ψύχους στένοντα, ἀποστρέφω δὲ τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ, καὶ διώκω ἀπὸ τῆς μνήμης μου τὴν ἔννοιαν τῆς τούτου γυμνώσεως; Ποσάκις ἐγὼ μὲν κάθομαι εἰς τράπεζαν γέμουσαν πολλῶν καὶ ποικίλων βρωμάτων καὶ ποτῶν, καὶ ἐσθίω καὶ πίνω, καὶ εὐφραίνομαι, βλέπω δὲ τὸν Λάζαρον πεινῶντα καὶ λιμώττοντα, καὶ οὐδὲ ἐκ τῶν περισσευόντων καὶ πιπτόντων ἀπὸ τῆς τραπέζης μου ψιχίων δίδωμι αὐτῷ; Ποσάκις ἔρχεται ὁ Λάζαρος εἰς τὸν πυλῶνα τῆς οἰκίας μου γυμνός, ἀσθενής, τετραυματισμένος, καὶ κρούει τῆς οἰκίας τὴν θύραν καὶ ζητῶν τὸ ἔλεός μου περιμένει, ἀντὶ δὲ παραμυθίας εὑρίσκει ὀδύνην, λείχουσι τὰ ἔλκη αὐτοῦ οἱ κύνες μου, ἤγουν περιφρονοῦσι, καὶ διώκουσιν αὐτὸν οἱ δοῦλοι τῆς οἰκίας μου; Ταῦτά εἰσιν ἁμαρτήματα μεγάλα καὶ φρικτῆς κολάσεως πρόξενα, καὶ ὅμως σχεδὸν οὐδεὶς λογίζεται αὐτὰ ἁμαρτήματα· πάντες σχεδὸν πλανῶνται, νομίζοντες, ὅτι, ἐὰν ἐλεήσωσι τὸν πτωχόν, κατορθοῦσιν ἔργον ἀρετῆς, ἐὰν δὲν μὴ ἐλεήσωσιν αὐτόν, οὐδόλως ἁμαρτάνουσι. Καὶ τὸ μὲν σημερινὸν εὐαγγέλιον κηρύττει φανερά, ὅτι ὁ πλούσιος κατεδικάσθη εἰς τὸ πῦρ, ἐπειδὴ μόνος ἀπολαμβάνων τοῦ πλούτου αὐτοῦ, καὶ καταναλίσκων αὐτὸν ἐν ταῖς καθ’ ἡμέραν τρυφαῖς αὐτοῦ, οὐδέποτε ἠλέησε τὸν πτωχόν· ἡ πλάνη ὅμως ἄχρι τῆς σήμερον διαμένει. Ἀνάγκη οὖν ἐστιν ἵνα ἐξετάσωμεν ποῦ ἡ τοιαύτη πλάνη στηρίζεται· ἐκ τούτου δὲ μανθάνομεν καὶ τὸ διὰ τί τοσοῦτον βαρέως ἁμαρτάνει ὅστις οὐκ ἐλεεῖ τοὺς πένητας.

Ἡ πρὸς τοὺς πένητας ἐλεημοσύνη, λέγουσί τινες, οὐκ ἔστι χρέος, ἐπειδὴ οὐκ ἔστιν ἐντολὴ τοῦ δεκαλόγου· ὅθεν ὅστις οὐκ ἐλεεῖ τοὺς πένητας, ἐκεῖνος οὐδόλως ἁμαρτάνει. Τοῦτό ἐστι ψεῦδος· διότι ἡ δευτέρα ἐντολή, ἡ μεγάλη καὶ ὁμοία τῇ πρώτῃ, παραγγέλει τὴν εἰς τοὺς πτωχοὺς ἐλεημοσύνην· «Ἀγαπήσεις», λέγει, «τὸν πλησίον σου ὡς σεαυτόν»3· τίνι δὲ τρόπῳ πρέπει νὰ ἀγαπῶμεν τὸν πλησίον, ἐξήγησεν ὁ ἐπιστήθιος Ἰωάννης, εἰπὼν «Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ»4. Μὴ θαῤῥῇς οὖν, ὅτι, λέγων διὰ τοῦ στόματός σου καὶ τῆς γλώσσης σου, Ἐγὼ ἀγαπῶ τὸν πλησίον μου, ἐπλήρωσας τὴν ἐντολήν· διότι, ἵνα πληρώσῃς αὐτήν, πρέπον ἐστίν, ἵνα ἀγαπήσῃς Αὐτόν «ἔργῳ καὶ ἀληθείᾳ»· μηδὲ νομίσῃς, ὅτι, ὅταν μηδὲ ἐπιβουλεύῃς, μηδὲ κατατρέχῃς, μηδὲ μισῇς τὸν πλησίον σου, τότε ἐπλήρωσας τὴν ἐντολήν· διότι, ἵνα ἐκπληρώσῃς αὐτήν, ἀνάγκη ἐστίν, ἵνα «Ἔργῳ καὶ ἀληθείᾳ» ἀγαπήσῃς τὸν πλησίον σου ὡς σεαυτόν· σὺ δὲ οὐ μόνον οὐκ ἐπιβουλεύεις, οὐδὲ κατατρέχεις, οὐδὲ μισεῖς σεαυτόν, ἀλλὰ καὶ τρέφεις, καὶ ἐνδύεις, καὶ κατὰ πάντα τρόπον ἀναπαύεις· τότε οὖν μόνον ἐκπληροῖς τὴν ἐντολήν, ὅταν ἔχων δύο χιτῶνας, δίδῃς τὸν ἕνα τῷ μὴ ἔχοντι, καὶ ὅταν, ἔχων τροφάς, ποιῇς τὸ αὐτό, καὶ ὅταν, ἔχων ὑπάρχοντα, πράσσῃς ὅπερ ἔπραξεν ὁ Ζακχαῖος, ὅστις διένειμε τὰ ἤμιση τῶν ὑπαρχόντων αὐτοῦ τοῖς πτωχοῖς5. Ὅσον λοιπὸν χρέος ἔχομεν διὰ τὴν ἐκπλήρωσιν τῆς δευτέρας ἐντολῆς τοῦ δεκαλόγου, τοσοῦτον καὶ διὰ τὴν ἐλεημοσύνην· ἐκ τούτου δὲ φανερόν ἐστιν, ὅτι οἱ ἀσυμπαθεῖς καὶ ἀνελεήμονες παραβαίνουσι τὴν δευτέραν, τὴν μεγάλην καὶ ὁμοίας τῇ πρώτῃ, ἐντολὴν τοῦ Θεοῦ.

Ἄλλος πάλιν, λέγει ὁ Θεός, εἰς ὅσα ἐχάρισέ μοι, κατέστησέ με κύριον τούτων καὶ δεσπότην· ἀμεταμέλητα δέ εἰσι τοῦ Θεοῦ τὰ χαρίσματα· ἐπειδὴ λοιπὸν κατέστησέ με κύριον καὶ δεσπότην τῶν ὑπαρχόντων μου, οὐ κολάζει με, ἐὰν μὴ θελήσω δοῦναι ἐξ αὐτῶν τοῖς πτωχοῖς, διότι τοῦτο οὐκ ἔστι κατάλληλον τῇ δικαιοσύνη Αὐτοῦ· Τὶς ἐδίδαξέ σε τοῦτο τὸ ὀλέθριον μάθημα; ἀληθῶς ὁ Θεὸς πλουτίζει τὸν ἄνθρωπον6, ἀλλὰ πλουτίζει αὐτόν, οὐχ ἵνα σφετερίζηται τὸν πλοῦτον, καὶ καταναλίσκῃ αὐτὸν εἰς τὰς τρυφὰς αὐτοῦ, ἤ κατακρύπτῃ, κατακλείῃ αὐτόν, μηδὲν μηδενὶ μεταδιδούς, ἀλλ’ ἵνα χορηγῇ ἐξ αὐτοῦ εἰς τοὺς πτωχούς, καὶ ἀνοίγῃ τὰς χείρας αὐτοῦ, καὶ μεταδίδωσι τοῖς χρείαν ἔχουσιν. Ὁ Θεός, πλουτίζων τὸν ἄνθρωπον, καθιστᾷ αὐτὸν οἰκονόμον καὶ διοικητὴν τῶν ἀγαθῶν, ὧν ἔδωκεν αὐτῷ, ἵνα ἐν τῷ πρέποντι καιρῷ διαμερίζῃ ἐξ αὐτῶν τοῖς δεομένοις κατὰ ἀναλογίαν τῆς χρείας αὐτῶν. Ἄκουσον τί περὶ τούτου λέγει αὐτὸς ὁ Θεός· «Τὶς ἅρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὅν καταστήσει ὁ Κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτομέτριον»7, ἀκούεις; οἰκονόμον ὀνομάζει τὸν πλούσιον· ἀκούεις καὶ τὸν λόγον, διὰ τὸν ὁποῖον ὁ Θεὸς κατέστησέ σε πλούσιον; «Τοῦ δοῦναι», λέγει, «ἐν καιρῷ τὸ σιτομέτριον»· ἵνα σιτομετρῇς, ἤγουν ἵνα χορηγῇς εἰς τοὺς πτωχοὺς κατὰ τὸ μέτρον τοῦ πλούτου σου καὶ τῆς χρείας αὐτῶν· καὶ ὅστις μέν, λαβὼν τὸν πλοῦτον, οἰκονομεῖ αὐτὸν κατὰ τὸ Θέλημα τοῦ Κυρίου αὐτοῦ, ἐκεῖνον καὶ ἐπαινεῖ ὁ Θεὸς ὡς πιστὸν καὶ φρόνιμον οἰκονόμον, καὶ ἀνταμείβει διὰ τὴν καλὴν αὐτοῦ οἰκονομίαν· «Μακάριος», λέγει, «ὁ δοῦλος ἐκεῖνος, ὅν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως»8· ὅστις δέ, λαβὼν τὸν πλοῦτον, σφετερίζεται αὐτὸν ὡς ἴδιον, καὶ ἐσθίει καὶ πίνει καὶ μεθύσκεται, τοὺς πτωχοὺς παντελῶς ἀποστρεφόμενος, ἐκεῖνον ἐλέγχει ὡς ἄπιστον, καὶ χωρίζων αὐτὸν ἀπὸ τῆς ὁμηγύρεως τῶν πιστῶν, καταδικάζει μετὰ τῶν ἀπίστων· «Καὶ διχοτομήσει», λέγει, «αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει»9. Ἐὰν ὁ Θεὸς τοῦτον μὲν ἐπλούτιζεν, ἵνα κύριος ὤν καὶ δεσπότης τῶν δοθέντων αὐτῷ ἀγαθῶν, ποιῇ, ὡς σὺ λέγεις, εἴτι ἄν θέλῃ, μηδὲν σιτομετρῶν τοῖς πτωχοῖς, ἐκεῖνον δὲ ἐπτώχιζεν, ἵνα πάσχῃ καὶ βασανίζηται, μηδενὸς τῶν τοῦ πλουσίου ἀγαθῶν μεταλαμβάνων, ἀδικίας ἔργον ποιεῖ ὁ Θεός· διότι φανερὰ ἀδικία ἐστὶν ἡ τοιαύτη ἀνισότης εἰς τοὺς ἀνθρώπους, οἵτινες ἐπίσης εἰσὶ πλάσματα αὐτοῦ· Ὁ Θεὸς ὅμως τοῦτον μὲν ἐποίησε πλούσιον, ἐκεῖνον δὲ πτωχόν, ἵνα ἑκάτερον σώσῃ· τὸν μὲν πλούσιον διὰ τῆς πιστῆς καὶ φρονίμου οἰκονομίας, ἤγουν τῆς εἰς τοὺς πτωχοὺς μεταδόσεως· τὸν δὲ πτωχὸν διὰ τῆς εὐπειθοῦς καὶ ἀγογγύστου ὑπομονῆς καὶ καρτερίας.

Βλέπετε λοιπὸν ποῦ θεμελιοῦται ἡ πλάνη ἐκείνων, οἵτινες νομίζουσιν, ὅτι ἡ ἐλεημοσύνη οὐκ ἔστι χρέους ἐκπλήρωσις, ἀλλ’ ἀρετῆς κατόρθωμα; Αὕτη ἡ πλάνη, ἀδελφοί μου, προέρχεται οὐκ ἐκ τῆς πειθοῦς τοῦ λόγου, ἀλλ’ ἐκ τῆς ἀσπλαγχνίας τῆς καρδίας. Ἡ ἀσπλαγχνία ἐστὶν ἡ δαιμονιώδης ῥίζα αὐτῆς· ὁ ἄσπλαγχνος πλούσιος οὐδόλως αἰσθάνεται οὐδὲ τὴν ἐκ τῆς πείνας στενοχωρίαν, οὐδὲ τὴν ἐκ τῆς γυμνώσεως  ταλαιπωρίαν, οὐδὲ τὴν ἐκ τῆς ἀῤῥωστίας ὀδύνην, οὐδὲ τὴν ἐκ τῆς πτωχείας θλίψιν, ἥν πάσχει ὁ πτωχός· διὰ τοῦτο, ὅσα ἄν εἴπῃς αὐτῷ, οὐδὲ μεταλάσσεται, οὐδὲ κλίνει εἰς ἔλεος καὶ οἰκτριμόν· ἀκούων δὲ τὴν κατάκρισιν τῶν ἀνελεημόνων, καὶ τὰ βραβεῖα τῶν ἐλεούντων, θέλων ἑαυτὸν δικαιῶσαι, προβάλλει τὰ προειρημένα παράλογα λόγια.

Εἰς τὸ ἔργον τῆς ἐλεημοσύνης προτρέπει, ναί, καὶ ἡ δύναμις τῆς ἐντολῆς τοῦ Θεοῦ, καὶ ὁ φόβος τῆς κολάσεως, καὶ ἡ ἐλπὶς τῆς ἀνταποδόσεως, προτρέπει ὅμως περισσότερον ἡ εὐσπλαγχνία τῆς καρδίας. Ὁ εὔσπλαγχνος, ὅταν ἴδῃ ἄνθρωπον κινδυνεύοντα καὶ πάσχοντα, τοσοῦτον συντρίβεται ἡ καρδία αὐτοῦ, ὥστε πάσχει, ὥσπερ ἄν εἰ ἐκινδύνευε καὶ ἔπασχεν αὐτός· ὅθεν καὶ κλαίει μετὰ τῶν κλαιόντων, καὶ θλίβεται μετὰ τῶν θλιβομένων· διό, ὅταν ἴδῃ τὸν ἐν ἀνάγκαις καὶ θλίψεσιν οὔχ ὑπὸ τῆς ἐλπίδος τῆς ἀνταποδόσεως ἑλκόμενος, ἀλλ’ ὑπὸ τῆς ἰδίας εὐσπλαγχνίας κινούμενος, ἐλεεῖ αὐτόν· θεραπεύων δὲ τὴν ἀνάγκην τοῦ πτωχοῦ συνθεραπεύει ἅμα καὶ τὴν θλίψιν, τὴν ὁποίαν δοκιμάζει δι’ αὐτόν· ἐκ τούτου μετὰ τὴν μετάδοσιν τῆς ἐλεημοσύνης χαίρει καὶ εὐφραίνεται ὁ ἐλεήσας περισσότερον ἤπερ ὁ ἐλεηθείς. Τοῦτο, ὅπερ λέγω, γινώσκουσι καὶ αἰσθάνονται ὅσοι εἰσὶν εὔσπλαγχνοι· ἡ τοιαύτη δὲ ἐλεημοσύνη ἡ ἐκ τῆς εὐσπλαγχνίας τῆς καρδίας προερχομένη ἐστὶν ἡ ἐλεημοσύνης ἡ ἀληθινή, ἡ ἁγία, ἡ ἠγαπημένη εἰς τὸν πολυεύσπλαγχνον Θεόν· διὰ τοῦτο ὁ πάνσοφος ἀπόστολος Παῦλος, γράφων πρὸς τοὺς Κορινθίους περὶ ἐλεημοσύνης, παρήγγειλεν, ἵνα ἐλεῇ «ἕκαστος, καθὼς προαιρεῖται τῇ καρδίᾳ»10, ἤγουν κατὰ τὴν εὐσπλαγχνίαν τῆς καρδίας αὐτοῦ· οὐ διὰ τὴν λύπην, ἥν προξενεῖ ὁ φόβος τῆς κολάσεως, οὐδὲ τιὰ τὴν ἀνάγκην τῆς ἀνταποδόσεως· «Μὴ ἐκ λύπης ἤ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός». Τὶς δέ ἐστιν ὁ ἱλαρὸς δότης; ὅστις φοβεῖται μὴ κολασθῇ, καὶ διὰ τοῦτο δίδωσιν; οὐχί, διότι ὁ φοβούμενος οὐκ ἔστιν ἱλαρός, ἀλλὰ τεταραγμένος· τίς ἐστιν ὁ ἱλαρὸς δότης; ἐκεῖνος, ὅστις ἐλεεῖ, ἵνα λάβῃ ἀμοιβήν; Οὐχί· διότι ὁ φιλοκερδὴς οὐκ ἔστιν ἱλαρός, ἀλλ’ ἀνήσυχος· δότης ἱλαρὸς ἐκεῖνός ἔστι μόνος, ὅστις, εὐσπλαγχνιζόμενος, μετὰ χαρᾶς καὶ εὐφροσύνης ἐλεεῖ.

Ἀλλὰ πρὸς ταῦτα ἀποκρίνεσαι, λέγων· ἐὰν ἡ ἀσπλαγχνία ποιῇ τὸν ἄνθρωπον ἀνελεήμονα, ἡ δὲ εὐσπλαγχνία ἐλεήμονα, ὁ ἀνελεήμων οὐδόλως ἁμαρτάνει, διότι ἡ ἀσπλαγχνία καὶ ἡ εὐσπλαγχνία εἰσὶν ἰδιώματα φυσικά· ἐὰν ἡ φύσις ἐποίησε τὰ νεῦρα τῶν αἰσθήσεών μου σκληρὰ καὶ ἄκαμπτα εἰς τὰς προσβολὰς τῶν προκειμένων μοι θλιβερῶν πραγμάτων, ἐὰν ἡ κρᾶσις τῆς φύσεώς μου ἐποίησέ με ἀσυμπαθῆ καὶ δυσαίσθητον, τὶ πταίω ἐγὼ ἤ τὶ ἁμαρτάνω; Ἡμεῖς οὐκ ἀρνούμεθα, ὅτι κατὰ φύσιν οὗτος μὲν εὔκολα αἰσθάνεται τὴν θλίψιν τοῦ ἄλλου, ἐκεῖνος δὲ δύσκολα· ὁμολογοῦμεν, ὅτι τινὲς μὲν φύσει ἔχουσιν ἁπαλὴν καρδίαν, τινὲς δὲ σκληράν, καθὼς κατὰ φύσιν τινὲς μὲν εἰσι σώφρονες, περὶ ὧν ὁ Κύριος εἶπεν· «Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννήθησαν οὕτω»11· τινὲς δὲ ἐπιῤῥεπεῖς εἰς τὴν ἀσέλγειαν, καθὼς ὁ Σολομών, περὶ οὗ ἐγράφη· «Καὶ ὁ βασιλεὺς Σολομὼν ἧν φιλογύνης»12. Λέγομεν δέ, ὅτι ἡ φύσις, ὅταν ἡμεῖς θέλωμεν, ὑποτάσσεται εἰς τὴν χάριν· ὁ Ζακχαῖος, ὁ σκληρόκαρδος, ἐγένετο πρὸς τοὺς πένητας συμπαθέστατος καὶ εὐεργετικώτατος· ἡ ἀσελγὴς πόρνη ἔνιψε τοὺς πόδας τοῦ Ἰησοῦ Χριστοῦ τοῖς δάκρυσι, καὶ ἐγένετο σώφρων· ἡ Σαμαρεῖτις, ἥτις ἔλαβε πέντε ἄνδρας, καὶ ἕτερον ἕκτον, ἐσωφρονίσθη, καὶ ἐκήρυξε τὸν Ἰησοῦν Χριστὸν ἐνώπιον τῶν τυράννων.

Ἄνθρωπε, λοιπὸν σὺ λέγεις, ὅτι, ἐπειδὴ ὑπάρχει φύσει ἀσυμπαθής, οὐδεμίαν ἁμαρτίαν ἔχεις, ἐὰν μὴ ἐλεήσῃς τὸν πτωχόν· ἀλλ’ ἐπειδὴ τῆς ἀρετῆς τὰ σπέρματά εἰσιν ἐμπεφυτευμένα εἰς τὴν ἀνθρώπινην φύσιν, καὶ ἡ χάρις τοῦ Θεοῦ ἕτοιμός ἐστιν εἰς τὴν βοήθειάν σου, ἐὰν θέλῃς, δύνασαι γενέσθαι συμπαθὴς καὶ εὔσπλαγχνος, καθώς, ἐὰν θέλῃς, γίνεσαι ἐγκρατὴς καὶ σώφρων· διὰ τοῦτο δὲ ἁμαρτάνεις, ἐπειδὴ οὐ θέλεις.

Ἀλλ’ ὁ ἀσελγής, λέγεις, ἔχει διαφόρους τρόπους, διὰ τῶν ὁποίων μαραίνει τῆς σαρκὸς τὴν φλόγα, καὶ καταπραΰνει τῆς ἐπιθυμίας τὴν λύσσαν· διὰ τῆς προσευχῆς, διὰ τῆς νηστείας, διὰ τῆς ἀγρυπνίας, διὰ τῆς σκληραγωγίας ὑποπιάζων τὸ σῶμα καὶ δουλαγωγῶν, γίνεται νικητὴς καὶ τροπαιοῦχος13. Οὐχ ἡμεῖς, ἀλλ’ ἡ Χάρις τοῦ Θεοῦ νικᾷ, καὶ τίθησιν εἰς τὴν κεφαλὴν ἡμῶν τῆς νίκης τὸν στέφανον· ἡμεῖς ἀφ’ ἑαυτῶν οὐκ ἐσμὲν ἱκανοὶ πρὸς τὰ τοιαῦτα κατορθώματα· ἡμεῖς τὴν καλὴν διάθεσιν μόνον δεικνύομεν, τὴν θέλησιν ἡμῶν δίδομεν, τὸ κατὰ δύναμιν ποιοῦμεν, ὁ δὲ Θεὸς ποιεῖ ἡμᾶς ἱκανοὺς πρὸς τὸ κατόρθωμα· «Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ»14.

Ἄκουσον τὸν τρόπον, διὰ τοῦ ὁποίου εὔκολα γίνεσαι εὔσπλαγχνος. Ὅταν συναντᾷς τὸν πτωχόν, μὴ ἀποστρέφῃς τὸ πρόσωπόν σου ἀπ’ αὐτοῦ, ἀλλά, στηρίξας τὰ ὅμματά σου ἐπ’ αὐτόν, καὶ παρατηρήσας τὴν ἐλεεινὴν αὐτοῦ κατάστασιν, προσήλωσον τὸν νοῦν σου εἰς τὴν στενοχωρίαν καὶ τὴν θλίψιν τῆς καρδίας αὐτοῦ. Ὅταν βλέπῃς τὴν οἰκίαν τῆς πτωχῆς καὶ ἀπόρου χήρας, μὴ φύγῃς, ἀλλ’ εἰσελθὼν εἰς αὐτὴν βλέπε τὰ δάκρυα αὐτῆς, ὅτε περικυκλοῦσιν αὐτὴν τὰ μικρὰ ὀρφανὰ αὐτῆς γυμνά, καὶ κλαίοντα, καὶ φωνῇ ἐλεεινῇ ζητοῦντα παρ’ αὐτῆς τροφήν. Ὅταν πλησιάζῃς εἰς τὸν οἶκον, ὅπου κατάκειται ὁ πτωχός, ὁ ἀσθενής, μὴ ἀναχωρήσῃς ἐκεῖθεν, ἀλλ’ εἴσελθε καὶ βλέπε, ὅτι οὐδὲ ἰατρὸς ἐκεῖ, οὐδὲ ἰατρικόν, οὐδὲ ὑπηρέτης, οὐδὲ τροφή, οὐδὲ ἄνθρωπος, ἵνα δροσίσῃ τὴν δίψαν αὐτοῦ· μὴ φύγῃς εὐθύς, ἀλλὰ στῆθι ἐκεῖ, καὶ βλέπε αὐτὸν κατακείμενον ἐπὶ γῆς, βλέπε τὰς πληγάς, ἐρεύνησον ποία ἡ ἀσθένεια στῆθι ἐκεῖ, καὶ ἄκουσον ὀδυνηρὰς φωνὰς τὰς ἐκ τῶν πόνων τῆς ἀῤῥωστίας αὐτοῦ. Ὅταν βλέπῃς τὸν πτωχὸν ἐκτείνοντα τὴν χεῖρα, καὶ ζητοῦντα τὸ ἐλεός σου, μὴ ὀργίζεσαι, μὴ ἀγανακτεῖς, ἀλλὰ χαῖρε καὶ ἀγάλλου, νομίζων, ὅτι αὐτός ἐστιν ὁ Κύριος καὶ ὁ σωτήρ σου, ὅστις ἐκτείνει τὴν χεῖρα καὶ ζητεῖ παρὰ σοῦ τὴν κλεῖδα, ἵνα ἀνοίξῃ σοι τοῦ παραδείσου τὴν θύραν. Ὅταν ταῦτα ποιῇς, τότε καὶ τὴν ἀγαθήν σου προαίρεσιν δεικνύεις, καὶ τὸ κατὰ δύναμίν σου συνεισφέρεις, καὶ ἑτοιμάζεις τὴν καρδίαν σου πρὸς ὑποδοχὴν τῆς τοῦ Θεοῦ Χάριτος. Ὅθεν τότε ἡ χάρις ἐνεργεῖ ἐν σοῖ, καὶ νικῶσα τὴν φύσιν, ἀπαλύνει τὴν σκληρότητα τῆς καρδίας σου· συμπαθὴς δὲ τότε καὶ εὔσπλαγχνος γενόμενος, καὶ συμπάσχων τοῖς πάσχουσι, καὶ ἐκτείνων μετὰ χαρᾶς τὴν χεῖρα εἰς βοήθειαν τῶν πτωχῶν καὶ ἀπόρων, γίνεσαι οἰκτίρμων, καθὼς καὶ ὁ πατήρ σου ὁ ἐπουράνιος «οἰκτίρμων ἐστί»15· διὸ καὶ κληρονόμος γίνεσαι τῆς αἰωνίου βασιλείας αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ ἡ τιμή, καὶ ἡ λατρεία εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Σημειώσεις :

  1. Λουκ. ε΄, 16.
  2. Λουκ. ε΄, 18.
  3. Ματ. κβ΄, 39.
  4. Α΄ Ἰωαν. γ΄, 18.
  5. Λουκ. γ΄, 11, αὐτ. ιθ΄, 8.
  6. Α΄ Βασ. β΄, 7.
  7. Λουκ. ιβ΄, 42.
  8. Λουκ. ιβ΄, 48.
  9. αὐτ. 46.
  10. Β΄ Κορ. θ΄, 7.
  11. Ματ. ιθ΄, 12.
  12. Γ΄Βασ. ια΄, 1.
  13. Α΄ Κορ. θ, 27.
  14. Β΄ Κορ. γ, 4.
  15. Λουκ. ε΄, 36.


Δείτε τον λόγο στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου
Θεοτόκη (τόμ. 2ος, σελ. 52 – Έκδοσις 1840), πατώντας
εδώ (1/11/2013)

 

(Επιμέλεια κειμένου: Στυλιανή)

 

ΣΧΕΤΙΚΑ:

Περί ελεημοσύνης (Αγ. Νικόλαος Βελιμίροβιτς)

Αποστολικό ανάγνωσμα ΙΗ’ Κυριακής: Ομιλία περί ελεημοσύνης (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

Ομιλία περί του ότι μεγάλη της ελεημοσύνης η δύναμη (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

«Ελεημοσύνη» και «φιλανθρωπία» στη θεία Ευχαριστία της πρώτης Εκκλησίας (Γ. Ν. Φίλιας, Καθηγητής Πανεπιστημίου Αθηνών)

Εύρος και βάθος της ελεημοσύνης – Ποιος είναι πλούσιος κατά τον Ιερό Χρυσόστομο (Στυλιανός Παπαδόπουλος, Ομ. Καθηγητής Πανεπιστημίου Αθηνών)

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes