Αποστολικό ανάγνωσμα Κυριακής της Σαμαρείτιδος: Ομιλία περί του τι δηλοί το όνομα Χριστιανός (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(5 άτομα το έχουν διαβάσει)

(Πράξ. 11, 19-30)

– Πότε ονομάστηκαν Χριστιανοί οι πιστεύσαντες στον Χριστό;

– Γιατί εδόθη αυτό το όνομα; Και πόσο σπουδαίο είναι αυτό για κάθε Χριστιανό;

– Ο άνθρωπος πριν την πτώση του έλαβε δύο εξουσίες από τον Δημιουργό του. Βασιλέας της κτίσεως και των παθών κύριος.

– Με την σταύρωση και την ανάστασή Του ο Χριστός επανέφερε στο αρχαίο αξίωμα τον άνθρωπο που είχε απωλέσει μετά την πτώση του.

– Το όνομα Χριστιανός είναι ενδοξότερο από το άρχων, ηγεμών, δεσπότης, βασιλεύς και οποιοδήποτε άλλο αξίας σημαντικόν όνομα.

– Τι έκανε ο διάβολος όταν οι μαθητές τού Χριστού ονομάστηκαν Χριστιανοί;

– Αρκεί όμως μόνο το άγιον όνομα “Χριστιανός” για την σωτηρία του ανθρώπου;

– Σε ποια περίπτωση το όνομα “Χριστιανός” θα μας κατακρίνει;

***

 

Ἀρχιεπισκόπου Ἀστραχὰν καὶ Σταυρουπόλεως Νικηφόρου Θεοτόκη

Ὁμιλία μετὰ τὰς Πράξεις τῶν Ἀποστόλων

τὰς ἀναγινωσκομένας τῇ Κυριακῇ τῆς Σαμαρείτιδος

 

Ἠκούσατε σήμερον, ἀγαπητοί μου ἀδελφοί, ὑπὸ τίνος, καὶ πότε ὠνομάσθημεν Χριστιανοί· πολλὰ δὲ ψυχωφελές ἐστιν, ἵνα μάθητε καὶ τό, διὰ τὶ ἐδόθη ἡμῖν, καὶ εἰς ποῖον ὕψος ἀναβιβάζει ἡμᾶς τοῦτο τὸ πανυπέρτιμον καὶ δεδοξασμένον ὄνομα. Τινὲς μὲν ἐνόμισαν, ὅτι οἱ θεῖοι ἀπόστολοι Χριστιανοὺς ὠνόμασαν τοὺς εἰς τὸν Χριστὸν πιστεύσαντας, ἵνα διαστείλωσιν αὐτοὺς ἀπὸ τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ τῶν Ἠρωδιανῶν. Ἄλλοι δέ, ὅτι τοῦτο ἐποίησαν οἱ ἀπόστολοι κατὰ μίμησιν τῶν σχολαστικῶν ἐθνικῶν, οἵτινες ἀπὸ τοῦ ὀνόματος τοῦ πρώτου διδασκάλου ἐκείνου τοῦ φιλοσοφικοῦ συστήματος, ὅπερ αὐτοὶ ἐδέχοντο, ἐλάμβανον τὴν ὀνομασίαν· παραδείγματος χάριν, ἀπὸ τοῦ Πυθαγόρου Πυθαγόρειοι, καὶ ἀπὸ τοῦ Πλάτωνος Πλατωνικοί, καὶ ἀπὸ τοῦ Ἀριστοτέλους Ἀριστοτελικοί, καὶ ἀπὸ τοῦ Ἐπικούρου Ἐπικούρειοι· μικρὰ ὅμως εἰσὶ ταῦτα τὰ νοήματα καὶ φρονήματα, καὶ τῆς μεγαλοπρεπείας τοῦ θεοφωτίστου νοὸς τῶν θεοκηρύκων ἀποστόλων πάντῃ ἀνάξια. Αὐτοὶ οἱ θεοφόροι ἄνδρες ἔθηκαν εἰς τοὺς μαθητὰς τοῦ Χριστοῦ τοῦτο τὸ ἅγιον ὄνομα, ἵνα δι’ αὐτοῦ φανερώσωσι μεγάλα καὶ ὑψηλὰ πράγματα, καὶ σεμνύνωσι τοὺς ὀνομαζομένους, καὶ ὑψώσωσι τὸν νοῦν αὐτῶν εἰς τὴν θεωρίαν τῆς πρώτης ἀνθρωπίνης καταστάσεως, καὶ διδάξωσι τίνι τρόπῳ πρέπον ἐστίν, ἵνα πολιτεύωνται, ὅσοι ταύτης ἠξιώθησαν τῆς θεοδωρήτου ὀνομασίας.

Χριστοὺς ὀνομάζει ἡ θεία Γραφὴ τοῦς βασιλεῖς, ὡς διὰ τοῦ μύρου κεχρισμένους. «Μηδαμῶς μοι», ἔλεγεν ὁ Δαβὶδ περὶ τοῦ βασιλέως Σαούλ, «παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου, ἐπὶ χριστὸν Κυρίου»1. Ὁ Σωτὴρ τοῦ κόσμου, καὶ καθὸ κεχρισμένην εἶχε τὴν ἑαυτοῦ φύσιν, οὐχὶ διὰ μύρου ὑλικοῦ, ἀλλὰ διὰ τῆς ὑποστατικῆς ἐνώσεως τῆς θεότητος, καὶ καθὸ ἦν βασιλεὺς πάσης τῆς ἀοράτου καὶ ὁρωμένης κτίσεως, κατ’ ἐξοχὴν ὠνομάσθη Χριστός, ἤγουν βασιλεύς· ὠνομάσθη δὲ καὶ Ἰησοῦς, τουτέστι σωτὴρ καθότι αὐτὸς «ἔσωσε τὸν λαὸν αὐτοῦ»2, ἤγουν τοὺς εἰς αὐτὸν πιστεύσαντας, ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· τὸ ὄνομα Ἰησοῦς οὐδόλως ἁρμόζει οὐδὲ εἰς ἄνθρωπον, οὐδὲ εἰς ἄγγελον· διότι οὐδείς, εἰμὴ μόνος αὐτὸς θυσίαν προσαγαγὼν ἑαυτὸν ἐπάνω εἰς τὸ ξύλον τοῦ σταυροῦ, ἔσωσε τῶν ἀνθρώπων τὸ γένος· ἐκ τοῦ δευτέρου οὖν ὀνόματος, ἤγουν τοῦ Χριστοῦ, σχηματίσαντες οἱ θεόπται ἀπόστολοι τὸ Χριστιανός, ἀπέθηκαν αὐτὸ ἐπὶ τοὺς πιστοὺς ὡς πολλὰ ἀρμόδιον καὶ κατάλληλον· διότι τὸ πάθος καὶ ὁ σταυρὸς καὶ ὁ θάνατος τοῦ Χριστοῦ ἀνυψώσας τοὺς εἰς αὐτὸν πιστεύοντας εἰς τὴν ἀρχαίαν καὶ πρώτην κατάστασιν, ἐποίησεν αὐτοὺς βασιλεῖς τῆς αἰωνίου αὐτοῦ Βασιλείας.

Βασιλέα κατέστησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ὅταν ἔπλασεν αὐτὸν «χοῦν λαβών, ἀπὸ τῆς γῆς». «Αὐξάνεσθε», εἶπε ὁ Θεός, ἀφ’ οὗ ἔπλασε τοὺς πρωτοπλάστους, «καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς»3. Ἡ κυριότης τῆς γῆς τὶ ἄλλο σημαίνει, εἰμὴ ἐξουσίαν, δεσποτείαν, βασιλείαν; ἐδήλωσε δὲ ὁ Θεὸς καὶ εἰδικώτερον τὰ ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀνθρώπου, εἰπὼν «Καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἐρπετῶν τῶν ἐρπόντων ἐπὶ τῆς γῆς. Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅεστιν ἐπάνω πάσης τῆς γῆς· καὶ πᾶν ξῦλον, ὅ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν»4. Οὐ μόνον δὲ ταύτην τὴν δεσποτείαν ἔλαβεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ ἄλλην πολλῷ τιμιωτέραν ταύτης, τῶν παθῶν δηλαδὴ τὴν κυριότητα· ἀλλὰ πόθον συμπεραίνεται αὐτὴ ἡ τιμιωτέρα κυριότης; Πρῶτον μὲν ἐκ τοῦ τόπου, εἰς ὅν ὁ Θεὸς ἔβαλε τὸν ἄνθρωπον· διότι αὐτὸς ἦν τόπος τρυφῆς. «Καὶ ἔθετο αὐτόν», λέγει ἡ θεία Γραφή, «ἐν τῷ Παραδείσῳ τῆς τρυφῆς. Ὅπου δὲ τρυφή, ἐκεῖ οὐκ ἔστι παθῶν ἐνόχλησις, οὐδὲ στενοχωρία. Δεύτερον δὲ ἐκ τῆς ἀκακίας αὐτῶν καὶ τῆς ἁπλότητος· τόσον ἄκακοι καὶ ἁπλοὶ ἦσαν οἱ δύο πρῶτοι ἄνθρωποι, ὥστε οὐδὲ τὴν γύμνωσιν αὐτῶν ἐγνώριζαν, οὐδὲ τοῦ πάθους τῆς αἰσχύνης ἠσθάνοντο»5. «Καὶ ἦσαν», λέγει, «οἱ δύο γυμνοί, ὅ,τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ἠσχύνοντο»6. Τότε δὲ ἐγνώρισαν, ὅτι εἰσὶ γυμνοί, τότε τὸ πάθος τῆς αἰσχύνης κατεκάλυψε τὰ πρόσωπα αὐτῶν, ὅταν παραβάντες τοῦ Θεοῦ τὴν ἐντολήν, ἐστερήθησαν τῆς ἀπαθείας. «Καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. Τοῦτο δὲ γνωρίσαντες ἠσχύνθησαν, διὸ ἔῤῥαψαν φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα»7.

Ἐπειδὴ δὲ ταύτας τὰς δύω ἐξουσίας ἔλαβεν ὁ ἄνθρωπος ἐκ χειρὸς τοῦ δημιουργοῦ αὐτοῦ, καὶ βασιλέως πάσης τῆς κτίσεως, διὰ τοῦτο, ὅσον καιρὸν ἔμενεν εἰς τὴν ὑπακοὴν αὐτοῦ, εἶχε καὶ τὴν ἐξουσίαν τῶν ἐπιγείων πραγμάτων, καὶ τὴν τῶν παθῶν κυριότητα· ἀφ’ οὗ δέ, ἀποστατήσας ἀπὸ τῆς πρὸς τὸν Θεὸν ὑπακοῆς, ὑπήκουσε τῷ διαβόλῳ, ἀπώλεσε μὲν τὰς δύω βασιλείας, ἐγένετο δὲ δοῦλος ἀντὶ βασιλέως. Ἐκ τούτου βλέπομεν τὸν ἄνθρωπον μετὰ τὴν ἁμαρτίαν, φεῦ τῆς δυστυχίας, ἐξόριστον τοῦ παραδείσου, ὅπου καὶ ὁ θρόνος ἦν τῆς βασιλείας αὐτοῦ, καὶ ἡ καθέδρα τῆς τῶν παθῶν ἡσυχίας. Βλέπομεν αὐτὸν μετὰ τὴν ἁμαρτίαν συνεχόμενον καὶ περικυκλούμενον ὑπὸ παντοίων παθῶν, ὑπὸ παθῶν φυσικῶν· ταῦτα δέ εἰσιν αἱ ἄκανθαι καὶ τρίβολοι, καὶ αἱ λύπαι καὶ οἱ ἰδρῶτες· καὶ ὑπὸ παθῶν προαιρετικῶν· ταῦτα δέ εἰσιν οἱ φόνοι καὶ αἱ ἀδελφοκτονίαι, αἱ ἀσέλγειαι καὶ ὁ πληθυσμὸς τῆς κακίας τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Βλέπομεν αὐτὸν μετὰ τὴν ἁμαρτίαν δουλεύοντα καὶ προσκυνοῦντα τῶν δαιμόνων τὴν δύναμιν ἐπ’ ὀνόματι τῶν εἰδώλων. Βλέπομεν τὸν ἄνθρωπον, τὸν ὑπερένδοξον βασιλέα, ὅστις ἐπλάσθη, ἵνα ζῇ καὶ βασιλεύῃ εἰς πάντας τοὺς αἰῶνας, δεδουλωμένον τοῖς πάθεσι, καὶ ἀποθνήσκοντα καὶ διαλυόμενον, καὶ εἰς γῆν μεταβαλλόμενον, χωρὶς ἐλπίδος ἀναστάσεως.

Ἀλλὰ νικᾷ τοῦ Θεοῦ ἡ εὐσπλαγχνία τὴν δικαιοσύνην αὐτοῦ, «καὶ κατακαυχᾶται ἔλεος κρίσεως κατὰ τῆς τῶν ἀνθρώπων ἀποστασίας»8. Ἐξαποστέλλει ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα ἀναστήσῃ τὸν ἄνθρωπον ἐκ τοῦ φοβεροῦ πτώματος τῶν ἐλεεινῶν αὐτοῦ δυστυχημάτων· ὁ υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γενόμενος, καὶ παθών, καὶ σταυρωθείς, καὶ ἀναστάς, ἐπανήγαγε τὸν ἄνθρωπον εἰς τὸ ἀρχαῖον ἀξίωμα, δοὺς αὐτῷ ἐξουσίαν, ἥν ἐκ παραβάσεως ἀπώλεσεν. «Ἐν τῷ ὀνόματί μου», εἶπε, «δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἄν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἔξουσι»9. «Λάβετε», εἶπε, «πνεῦμα ἅγιον, ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται»10. «Ἀμὴν λέγω ὑμῖν», εἶπεν, «ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλά, κἄν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. Καὶ πάντα, ὅσα ἄν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, λήψεσθε»11. Αὐτή ἐστιν ἡ τῶν ἐπὶ γῆς πραγμάτων ἐξουσία, ἡ ὑπὸ τοῦ Ἰησοῦ Χριστοῦ δοθεῖσα τοῖς ἀνθρώποις. Βλέπε δὲ καὶ τὴν κατὰ τῶν παθῶν καὶ τῶν δαιμόνων ἐξουσίαν, ἥν αὐτὸς ὁ θεάνθρωπος ἔδωκε τοῖς εἰς αὐτὸν πιστεύουσιν. «Ἰδού», εἶπε, «δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει»12. Φανερὸν δέ ἐστιν, ὅτι οἱ μὲν ὄφεις καὶ οἱ σκορπίοι εἰσὶ τὰ ἰοβόλα καὶ θανατηφόρα πάθη, ἡ δὲ δύναμις τοῦ ἐχθροῦ, εἰσὶ πάντες οἱ πειρασμοὶ καὶ τὰ πεπυρωμένα τοῦ διαβόλου βέλη. Αὐτὸς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἀναστάς, συνανέστησε πᾶσαν τὴν ἀνθρώπινον φύσιν· ὅθεν διὰ τοῦτο εἶπεν· «ὁ πιστεύων εἰς ἐμέ, κἄν ἀποθάνῃ, ζήσεται»13. Μετὰ τὴν ἀνάστασιν αὐτοῦ οὐδεὶς τῶν νεκρῶν διαμένει ἐν τοῖς μνήμασιν ὡς γῆ καὶ σποδός, ἀλλ’ ἀνίσταται καὶ ἄφθαρτος γίνεται. «Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι»14. Ὅτι δὲ καὶ βασιλεῖς ἡμᾶς κατέστησεν ὁ Θεάνθρωπος, βασιλείας οὐχὶ ἐπιγείου καὶ φθαρτῆς, ἀλλ’ ἐπουρανίου καὶ ἀφθάρτου15, ἐμαρτύρησε μὲν ὁ ἐπιστήθιος Ἰωάννης, εἰπὼν ῥητῶς· «Καὶ ἐποίησεν ἡμᾶς βασιλεῖς καὶ ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, παραλαβὼν τοῦτο παρ’ αὐτοῦ τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ, ὅστις εἶπε· «Κᾀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν· ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλεία μου»16. Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου κληρονομήσατε τὴν ἠτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου»17.

Ἐπειδὴ οὖν ὁ πανυπεράγαθος καὶ φιλανθρωπότατος Ἰησοῦς, καθαρίσας ἡμᾶς διὰ τοῦ ἰδίου αἵματος, καὶ ἀνακαινίσας τοὺς ἐν ἡμῖν χαρακτῆρας τῆς καθ’ ὁμοίωσιν εἰκόνος τοῦ κτίσαντος ἡμᾶς βασιλέως καὶ Θεοῦ, ἐποίησε πάλιν βασιλεῖς, καθὼς ἤμεθα ἀπ’ ἀρχῆς, ὅτε ἐπλάσθημεν· διὰ τοῦτο πανευσπλάγχνως εὐδόκησεν, ἵνα ἀπὸ τοῦ ὀνόματος αὐτοῦ, τουτέστι Χριστοῦ, τοῦ σημαίνοντος βασιλέα, ὀνομασθῶμεν Χριστιανοί, ὅπως ἄν τὸ ὄνομα δηλοποιῇ τὰ πράγματα. Ἐπειδὴ ἡμεῖς οἱ εἰς αὐτὸν πιστεύοντες βασιλεῖς τῆς ἐπουρανίου αὐτοῦ βασιλείας ὑπ’ αὐτοῦ κατεστάθημεν, διὰ τοῦτο καὶ ὄνομα βασιλικὸν ἡμῖν ἔδωκε· καύχημα τοῦτο μέγα καὶ εὔκλεια καὶ δόξα τῶν πιστῶν, ὑπερβαίνουσα πάσας τὰς ἐπιγείους τιμὰς καὶ δόξας· ἐνδοξότερον τὸ ὄνομα Χριστιανὸς πάντων τῶν ὀνομάτων, ὅσα σημαίνουσιν ἀξιώματα, προβιβασμοὺς ἐξουσίας, προνόμια ἀνθρώπων· τὸ ὄνομα τοῦτο, Χριστιανός, ὑπέρτερόν ἐστιν, ἥ περ τὸ ὄνομα, ἄρχων, ἡγεμών, δεσπότης, βασιλεύς, καὶ πᾶν ἄλλο ἀξίας σημαντικὸν ὄνομα. Βλέπε δὲ τοῦ Θεανθρώπου τὴν φιλανθρωπίαν. Καθὼς ὁ Θεὸς καὶ Πατὴρ «ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα»18· οὕτως αὐτὸς διὰ τῶν ἀποστόλων αὐτοῦ ἐδωρήσατο ἡμῖν ὄνομα, τὸ ὑπὲρ πάντα τὰ ἐπὶ γῆς ἀξιωματικὰ ὀνόματα, τουτέστι τὸ ὄνομα Χριστιανός.

Διὰ τοῦτο, ὅταν ἤκουσεν ὁ διάβολος, ὅτι οἱ μαθηταὶ τοῦ Χριστοῦ ὠνομάσθησαν Χριστιανοί, ἄναψε τὰς φλόγας τῆς ὀργῆς καὶ τοῦ θυμοῦ εἰς τὰς καρδίας τῶν τότε διωκτῶν καὶ τυράννων, καὶ τόσην ἀποστροφὴν καὶ μῖσος ἐξήγειρε κατὰ τούτου τοῦ ὀνόματος, ὥστε, ἐάν τις ἔλεγεν, ὅτι ἐστὶ Χριστιανός, διὰ τοῦτο καὶ μόνον βασανιστικῶς ὑπ’ αὐτῶν ἐπαιδεύετο ἕως θανάτου. Ἵστατο ἐν τῷ σταδίῳ τῆς ἀθλήσεως, ἐνώπιον τοῦ τυράννου ὁ ἅγιος τοῦ Χριστοῦ μάρτυς· καὶ ὁ μὲν τύραννος ἔλεγε πρὸς αὐτόν· ἀρνήθητι τοῦτο τὸ ὄνομα, ἵνα φύγῃς τὰς βασάνους· εἰπέ, ὅτι οὐκ εἰμὶ Χριστιανός, ἵνα ἀπαλλαγῇς τοῦ θανάτου· ὁ δὲ τοῦ Χριστοῦ μάρτυς ἐκραύγαζε μεγάλῃ τῇ φωνῇ, Χριστιανός εἰμι, ἔστεργε τὰς πολυποικίλους καὶ δεινὰς τιμωρίας, καὶ προέκρινε τῆς ἰδίας αὐτοῦ ζωῆς τοῦ Χριστιανοῦ τὸ ὄνομα. Πλήρεις εἰσὶν αἱ ἐκκλησιαστικαὶ ἱστορίαι τοιούτων ἁγίων παραδειγμάτων.

Ἀλλ’ ἆρά γε ἀρκεῖ μόνον τοῦτο τὸ ἅγιον ὄνομα πρὸς σωτηρίαν; Ἐὰν ἔχῃς φρόνησιν εἰς τὸν νοῦν, ἀνδρείαν εἰς τὴν ψυχήν, σωφροσύνην εἰς τὰ ἤθη, ἀγάπην εἰς τὸν πλησίον, δικαιοσύνην εἰς πάσας τὰς πράξεις σου· ἐὰν ἔχῃς ἔργα βασιλικὰ καὶ ἄξια τοῦ ὀνόματός σου, ἀρκεῖ τὸ ὄνομα πρὸς δόξαν καὶ σωτηρίαν σου. Ἐὰν δὲ ὀνομάζεσαι μὲν Χριστιανός, ἤγουν βασιλεύς, γίνεσαι δὲ μωρός, καὶ πολιτεύεσαι ὡς ἀσθενὴς καὶ ἄνανδρος· ὀνομάζεσαι βασιλεύς, ἔπειτα κάθησαι εἰς τὰ καπηλεῖα, καὶ φθείρεις ἑαυτὸν εἰς τὰ πορνοστάσια καὶ εἰς τὰς ἀσωτείας· λέγεσαι βασιλεύς, ἔπειτα ἐπιβουλεύεις τὸν πλησίον σου, καὶ κλέπτεις καὶ ἁρπάζεις καὶ ἀδικεῖς, καὶ ποιεῖς πᾶν ἄλλο αἰσχρὸν καὶ ἄτιμον ἔργον, οὐαὶ σοι· διότι τότε αὐτὸ τὸ ὄνομά σου κατακρίνει σε· ἐπειδὴ ὁ Θεὸς καὶ κατέστησε καὶ ὠνόμασέ σε βασιλέα, διὰ τὶ οὐ στοχάζεσαι τὴν ἀξίαν σου, ἀλλὰ περιφρονεῖς αὐτήν; σὺ εἶ εἰκὼν καὶ ὁμοίωμα τοῦ παντοκράτορος Θεοῦ· διὰ τὶ οὐ συλλογίζεσαι τὴν ἐξουσίαν σου; ὁ παντοδύναμος ἔδωκέ σοι τὴν ἐξουσίαν τῶν ἐπὶ γῆς κτισμάτων, τὴν κυριότητα ἐπάνω εἰς τὰ πάθη σου, τὴν δεσποτείαν τοῦ ἐχθροῦ σου· διὰ τὶ οὖν ἐξουσιάζεσαι ὑπὸ τῶν προσκαίρων πραγμάτων, καὶ ὑπηρετεῖς τὰ πάθη σου, καὶ γίνεσαι δοῦλος τοῦ ἐχθροῦ σου; διὰ τὶ οὐ μνημονεύεις τὸ ὕψος καὶ τὴν δόξαν τῆς βασιλείας σου; βασιλείαν διὰ σὲ ἔχει ἕτοιμον ὁ Θεὸς ἀθάνατον καὶ ἀτελεύτητον. Ὤ, οὐαὶ καὶ ἡμῖν τοῖς παναθλίοις· διὰ τὶ οὐκ ἀνυψοῦμεν τὰ ὄμματα εἰς τὸν οὐρανόν, οὐδὲ βλέπομεν τὰ μεγάλα καὶ ὑπερφυῆ καὶ ἐξαίσια χαρίσματα, ὅσα ἔδωκε ἡμῖν ὁ Θεός, ἀλλ’ὡς οἱ χοῖροι κάτω πάντοτε νεύομεν, καὶ ὡς ἐκεῖνοι εἰς τὸν βόρβορον, οὕτως ἡμεῖς εἰς τῆς ἁμαρτίας τὴν ἀκαθαρσίαν διαπαντὸς κατακυλιόμεθα. Οὐαὶ ἡμῖν, τὸ ἅγιον ὄνομα, τὸ ἐπιτεθὲν ἡμῖν οὐ δοξάζεται, ἀλλὰ «βλασφημεῖται ὑπὸ τῶν ἀπίστων, διὰ τὰς πονηρὰς ἡμῶν πράξεις»19.

Χριστιανοί, ἡ ἀπόφασις τοῦ Θεοῦ ἐστιν ἐκπεφωνημένη καὶ γεγραμμένη ἐν τῷ εὐαγγελίῳ, κατ’ ἐκείνου τοῦ πονηροῦ ἀνθρώπου, εἰς ὅν ὁ Θεὸς καὶ τὴν ἐξουσίαν ἔδωκε, καὶ οἰκονόμον αὐτὸν ὡνόμασεν. Αὐτὸς δὲ οὐδὲ κατὰ τὴν ἐξουσίαν, οὐδὲ κατὰ τὸ ὄνομα αὐτοῦ ἐπολιτεύθη· ἀλλ’ «ἤρξατο τύπτειν τοὺς παῖσας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι»20. Ἀδελφοί μου ἀγαπητοί, ὅστις ὄνομα μόνον ἔχει Χριστιανοῦ, ἔργα δὲ διαβόλου, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐν ᾗ καθίσει ὁ Κύριος κρῖναι ζώντας καὶ νεκρούς, ἀφαιρεῖ ἀπ’ αὐτοῦ τὰ θεία αὐτοῦ χαρίσματα, ἅμα δὲ καὶ τὸ κεχαριτωμένον αὐτοῦ ὄνομα, αὐτὸν δὲ γυμνὸν καὶ τετραχηλισμένον καταδικάζει ἐκεῖ, ὅπου καὶ οἱ ἄπιστοι, οἱ μὴ καταξιωθέντες τοῦ Χριστιανοῦ ὀνόματος καταδικασθήσονται. «Καὶ διχοτομήσει αὐτόν», λέγει, «καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων»21. Κύριε τοῦ ἐλέγους, ῥῦσαι ἡμᾶς ἀπὸ ταύτης τῆς φοβερωτάτης καὶ ἀνερμηνεύτου κατακρίσεως διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὴν τῷ παναγίῳ σου πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Σημειώσεις :

  1. Α΄ Βασ., κστ΄, 11.
  2. Ματ. α΄, 27.
  3. Γεν. α΄, 28, θ΄, 1.
  4. Αὐτ. 20.
  5. Γεν. β΄, 15.
  6. Αὐτ. 25.
  7. Γεν. γ΄, 17.
  8. Ἰακ. β΄, 13.
  9. Μαρκ. ιστ΄, 17, 18.
  10. Ἰωαν. κ΄, 22, 23.
  11. Ματθ. κα΄, 21, 22.
  12. Λουκ. ιστ΄, 10.
  13. Ἰωαν. ια΄, 25.
  14. Β΄ Κορ. ιε΄, 50.
  15. Αὐτ. 16.
  16. Λουκ. κβ΄, 29, 30.
  17. Ματθ. κε΄, 34.
  18. Φιλιπ. β΄, 9.
  19. Ῥωμ. β΄, 24.
  20. Ἰακ. ιβ΄, 45.
  21. Αὐτ. 50.

 


Δείτε τον λόγο στο πρωτότυπο από το “Κυριακοδρόμιο εις τας Πράξεις των Αποστόλων”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 61 – Έκδοσις 1840), πατώντας
εδώ (12/5/2012)

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes