Κυριακή IΑ’ Λουκά: Ομιλία περί προφάσεων (Νικηφόρος Θεοτόκης, Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως)

(13 άτομα το έχουν διαβάσει)

(Λουκ. ιδ’ 16-24)

– Το σημερινό Ευαγγέλιο διδάσκει μάθημα αναγκαίο για την σωτηρία παντός ανθρώπου.

– Αποτελούν οι προφάσεις -για τον Θεό- δικαιολογίες;

– Είναι η ασθένεια της σαρκός, η ματαιότης του κόσμου και του διαβόλου οι πειρασμοί, εμπόδια για να καταξιωθούμε των επουρανίων δωρεών του Κυρίου μας;

– Ο Θεός αποστρέφεται τις παράλογες προφάσεις. Μήπως όμως αποδέχεται τις ευλογοφανείς;

– Κάθε πρόφαση είναι πονηρία και του διαβόλου εφεύρημα, με το οποίο αποκοιμίζει τον άνθρωπο, για να πεθάνει στις αμαρτίες του. Γι’ αυτό θα πρέπει να φεύγουμε των προφάσεων, για να αποφύγουμε της κολάσεως την κατάκριση.

 

****

 

Ἀρχιεπισκόπου Ἀστραχᾶν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη

Ὁμιλία μετὰ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς ΙΑ΄ Κυριακῆς

 

 

Τὸ σημερινὸν εὐαγγέλιον διδάσκει μάθημα ἀναγκαῖον διὰ τὴν σωτηρίαν παντὸς ἀνθρώπου. Οὐδεὶς ἄνθρωπος εὑρίσκεται εἰς τὸν κόσμον, ὅστις οὐ προφασίζεται ἐν ταῖς ἁμαρτίαις αὐτοῦ· ἐκεῖνος ἔχει ταύτην τὴν πρόφασιν, ὁ ἄλλος προβάλλει ἄλλην, καὶ οὕτω καθεὶς προφασιζόμενος κοιμᾶται ἥσυχος ἐν τῷ βυθῷ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀμελεῖ τὴν ψυχικὴν αὐτοῦ σωτηρίαν. Τὸ σημερινὸν εὐαγγέλιον ἁρπάζει ἀπὸ τοῦ στόματος τοῦ καθενὸς τὴν πρόφασιν, δεικνύον τὸν Θεὸν ὀργιζόμενον κατὰ τῶν προφασιζομένων, καὶ διδάσκον φανερὰ τὸ ὅτι αἱ προφάσεις κατακρίνουσιν ἐκείνους, ὅσοι ταύτας προβάλλουσι· «Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου»1.

Πάντες οἱ Χριστιανοί ἐσμεν κεκλημένοι ὑπὸ Θεοῦ, ἵνα γευθῶμεν τοῦ ἐπουρανίου δείπνου, ἤγουν ἵνα γενώμεθα μέτοχοι καὶ συγκοινωνοὶ τῆς Βασιλείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μαρτυρεῖ τοῦτο ὁ θεῖος ἀπόστολος, λέγων «Πιστὸς ὁ Θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν»2. Καθ’ ἑκάστην ἡμέραν προσκαλεῖ ἡμᾶς ὁ Θεὸς εἰς μετάνοιαν πότε διὰ στόματος τῶν προφητῶν, λέγων «Ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων»3, πότε διὰ τῶν Ἀποστολικῶν λόγων, κηρύττων, «Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός»4, πότε διὰ τῆς εὐαγγελικῆς αὐτοῦ φωνῆς, κραυγάζων, «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι»5 καὶ ὑποσχόμενος εἰς τοὺς πρὸς αὐτὸν προσερχομένους τὴν αἰώνιον ἀνάπαυσιν· «Κᾀγὼ ἀναπαύσω ὑμᾶς».

Τὶ δὲ ἀποκρινόμεθα ἡμεῖς, ὅταν ἀκούωμεν τοῦτο τοῦ Θεοῦ τὸ κάλεσμα; ἡμεῖς πολλάκις ἤ ὡς κωφοὶ οὐδόλως αὐτὸ ἀκούομεν, ἤ ὡς μωροὶ ὡς οὐδὲν αὐτὸ λογιζόμεθα. Ὁσάκις δὲ εἰσέλθῃ ὁ λόγος τοῦ Θεοῦ εἰς τὴν καρδίαν ἡμῶν, καὶ ἐξυπνίσῃ τῆς συνειδήσεως τὸν ἔλεγχον, ἡμεῖς διὰ τῶν προφάσεων τὴν ταραχὴν αὐτῆς ἡσυχάζομεν. Ἑως πότε, λέγει ἡ συνείδησις πρὸς τὸν πλεονέκτην καὶ φιλοκτήμονα, τόσαι φροντίδες καὶ κόποι διὰ τοὺς ἀγρούς, διὰ τὰς οἰκοδομάς, διὰ τὰ πρόσκαιρα κτήματα; ἕως πότε, προσηλωμένος εἰς τὰ γήϊνα καὶ φθαρτά, ἀμελεῖς τὴν σωτηρίαν τῆς ἀθανάτου ψυχῆς σου; αὔριον ἀποθνήσκεις, τὰ δὲ πράγματα, διὰ τὰ ὁποῖα τοσοῦτον κοπιάζεις, ἄλλος κληρονομεῖ ἤ ἁρπάζει, σὺ δὲ οὐδεμίαν ἐξ αὐτῶν ἔχεις ὠφέλειαν· ἀνάστα, ἐκτίναξον τὴν περικυκλοῦσάν σε πλάνην, σχόλασον ἀπὸ τοῦ θορύβου τῶν φροντίδων σου, πρόσελθε εἰς τὸν προσκαλοῦντά σε Ἰησοῦν Χριστόν, καὶ περιπάτει τῆς ἀρετῆς τὸν δρόμον. Τὶ πρὸς τούτους τοὺς ἐλέγχους καὶ τὰς συμβουλὰς τῆς συνειδήσεως ἀποκρίνεται ὁ φιλοκτήμων καὶ φιλόϋλος; Ἠγόρασα, λέγει, ἀγρὸν αὐτὸς ἔχει χρείαν τῆς ἐπισκέψεώς μου· φυτεύω ἀμπελῶνα, αὐτὸς ζητεῖ τὴν ἐπιστασίαν μου· οἰκοδομῶ οἰκίαν, ἡ οἰκοδομὴ ἁρπάζει τὴν προσοχήν μου· ἐκεῖνο τὸ πρᾶγμά ἐστιν ἀναγκαῖον διὰ καλλωπισμὸν τοῦ οἴκου μου, τοῦτο διὰ τὴν ὑπηρεσίαν μου, τὸ ἄλλο διὰ τὰ ἐνδύματά μου, αὐτὸ διὰ τὰς χρείας μου· ταῦτα δὲ αἰχμαλωτίζουσι τὸν νοῦν μου· ὅθεν οὐ δύναμαι κατὰ τὸ παρὸν νὰ προσηλώσω αὐτὸν εἰς τὸν Θεόν· Ἄ, μάταιε! Τοιουτοτρόπως ἀποκρίνεσαι πρὸς τὸν Θεόν, τὸν διὰ τῆς συνειδήσεώς σου καὶ συμβουλεύοντα, καὶ ἐλέγχοντα, καὶ προσκαλοῦντά σε εἰς τὴν αἰώνιον αὐτοῦ βασιλείαν; ἐλπίζεις ἆράγε, ὅτι αἱ τοιαῦται προφάσεις σου δικαιολογοῦσί σε ἐνώπιον τοῦ προσκαλοῦντός σε Θεοῦ; πλανᾶσαι· ἡ ἀπόφασις κατὰ τῶν προφασιζομένων ἐγράφη· «Λέγω γὰρ ὑμίν, οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου»6.

Προσκαλεῖ ἡμᾶς ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ εἰς τὴν νηστείαν, διδάσκων ἅμα καὶ τὸν ἀνυπόκριτον τῆς νηστείας τρόπον «Σὺ δέ, λέγει, νηστεύων, ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι»7. Προσκαλεῖ ἡμᾶς ὁ αὐτὸς εἰς τὴν προσευχήν, διδάξας καὶ αὐτὰ τῆς προσευχῆς τὰ λόγια· «Οὕτως οὖν προσεύχεσθε ἡμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς»8. Καὶ ὁ μὲν κοιλιόδουλος καὶ λαίμαργος ἀποκρίνεται· οὐ δύναμαι νηστεῦσαι, διότι εἰμὶ ἀσθενής· ἐαν μὴ φάγω μίαν ἡμέραν, ἀδυνατῶ καὶ γίνομαι ἀκίνητος καὶ ἄχρηστος· τὰ νηστίσιμα βρώματα βλάπτουσι τὴν ὑγείαν μου· ὁ ἰατρὸς ἐδιώρισέ μοι δίαιταν· ταῦτα λέγει, ἔπειτα ἑτοιμάζει ἀβροδίαιτα τραπέζια, παντοίων ἐδεσμάτων καὶ ποτῶν πλήρη, καὶ τρώγει ὑπὲρ τὸ μέτρον, καὶ πίνει ἄχρι μέθης μετὰ τῶν φίλων αὐτοῦ. Τοιουτοτρόπως οὖν αὐτὸς δέχεται τοῦ Θεοῦ τὸ κάλεσμα, καὶ τιμᾷ τὰς ἡμέρας τῆς νηστείας. Ὁ δὲ ἀνευλαβὴς καὶ ῥᾴθυμος, τόσας ὥρας, λέγει, νὰ μένω εἰς τὴν ἐκκλησίαν, οὐ δύναμαι· νυστάζω, μελαγχολῶ, ἀτονῶ καὶ ἀποκάμνω· ταῦτα λέγει, καὶ ἔπειτα κατατρίβει τόσας καὶ τόσας ὥρας εἰς τὰ θέατρα, διανυκτερεύει εἰς τοὺς χορούς, ἐπιμένει παίζων ἡμέραν τε καὶ νύκτα. Ἄ, πεπλανημένοι, τοιουτοτρόπως ἀποκρίνεσθε εἰς τὸν παντοκράτορα, τὸν προσκαλοῦντα ὑμᾶς εἰς τὴν ἀπόλαυσιν τῆς αἰωνίου αὐτοῦ βασιλείας; Καὶ ἔπειτα ἀναπαύεσθε, νομίζοντες, ὅτι αἱ τοιαῦται προφάσεις δικαιοῦσιν ὑμᾶς ἐνώπιον αὐτοῦ; μὴ πλανᾶσθε· ἡ ἀπόφασις ἐγένετο· «Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου»9.

Τὰ μαλακὰ ἱμάτια, τὰ ἁπαλὰ στρώματα, τὰ ἄσεμνα θεάματα, τὰ αἰσχρὰ ἀκούσματα, αἱ γαργαλίζουσαι εὐωδίαι, τὰ πολυηρτυμμένα βρώματα, τὰ πνευματώδη ποτά, αἱ ἡδοναὶ τῶν αἰσθήσεων, αἱ σκανδαλώδεις συναναστροφαί, ἡ τόση, λέγω, ἐπιμέλεια τῆς σαρκὸς γεννᾷ φλογοφόρους ἐπιθυμίας, αἵτινες καταποντίζουσιν ἡμᾶς εἰς τὸν βορβορώδη βυθὸν τῶν ῥυπαρῶν ἁμαρτημάτων· ὁ Θεός, θέλων ἀπαλλάξαι ἡμᾶς, προσκαλεῖ διὰ τῆς ἀποστολικῆς φωνῆς λέγων, «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας»10. Τὶ πρὸς ταῦτα ἀποκρίνονται οἱ φιλόσαρκοι; ἡμεῖς, λέγουσιν, οὐ δυνάμεθα· οὕτως ἐζήσαμεν καὶ ἐσυνειθήσαμεν. Ἄ, μάταιοι καὶ πεπλανημένοι, ταῦτα ἀποκρίνεσθε εἰς τὸν δεσπότην τῆς κτίσεως, τὸν προσκαλοῦντα ὑμᾶς εἰς τὴν ἀπόλαυσιν τῆς αἰωνίου αὐτοῦ βασιλείας; νομίζετε δέ, ὅτι αἱ τοιαῦται προφάσεις δύνανται δικαιῶσαι ὑμᾶς ἐνώπιον αὐτοῦ; οὐχί· «Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου»11.

«Ἔστωσαν ὑμῶν αἱ ὀσφύες, λέγει ὁ Θεός, περιεζωσμέναι»12· ἡμεῖς δέ, παραβαίνοντες ταύτην τὴν ἐντολήν, λύοντες τῆς σαρκὸς τὸν χαλινόν, πράττομεν πᾶσαν σαρκικὴν ἁμαρτίαν. Ὁ πολυέλεος Θεός, εὐσπλαγχνιζόμενος, προσκαλεῖ ἡμᾶς εἰς μετάνοιαν διὰ τῶν προφητικῶν λόγων, διὰ τῆς ἀποστολικῆς φωνῆς, διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, διὰ τοῦ ἐσωτερικοῦ ἐλέγχου τῆς συνειδήσεως. Διὰ τί, λέγει πολλάκις ἡ συνείδησις, ἀδικεῖς τὴν ξένην κλίνην; διὰ τί κρατεῖς τὴν ἄνομον γυναῖκα; διὰ τί μολύνεις τὴν ψυχήν σου διὰ πάσης σαρκικῆς ἁμαρτίας; ἀνάστα ἐκ τοῦ βορβόρου τῆς ἀνομίας σου, μὴ ἐλθὼν ὁ θάνατος, εὕρῃ σε κατακείμενον εἰς τὴν ἀκαθαρσίαν τῆς ἁμαρτίας σου. Τὶ πρὸς ταῦτα ἀποκρίνεται ὁ ἀσελγῆς; τοῦτο, λέγει, ἐστὶν ἀδύνατον, ἐπειδὴ ἔχω κρᾶσιν θερμήν, καὶ εἰμὶ πολλὰ ἐπιῤῥεπὴς εἰς τὰ σαρκικὰ πάθη, ἐπειδὴ εἰμι τετρωμένος ὑπὸ τοῦ ἔρωτος, ἐπειδὴ ἐκ νεότητός μου ἐσυνείθισα τὴν ἁμαρτίαν· θέλω μὲν καὶ ἀποφασίζω, πλὴν ἡ ἐπιθυμία βιάζει με, καὶ νικᾷ με ἡ συνήθεια. Πανάθλιε, αὐτή ἐστιν ἡ ἀπόκρισίς σου πρὸς τὸν Θεόν σου, τὸν εὐεργέτην καὶ πλάστην σου, τὸν προσκαλοῦντα σε εἰς μετάνοιαν, καὶ ὑποσχόμενόν σοι βασιλείαν, ἧς οὐκ ἔσται τέλος; ἔπειτα ἡσυχάζεις, καὶ ἀναπαύεσαι, καὶ κοιμᾶσαι, ἐλπίζων, ὅτι ὁ Θεὸς δέχεται τὰς τοιαύτας προφάσεις σου; πλανᾶσαι· «Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου»13.

Πάντες, λέγω, οἱ Χριστιανοί ἐσμεν ὑπὸ Θεοῦ κεκλημένοι πρὸς σωτηρίαν· πάντας ἐπίσης αὐτὸς ὁ Ἰησοῦς Χριστός, παρεστὼς ἀοράτως ἐν μέσῳ ἡμῶν, διὰ τῆς ἰδίας αὐτοῦ φωνῆς προσκαλεῖ ἡμᾶς νῦν, καθὼς προσεκάλει τότε πάντας τοὺς ἐν Ἱερουσαλήμ· «Ἔρχεσθε, λέγει, ὅτι ἤδη ἕτοιμά εἰσι πάντα»14. Ἀκούετε, ἀδελφοί, φωνὴν φιλάνθρωπον, φωνὴν πατρικήν, φωνὴν εὐεργετικήν; «Ἕτοιμά εἰσι πάντα»· ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ἡ τράπεζα τῶν μυστηρίων, τὸ ἔνδυμα τῆς ἁγιωσύνης· «Ἔρχεσθε, ὅτι ἕτοιμά εἰσι πάντα»· ἡ ἐπουράνιος μακαριότης, ἡ βασιλεία ἡ αἰώνιος, τὰ ἀγαθὰ ἐκεῖνα, «ἅ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»15· ταῦτα εἰσι τὰ ἀγαθά, «ἅ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν»· Ἔρχεσθε, κράζει· τὶ δὲ ἡμεῖς ἀποκρινόμεθα πρὸς τοῦτο τὸ καθολικὸν καὶ φανερὸν κάλεσμα; ναί, Κύριε, θέλομεν, καὶ ἐπιθυμοῦμεν, ἵνα ἔλθωμεν πρὸς σὲ τὸν φιλάνθρωπον πατέρα καὶ θεὸν ἡμῶν, καὶ καταξιωθῶμεν τῶν ἐπουρανίων σου δωρεῶν· ἀλλ’ ἡ ἀσθένεια τῆς σαρκός, καὶ ἡ ματαιότης τοῦ κόσμου, καὶ τοῦ διαβόλου οἱ πειρασμοὶ ἐμποδίζουσιν ἡμᾶς ἀπὸ τὸ ἅγιόν σου θέλημα· αὕτη ἐστὶν ἡ ἀπόκρισις ἡμῶν. Ἵνα δὲ πληροφορηθῆτε, ὅτι ταῦτα οὐκ εἰσὶν ἐμπόδια ἀνίκητα, ἀλλὰ προφάσεις γυμναί, οὐ προβάλλω οὐδὲ τὸ ἀναρίθμητον πλῆθος τῶν ἁγίων ἀνδρῶν τε καὶ γυναικῶν, οἵτινες ταῦτα κατὰ κράτος κατήργησαν, οὐδὲ τὴν αὐτεξούσιον τοῦ ἀνθρώπου δύναμιν, οὐδὲ τῆς Θείας Χάριτος τὴν ἐνέργειαν, ἥτις, ὅταν ἡμεῖς μόνον θελήσωμεν, διαλύει πᾶσαν δυσκολίαν, ἀλλὰ προτείνω μόνον τὸ ἐξῆς παράδειγμα.

Ἐάν τις βασιλεὺς ἐπίγειος προσεκάλει σε εἰς τὸ βασιλικὸν αὐτοῦ παλάτιον, ὑποσχόμενός σοι πλοῦτον, τιμήν, ἀξιώματα βασιλικὰ καὶ συμμετοχὴν τῆς ἱδίας αὐτοῦ βασιλείας, ἔφευγες ἆρά γε τοιοῦτον κάλεσμα, προφασιζόμενος ἤ ἀδυναμίαν, ἤ ἐμπόδια, ἤ πειρασμούς, ἤ ἀλλο τι παρόμοιον; οὐχί· σὺ τότε ἔσπευδες ἐνισχύων τὴν ἀδυναμίαν σου, καὶ ἔτρεχες καταπατῶν πάντα τὰ ἐμπόδια, καὶ ἐπήδας ὑπεράνω παντὸς πειρασμοῦ, καὶ οὐδὲ ἤνοιγες ὅλως προφασιολογίας στόμα. Ἐκεῖνο λοιπόν, ὅπερ μετὰ χαρᾶς καὶ πολλῆς προθυμίας πράττομεν διὰ μὶαν πρόσκαιρον ἀπόλαυσιν, λέγομεν, ὅτι οὐ δυνάμεθα ποιῆσαι διὰ μίαν βασιλείαν καὶ δόξαν αἰῶνιον; βλέπετε, λοιπὸν πόσον ἄπρεπα καὶ ἄδικά εἰσιν ὅσα προφασιζόμεθα ἐνώπιον τοῦ Θεοῦ;

Πῶς; προτιμᾶς τὸν ἀγρόν σου, ἤ τὴν οἰκίαν σου, ἤ τὸν πλοῦτον σου καὶ τὰ ἀξιώματά σου, τὰ ὁποῖα αὔριον ἀποθνήσκων ἐγκαταλείπεις, κἄν μὴ θέλῃς, καὶ αὐτῶν τῶν αἰωνίων ἀγαθῶν τοῦ Θεοῦ; Πῶς; προτιμᾷς τὴν ἐπιθυμίαν τῆς σαρκός σου καὶ αὐτῆς τῆς προσταγῆς τοῦ Θεοῦ; διὰ τὴν εὐμορφίαν ἐκείνου τοῦ προσώπου, τὸ ὁποῖον αὔριον μαραίνεται καὶ γίνεται βρῶμα τῶν σκωλήκων καὶ δυσωδία, καταφρονεῖς τὰ πάντερπνα καὶ ὡραιότατα κάλλη τοῦ παραδείσου; Πῶς; ὑπακούεις τὰ διαβολικὰ θελήματα, καὶ οὐχὶ τοῦ Θεοῦ τὰ προστάγματα; γίνεσαι δοῦλος μᾶλλον τοῦ διαβόλου ἤ τοῦ Θεοῦ; Πῶς; προκρίνω ἐγὼ καὶ αὐτοῦ τοῦ πλάστου καὶ Θεοῦ μου τὸ πείσμα μου, τὸν θυμόν μου, τὴν ἐπιθυμίαν μου, τὴν μνησικακίαν μου, τὸν φθόνον μου, τὴν ματαιότητα τοῦ κόσμου, τὴν συμβουλὴν τοῦ διαβόλου;

Καὶ μὴ νομίσητε, ἀγαπητοί μου Χριστιανοί, ὅτι ὁ Θεὸς τὰς μὲν παραλόγους προφάσεις ἀποστρέφεται, τὰς δὲ εὐλογοφανεῖς δέχεται· διότι οὐδὲ αὐταὶ αἱ εὐλογοφανεῖς προφάσεις ἔχουσι τόπον ἐνώπιον αὐτοῦ. Ποία πρόφασις ἡ εὐλογωτέρα, ἤ νομιμωτέρα τῆς διὰ τὴν τιμὴν καὶ περιποίησιν τὴν χρεωστουμένην πρὸς τοὺς γονεῖς; αὐτὸς ὁ Θεὸς ἐνομοθέτησε τὴν πρὸς τοὺς γονεῖς ἡμῶν τιμήν, καὶ περιποίησιν, καὶ εὐλάβειαν· «Τίμα, εἶπε, τὸν πατέρα σου»16· ὑπεσχέθη δὲ εἰς τοὺς φυλάσσοντας ταύτην τὴν ἐντολὴν πᾶσαν εὐτυχίαν καὶ ἡμερῶν μακρότητα· «Ἵνα εὖ σοι γένηται, καὶ μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς». Καὶ ὅμως ὁ αὐτὸς Κύριος εἶπε πρὸς τὸν προφασιζόμενον καὶ λέγοντα, ὅτι θέλει πρῶτον θάψαι τὸν πατέρα αὐτοῦ, καὶ ἔπειτα ἀκολουθῆσαι αὐτῷ, «Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς»17· ὁ αὐτὸς Κύριος εἶπεν «Ὁ φιλῶν πατέρα ἤ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος»18. Πῶς οὖν ταῦτα συμβιβάζονται; διὰ τὶ οὐδὲ ἡ νόμιμος καὶ δικαία πρόφασις οὐδεμίαν δικαιολογίαν εὑρίσκει ἐνώπιον τοῦ δικαιοτάτου Θεοῦ; διότι ὁ Θεὸς ἔχει πάντα τὰ δικαιώματα, διὰ τὰ ὁποῖα πρέπει αὐτῷ καὶ ἡ ἀγάπη, καὶ ἡ προτίμησις, καὶ ἡ ὑπακοή, καὶ ὁ φόβος, καὶ ἡ εὐλάβεια πλέον καὶ τῶν φίλων, καὶ τῶν συγγενῶν, καὶ τῶν γονέων, καὶ πάντων τῶν κτισμάτων, καὶ πραγμάτων καὶ ὑποθέσεων, καὶ αὐτῆς τῆς ἴδιας ζωῆς ἡμῶν.

Ὁ Θεός ἐστι δημιουργὸς πάσης τῆς ὁρατῆς καὶ ἀοράτου κτίσεως· τοῦτο δικαίωμα τοῦ Θεοῦ πρῶτον. Ὁ Θεός ἐστι κύριος καὶ δεσπότης πάντων τῶν ἀοράτων καὶ ὁρατῶν κτισμάτων· τοῦτο δικαίωμα δεύτερον· Ὁ Θεός ἐστι ποιητὴς καὶ πλάστης τοῦ ἀνθρώπου· τοῦτο δικαίωμα τρίτον· Αὐτός ἐστι χορηγὸς τῆς ζωῆς· τοῦτο τέταρτον. Αὐτὸς δοτὴρ πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν· τοῦτο πέμπτον. Ὁ Θεός ἐστι τὸ πανυπερτέλειον ὅν, τὸ φιλάνθρωπον, τὸ πανάγαθον, τὸ πάνσοφον, τὸ δικαιότατον, τὸ πανεύσπλαγχνον, τὸ εὐεργετικώτατον, τὸ αὐτὸ καθ’ ἑαυτὸ ἀγαπητὸν καὶ πανάγιον καὶ πανυπερπόθητον· τοῦτο ἕκτον. Ὁ Θεὸς ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτὸν βασιλείαν ἀτελεύτητον καὶ δόξαν αἰώνιον· τοῦτο ἕβδομον. Ὁ Θεὸς δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐξαπέστειλε τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ὅστις, ἄνθρωπος γενόμενος, ὑπέμεινε σταυρὸν καὶ θάνατον· τοῦτο ἄλλο δικαίωμα τῶν δικαιωμάτων ὑπέρτερον. Οἱ ἄνθρωποι, ἤ ἀμαθεὶς καὶ κακοί, προστάττουσι τὰ ἀδύνατα, ἤ ἄδικοι, τὰ ἄδικα, ἤ ἄσπλαγχνο, τὰ σκληρὰ καὶ δύσκολα· ὁ Θεός, ὡς πάνσοφος καὶ πανάγαθος, οὐδὲν ἀδύνατον προστάττει, ὡς δικαιότατος, οὐδὲν ἄδικον, ὡς πανεύσπλαγχνος, οὐδὲν σκληρόν· ὅταν προστάττῃ, προστάττει τὰ δυνατά, τὰ δίκαια, τὰ ὁμαλά. Οἱ ἄνθρωποι, ἤ πονηροὶ ὄντες, προσκαλοῦσι τοὺς ἀνθρώπους εἰς τὰ ἔργα τῆς πονηρίας, ἤ φθονεροί, εἰς τὰ ἐπιβλαβῆ, ἤ διεφθαρμένοι, εἰς τὰ ὀλέθρια· ὁ δὲ Θεός, πανυπερτέλειος καὶ πανυπεράγαθος ὤν, ὅταν προσκαλῇ, προσκαλεῖ διὰ τὰ καλά, διὰ τὰ ὠφέλιμα, διὰ τὰ σωτήρια. Μετὰ ταῦτα ποία πρόφασις ἔχει τόπον, ὅταν αὐτὸς μεν προστάττῃ, ἡμεῖς δὲ οὐχ ὑπακούωμεν; ποία πρόφασις ἔχει τόπον, ὅταν αὐτὸς μὲν προσκαλῇ, ἡμεῖς δὲ φεύγωμεν τὸ θεῖον αὐτοῦ κάλεσμα; Ἡ πρόφασις ἐνώπιον μὲν ἀνθρώπων ἔχει λόγον, ἐπειδὴ τὰ δικαιώματα τοῦ ἀνθρώπου πρὸς τὸν ἄνθρωπόν εἰσι μικρὰ καὶ ὀλίγα· ἐνώπιον δὲ τοῦ Θεοῦ οὐδὲνα λόγον ἔχει, ἐπειδὴ τὰ δικαιώματα τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπόν εἰσιν ὑπερμέγιστα καὶ ἀναρίθμητα.

Ἀδελφοί μου, μὴ πλανᾶσθε· αἱ προφάσεις πρὸς τὴν ἐκπλήρωσιν τῶν προσταγμάτων τοῦ Θεοῦ οὐκ εἰσὶ δικαιολογίαι, ἀλλὰ πονηρολογίαι· ἐγνώρισε τοῦτο καλῶς ὁ προφητάναξ Δαβίδ, ὅστις προσευχόμενος ἔλεγε· «Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις»19. Καθὼς γίνεται τὸ θέλημα τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ χωρὶς ἀντιλογίας, χωρὶς γογγυσμοῦ, χωρὶς ἀμφιβολίας, χωρίς τινος προφάσεως, τοιουτοτρόπως πρέπον ἐστίν, ἵνα ἐκτελῆται καὶ ἐπὶ τῆς γῆς· «Γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν Οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Πᾶσα πρόφασίς ἐστι πονηρία, καὶ διαβόλου ἐφεύρεμα, δι’ οὗ ἀποκοιμίζει τὸν τρισάθλιον ἁμαρτωλόν, ἵνα ἀποθάνῃ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. Φεῦγε, λοιπόν, Χριστιανέ, τὰς προφάσεις, ἵνα φύγῃς τῆς κολάσεως τὴν κατάκρισιν. Ἵνα δὲ ταύτας εὐκόλως φεύγῃς, ἔκτεινον συχνάκις τὰς χεῖρας καὶ τὰ ὅμματα εἰς τὸν οὐρανόν, καὶ μετὰ εὐλαβείας εὔχου ἐνώπιον τοῦ Θεοῦ, ὡς ὁ Δαβίδ· «Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις».

 

_________________

Σημειώσεις :

  1. αὐτόθι.
  2. Α΄ Κορ. α΄, 9.
  3. Ζαχ. α΄, 3.
  4. Ῥωμ. ιγ΄, 12.
  5. Ματ. ια΄, 28.
  6. Λουκ. ιδ΄, 24.
  7. Ματθ. στ΄, 17.
  8. αὐτ. 9.
  9. Λουκ. ιδ΄, 24.
  10. Ῥωμ. μγ΄, 14.
  11. Λουκ. ιδ΄, 24.
  12. Λουκ. ιβ΄, 35.
  13. αὐτ. ιδ΄, 24.
  14. Λουκ. ιδ΄, 17.
  15. Α΄ Κορ. γ΄, 9.
  16. Ἐξ. κ΄, 12.
  17. Ματ. η΄, 22.
  18. αὐτ. ι΄, 37.
  19. Ψλμ. ρμ΄, 4.

 

Δείτε τον λόγο στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 124 – Έκδοσις 1840), πατώντας εδώ (12/12/2013)

 

(Επιμέλεια κειμένου: Στυλιανή)

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes