(Λουκ. 7, 1-16)
– Για ποιόν λόγον ο Ιησούς λέγει στην μητέρα του νεκρού “Μή κλαίε”; Είναι δυνατόν μια χήρα μητέρα που βλέπει νεκρό το μοναχογιό της να μην κλαίει;
– Πόσοι θάνατοι υπάρχουν;
– Γιατί οι άπιστοι δεν βρίσκουν παρηγορία όταν αποθάνη κάποιος ηγαπημένος των;
– Επιτρέπεται ο πιστός να κλαίει τον συγγενή ή φίλο του που πέθανε;
– Από πού λαμβάνει παρηγορία ο πιστός;
– Τρομερή η δεισιδαιμονία των συγγενών που πιστεύουν ότι μετά την εξομολόγηση και την μετάληψιν των Μυστηρίων, ο ασθενής αποθνήσκει!
– Πότε είναι τα δάκρυα τα χεόμενα επί τους νεκρούς, ευλογοφανή και δίκαια και ωφέλιμα;
***
Ὁμιλία μετὰ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς Γ΄ Κυριακῆς
+ Ἀρχιεπισκόπου Ἀστραχᾶν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ὁ δεσποτικὸς λόγος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς τὴν μητέρα τοῦ νεκροῦ ἀνοίγει ὑπόθεσιν παρηγορητικὴν πρὸς τοὺς κλαίοντας διὰ τὸν θάνατον τῶν συγγενῶν αὐτῶν καὶ φίλων. Ἰδὼν ὁ Κύριος, λέγει ὁ εὐαγγελιστής, τὴν μητέρα τοῦ νεκροῦ, ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ, καὶ εἶπε πρὸς αὐτήν, «Μὴ κλαῖε»1· ἀληθῶς δὲ εὐσπλαγχνίᾳ κινούμενος ὁ φιλάνθρωπος, εἶπε πρὸς αὐτήν, Μὴ κλαίῃς. Ἀλλ’ ἆρά γε δύναται μήτηρ καὶ χήρα, βλέπουσα νεκρὸν τὸν ἕνα καὶ μόνον φίλτατον υἱόν, τὸν ὁποῖον εἶχχε σύστασιν τοῦ οἶκου αὐτῆς, γηροκομίαν τοῦ γήρους, ἐλπίδα τῆς κληρονομίας, χαρὰν τῆς καρδίας καὶ φῶς τῶν ὀφθαλμῶν αὐτῆς, δύναται, λέγω, ἐμποδίσαι τὰ δάκρυα, βλέπουσα αὐτὸν κείμενον νεκρὸν καὶ ἄπνουν; Μεγάλη, ναί, ἡ ἀγάπη καὶ τοῦ φίλου πρὸς τὸν φίλον, καὶ τοῦ ἀδελφοῦ πρὸς τὸν ἀδελφόν, καὶ τοῦ πατρὸς πρὸς τὸν υἱόν, καὶ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα· ἀλλ’ ἡ ἀγάπη τῆς μητρὸς τῆς χήρας πρὸς τὸν υἱὸν αὐτῆς τὸν μονογενῆ ὑπερέχει πᾶσαν κοσμικὴν ἀγάπην. Πῶς λοιπὸν ἠδύνατο νὰ κλείσῃ τὰ σπλάγχνα αὐτῆς, καὶ νὰ ξηράνῃ τοὺς ὀχετοὺς τῶν δακρύων; «Μὴ κλαῖε». Ἐὰν ὁ θεάνθρωπος ἔλεγε πρὸς αὐτήν, Ἀναστήσεται ὁ υἱός σου2, καθὼς εἶπεν εἰς τὴν Μάρθαν «Ἀναστήσεται ὁ ἀδελφός σου», τότε εἶχε τόπον τὸ «Μὴ κλαῖε»· τότε ὁ λόγος οὖτος ἠδύνατο νὰ μεταβάλῃ τὰ δάκρυα εἰς χαρὰν καὶ τὸν θρῆνον εἰς εὐφροσύνην· ἀλλ’ ὁ Κύριος, μηδὲν εἰπὼν περὶ τῆς ἀναστάσεως τοῦ υἱοῦ αὐτῆς, εἶπε, Μὴ κλαῖε. Ἀλλὰ διὰ τὶ τοῦτο; Καὶ ὁ πατριάρχης Ἰωσήφ, «ἐπιπεσὼν ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσεν αὐτόν, καὶ ἐφίλησεν αὐτόν»3, ἔπειτα πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ συγγενεῖς πένθος ἐποίησαν ἑπτὰ ἡμέρας4. Καὶ ὁ προφήτης Δαβὶδ ἔκλαυσε «κλαυθμὸν μέγαν σφόδρα»5, διὰ τὸν θάνατον τοῦ υἱοῦ αὐτοῦ Ἀμνών· ἔκλαυσε καὶ ἐπένθησε τὸν νεκρὸν υἱὸν αὐτοῦ Ἀβεσσαλώμ, καὶ ἐθρηνολόγησε καὶ εἶπεν· «Υἱέ μου Ἀβεσσαλώμ, υἱέ μου, υἱέ μου Ἀβεσσαλώμ· τὶς δώσει τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ, Ἀβεσσαλώμ, υἱέ μου, υἱέ μου»6. Καὶ ὁ σοφὸς Σειρὰχ παρήγγειλε τῷ υἱῷ αὐτοῦ, λέγων· «Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα»7.
Διὰ ποῖον λόγον λοιπὸν εἶπεν ὁ θεάνθρωπος εἰς τὴν μητέρα, Μὴ κλαῖε; Τὸν λόγον ἐφανέρωσε ἄλλοτε, ἤγουν, ὅτε ἐκ τῶν νεκρῶν ἀνέστησε τὴν τοῦ Ἰαείρου θυγατέρα. Ἔκλαιον τότε πάντες οἱ ἐν τῇ οἰκίᾳ αὐτοῦ· ὁ δὲ Ἰησοῦς, στραφεὶς πρὸς αὐτούς, καὶ εἰπών, Μὴ κλαίετε, προσέθηκε τὸν λόγον, Μὴ κλαίετε, εἶπε, διότι αὐτὴ οὐκ ἀπέθανεν, ἀλλὰ κοιμᾶται. «Μὴ κλαίετε, οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει»8. Καὶ οἱ μὲν περιεστῶτες, σαρκικοὶ ὄντες καὶ μὴ δυνάμενοι χωρῆσαι «τὰ τοῦ πνεύματος, κατεγέλων αὐτοῦ, εἰδότες, ὅτι ἀπέθανεν»9, ὅμως ὁ λόγος τοῦ Κυρίου ἐστὶν ἀληθινὸς καὶ βέβαιος· διότι πρὸ τοῦ πάθους καὶ τοῦ θανάτου τοῦ Ἰησοῦ Χριστοῦ οἱ ἄνθρωποι, ἐχρθοὶ ὄντες τοῦ Θεοῦ, μετὰ θάνατον ἐπορεύοντο εἰς τὸν ᾄδην10· τοῦτο δὲ ὑπῆρχεν ἄλλος θάνατος, θάνατος μετὰ τὸν θάνατον, ἤ «δεύτερος θάνατος», ὡς λέγει ὁ ἐπιστήθιος Ἰωάννης11. μετὰ δὲ τὸ πάθος καὶ τὸν θάνατον τοῦ σωτῆρος, ἐπειδὴ «κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου αὐτοῦ»12, ὁ μὲν δεύτερος θάνατος κατηργήθη, ὁ δὲ πρῶτος οὐκ ἔστι θάνατος, ἀλλ’ ὕπνος. Διὸ ὁ μὲν Σωτὴρ ἔλεγε περὶ τοῦ θανάτου τοῦ Λαζάρου· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται»13· ὁ δὲ Παῦλος ἔγραφε περὶ πάντων τῶν ἐν πίστει ἀποθανόντων· «Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων»14· καὶ ἀλλαχοῦ· «Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο»15. Ἡ ἐν τῷ σταυρῷ θυσία τοῦ ζωοποιοῦ αἵματος καὶ τοῦ ζωηφόρου θανάτου τοῦ Ἰησοῦ Χριστοῦ κατήργησε τὸν θάνατον, καὶ μετέβαλεν αὐτὸν εἰς ζωήν16· διὸ ὁ μὲν Παῦλος βοᾷ «Ποῦ σοῦ θάνατε τὸ κέντρον; ποῦ σοῦ ᾄδη, τὸ νῖκος»17; ὁ δὲ ἐπιστήθιος Ἰωάννης μαρτυρεῖ· «Ἠμεῖς οἴδαμεν, ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν»18.
Ἐὰν λοιπὸν εἶχον φωνὴν οἱ νεκροί, ὅσοι δηλαδή, Ὀρθόδοξοι Χριστιανοὶ ὄντες, ἀπέθανον ἐν μετανοίᾳ καὶ ἐξομολογήσει, συνηνωμένοι τῷ Χριστῷ διὰ τῆς μεταλήψεως τῶν Θείων Μυστηρίων, ἔλεγον βέβαια πρὸς τοὺς κλαίοντας ἐπ’ αὐτούς, Μὴ κλαίετε· ἔλεγεν ὁ νεκρὸς πρὸς τὸν ζῶντα, Μὴ κλαῖε· τὶ κλαίεις; ἐγὼ οὐκ ἀπέθανον, ἀλλὰ καθεύδω· Μὴ κλαῖε· οὐκ ἀκούεις τοῦ δεσπότου σου τὴν φωνήν, τὴν λέγουσαν, «Ὁ πιστεύων εἰς ἐμέ, κἄν ἀποθάνῃ, ζήσεται»19; ἐγὼ οὐκ ἀπέθανον, ἀλλὰ ζῶ· οὐκ ἀκούεις τὶ λέγει ὁ δημιουργὸς καὶ πλάστης ἡμῶν; «Καὶ πᾶς ὁ ζῶν, καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα»20· ἐγὼ οὐκ ἀπέθανον, ἀλλὰ μεταβέβηκα «ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν»21. Διὰ τὶ κλαίεις; Διὰ τὴν εὐτυχίαν μου; διὰ τὴν αἰώνιον δόξαν μου; διὰ τὴν ἀνεκλάλητον χαράν μου; διὰ τὴν βασιλείαν, ἥν ἐκληρονόμησα; Ἐὰν οἱ νεκροὶ εἶχον φωνήν, ἔλεγεν ὁ νεκρὸς πρὸς τοὺς ζῶντας καὶ κλαίοντες ἐπ’ αὐτὸν ἐκεῖνα τὰ λόγια, τὰ ὁποῖα εἶπεν ὁ Κύριος πρὸς τὰς ἐν Ἱερουσαλὴμ γυναῖκας, ὅτε ἔκλαιον διὰ τὸν θάνατον αὐτοῦ· «Θυγατέρες», εἶπεν, «Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν»22· Μὴ κλαίετε ἐπ’ ἐμέ· ἐγὼ ἔφυγον τὴν πολυτάραχον τοῦ βίου θάλασσαν καὶ τὰ ἄγρια τοῦ κόσμου κύματα, καὶ πορεύομαι εἰς τοῦ Ἀβραὰμ τοὺς γαληνοὺς καὶ ἀκύμαντους κόλπους· πορεύομαι εἰς τοὺς χοροὺς τῶν ἀγγέλων, εἰς τὰς πανηγύρεις τῶν ἁγίων, εἰς τὴν δόξαν τοῦ Θεοῦ· πορεύομαι ὅπου τὸ φῶς τὸ ἀνέσπερον, ὅπου ἡ εἰρήνη ἡ ἀτάραχος, ὅπου ἡ χαρὰ ἡ ἀνεκλάλητος καὶ αἰώνιος. Κλαίετε δὲ ἐφ’ ὑμᾶς, οἵτινες ἐμείνατε εἰς τοὺς καθημερινοὺς κινδύνους, εἰς τὰς ἀλλεπαλλήλους θλίψεις, εἰς τὰς συνεχεῖς ἀῤῥωστίας, εἰς ταὰς ἐξιοδακρύτους ταραχάς, εἰς τοὺς δριμυτάτους πειρασμούς· ἐγὼ ἔφθασα εἰς τὸν ἀκύμαντον καὶ πανεύδιον λιμένα, ὑμεῖς εὑρίσκεσθε εἰς τὴν πολυκύμαντον καὶ πολυτάραχον τοῦ βίου θάλασσαν· τὶ κλαίετε;
Ἀκούσατε πῶς ἐξηγεῖ τὸ Μὴ κλαῖε ὁ θεηγόρος ἀπόστολος Παῦλος· «Οὐ θέλω δέ», λέγει, «ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα»23. Τίνες εἰσὶν οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα; οὗτοί εἰσιν οἱ ἄπιστοι· αὐτοὶ οὐδεμίαν ἐλπίδα ἔχουσιν εἰς τὸν Θεόν, ἐπειδὴ οὐ πιστεύουσιν, ὅτι ἔστι Θεός· αὐτοὶ οὐκ ἔχουσιν ἐλπίδα οὐδὲ ζωῆς αἰωνίου οὐδὲ ἀναστάσεως νεκρῶν, ἐπειδὴ παραλόγως πείθονται, ὅτι εἰσὶ θνητόψυχοι, καὶ ὅτι μετὰ θάνατον διαλύεται καὶ διαφθείρεται ἡ ψυχή, καθὼς καὶ τὸ σῶμα. Ὁ ἄπιστος λοιπόν, ἐπειδὴ οὐ πιστεύει, ὅτι ἐκ Θεοῦ εἰσι τὰ πάντα, καὶ ὅτι ὁ Θεὸς «πτωχίζει καὶ πλουτίζει24, ταπεινοῖ καὶ ἀνυψοῖ, καθαιρεῖ δυνάστας ἀπὸ θρόνων, καὶ ὑψοῖ ταπεινούς, τοὺς πεινῶντας ἐμπίπλησιν ἀγαθῶν, καὶ τοὺς πλουτοῦντας ἐξαποστέλλει κενούς»25, καὶ ὅτι αὐτὸς ἐστιν, ὅστις ἀνοίγει «τὴν χεῖρα αὐτοῦ, καὶ ἐμπιπλᾶ πᾶν ζῶον εὐδοκίας»26, ἐπειδή, λέγω, ὁ ἄπιστος εἰς οὐδὲν τούτων πιστεύει, διὰ τοῦτο ἔχει ἀφιερωμένην πᾶσαν τὴν ἐλπίδα αὐτοῦ εἰς τὰ ἀνθρώπινα πράγματα· διό, ὅταν ἀποθάνῃ ἐκεῖνος ὁ συγγενὴς αὐτοῦ ἤ ὁ φίλος, ὅστις ἔτρεφεν αὐτόν, ὅστις ἦν ἡ τιμὴ τοῦ οἴκου αὐτοῦ, καὶ ὁ ὑπερασπιστὴς πάντων τῶν ὑπαρχόντων αὐτοῦ, ἐκεῖνος, ἐξ οὖ ἐκρέματο ὅλη ἡ κυβέρνησις αὐτοῦ καὶ ἡ κατάστασις, τότε, ὅπου ἄν προσηλώσῃ τὸν νοῦν αὐτοῦ, οὐχ εὑρίσκει σταθερὰν ἐλπίδα, ὅπου ἄν στρέψῃ τὰ ὅμματα, οὐδὲ ἴχνος βλέπει ἐκείνων, τῶν ὁποίων ἐστερήθη· ἐκ τούτου οἱ ἀπαραμύθητοι ἀναστεναγμοί, καὶ οἱ ὑπερβολικοὶ θρῆνοι, καὶ οἱ κοπετοί, καὶ τὰ ἀπηλπισμένα καὶ ἀπαρηγόρητα δάκρυα. Ἀληθῶς δὲ οὐδὲ αὐτὸς ἀφ’ ἑαυτοῦ οὐδὲ ἄλλος δύναται παρηγορῆσαι αὐτόν· ἡ πίστις μόνη παρηγορεῖ· ἐὰν πιστεύσῃ εἰς τὸν Ἰησοῦν Χριστόν, εὑρίσκει παρηγορίαν τῆς θλίψεως αὐτοῦ· ἀλλὰ τοῦτο οὐκ ἔστιν εὐκατόρθωτον· ἐὰν δὲ εἴπῃς πρὸς αὐτόν, ὅτι εὑρίσκει ἄλλον ἄνθρωπον ὅμοιον τῷ ἀποθανόντι, ψυχρὰ ἐστιν ἡ τοιαύτη παρηγορία· διότι αὐτὸς βλέπει, ὅτι ἡ εὕρεσις τοιούτου ἀνθρώπου ἐστὶν ἔργον ἀβέβαιον καὶ δυσκολώτατον, μᾶλλον δὲ ἀδύνατον.
Ἡ Ῥαχήλ, λέγει ὁ εὐαγγελιστὴς Ματθαῖος, ὅταν ἔκλαιε διὰ τὸν θάνατων τῶν τέκνων αὐτῆς, ἐθρηνολόγει ἀπαρηγόρητα· «Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι»27· διὰ τί δὲ οὐκ ἤθελε παρακληθῆναι; διότι ἐνόμιζεν, ὅτι τὰ σφαγέντα αὐτῆς τέκνα ἐξέλιπον παντελῶς· «Καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν». Οἱ ἄπιστοι, ἐπειδὴ πλανῶντες ἑαυτούς, νομίζουσιν, ὅτι ἡ ψυχή ἐστι θνητή, καὶ ἀρνοῦνται τὴν ἐκ νεκρῶν ἀνάστασιν οἱ ἄφρονες, ὅταν ἀποθάνῃ ὁ ἠγαπημένος καὶ φίλτατος αὐτῶν, οὐχ εὑρίσκουσι παρηγορίαν, ἐπειδὴ πιστεύουσιν, ὅτι ὁ ἀποθανὼν ἐξέλιπεν εἰς τὸ παντελές, καὶ οὐκ ἔτι ὑπάρχει, ἀλλὰ διεφθάρη ἐξ ὁλοκλήρου.
Ὁ Χριστιανὸς πιστεύει, ὅτι ὁ Θεός ἐστιν ὁ χορηγὸς πάντων τῶν ἀγαθῶν, ὁ δὲ ἄνθρωπος χωρὶς τῆς τοῦ Θεοῦ βοηθείας οὐ δύναται ποιῆσαι οὐδέν28· αὐτὸς ἔχει πᾶσαν τὴν ἐλπίδα καὶ τῆς συστάσεως, καὶ τῆς κυβερνήσεως, καὶ τῆς εὐτυχοῦς καταστάσεως αὐτοῦ, οὐχὶ εἰς τοὺς ἀνθρώπους, «οἷς οὐκ ἔστι σωτηρία»29, ἀλλ’ εἰς τὸν Θεὸν τὸν παντοδύναμον καὶ σωτῆρα· αὐτός, πιστεύων, ὅτι τοσοῦτον ἀγαπᾷ ὁ Θεὸς τὸν ἄνθρωπον, ὥστε εὐκολώτερόν έστι νὰ ἀμνημονήσῃ ἡ μήτηρ τὰ τέκνα αὐτῆς, ἤπερ ὁ Θεὸς τὸν ἄνθρωπον30, λυπεῖται, ναί, ὅταν ἀποθάνῃ ὁ συγγενὴς ἤ ὁ φίλος αὐτοῦ κλαίει, ναί, βλέπων κείμενον νεκρὸν τὸν ἠγαπημένον καὶ φίλτατον αὐτοῦ, τὸν τροφέα, τὸν κυβερνήτην, τὸν εὐεργέτην, ἐκεῖνον ἐξ οὗ ἐκρέματο καὶ ἡ τιμὴ καὶ ἡ κατάστασις αὐτοῦ· ἀλλ’ οὐ λυπεῖται, ὡς ὁ ἄπιστος, οὐδὲ κλαίει, ὡς ἡ ἀπηλπισμένος, οὐδὲ θρηνολογεῖ οὐδὲ κρύπτεται, ὡς ἐκεῖνος ὁ μηδεμίαν ἔχων εἰς τὸν Θεὸν ἐλπίδα. Τοῦτο δὲ ἐστι τὸ Μὴ κλαῖε, τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου εἰς τὴν ἐν Ναΐν χήραν· Μὴ κλαῖε, ἤγουν μὴ κλαίῃς ὑπερβολικὰ καὶ ἄμετρα, μὴ κλαίῃς, ὥσπερ οἱ ἄπιστοι οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐδὲ ὁ Κύριος εἶπε πρὸς τὴν χήραν, Μὴ κλαῖε παντελῶς, οὐδὲ ὁ ἀπόστολος εἶπεν ἁπλῶς, ἵνα μὴ λυπῆσθε, ἀλλὰ προσέθηκε τὸ καθώς· «Ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα». Κλαῦσον τὸν νεκρόν, ἀλλ’ ἐν μέτρῳ· ὁ Θεὸς διὰ τὴν σωτηρίαν τῆς ψυχῆς ἀποστέλλει τὴν θλίψιν καὶ τὰ δάκρυα· ἀλλ’ ἀποστέλλει αὐτά, λέγει ὁ προφήτης, μέτρια· «Ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ»31. Ἡ φύσις φέρει δάκρυα, ἀλλ’ ἡ πίστις ἀναχαιτίζει τοὺς κρουνοὺς τῶν δακρύων. Ἀπέθανεν ὁ πατήρ μου καὶ ἡ μήτηρ μου· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με»32· ἔμεινα ὀρφανὸς καὶ ἔρημος· διὰ τοῦτο ἡ φύσις φέρει δάκρυα, ἀλλ’ ἡ φύσις ἀντεπιφέρει παρηγορίαν· ὁ πατήρ σου, λέγει μοι, καὶ ἡ μήτηρ σου ἐγκατέλιπόν σε, ὁ δὲ Κύριος προσελάβετό σου. Ὁ ἀδελφός μου καὶ ἡ ἀδελφή μου καὶ οἱ συγγενεῖς μου ἀπέθανον, ἔμεινα ἄπορος καὶ συγγενῶν ἐστερημένος· διὰ τοῦτο ἡ φύσις φέρει δάκρυα, ἀλλ’ ἡ πίστις σπογγίζει τὰ δάκρυά μου, λέγουσα, Ἔχεις ἀδελφὸν καὶ ἀδελφὴν καὶ μητέρα τὸν Κύριον Ἰησοῦν, διότι αὐτὸς εἶπεν «Ὅστις ἄν ποιήσῃ ταὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν»33. Ἀπέθανεν ὁ ἠγαπημένος μου φίλος, ὁ εὐεργέτης μου, ὁ ὑπερασπιστής μου, ἔμεινα πτωχός, δυστυχής, ἄθλιος· ἡ φύσις φέρει δάκρυα, ἀλλ’ ἡ πίστις βάλλει μέτρον εἰς τὰ δάκρυά μου· ἔχεις, λέγει, φίλον, καὶ εὐεργέτην καὶ ὑπερασπιστὴν τὸν παντοδύναμον· διότι αὐτὸς εἶπεν, «Ὑμεῖς φίλοι μου ἐστέ, ἐὰν ποιῆτε, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν»34. Λυπεῖται ναί, καὶ κλαίει ὁ πιστὸς ἄνθρωπος, ἐν ὅσῳ βλέπει κάτω εἰς τὴν γῆν, ἀποστρέφεται πᾶσαν παρηγορίαν· «Ἀπῃνήνατο», ἔλεγεν ὁ προφητάναξ, «ἡ ψυχή μου τοῦ παρακληθῆναι»35· ἀλλ’ ὅταν ὑψώσῃ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν, καὶ ἐνθυμηθῇ τοῦ Θεοῦ, εὐθὺς κατέρχεται ἐκεῖθεν ἡ παρηγορία· «Ἐμνήσθην τοῦ Θεοῦ καὶ ἐφράνθην»·
Πόσην δὲ παρηγορίαν λαμβάνει ὁ πιστὸς ἄνθρωπος, ὅταν, κλαίων διὰ τὸν νεκρὸν συγγενῆ ἥ φίλον προκείμενον ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ, βλέπῃ διὰ τῶν ὁμμάτων τῆς πίστεως, ὅτι αὐτὸς οὐκ ἐξέλιπεν, ἀλλ’ ὑπάρχει καὶ ζῇ! πόσην παρηγορίαν λαμβάνει, ὅταν βλέπων τὸ σῶμα νεκρόν, ἄπνουν, ἐν τάφῳ καὶ ἐν διαφθορᾷ, πιστεύει, ὅτι ἡ ψυχὴ τοῦ σώματος ἐκείνου ζῇ καὶ κινεῖται, καὶ ἀναβαίνει εἰς τὸν οὐρανόν, καὶ συναυλίζεται εἰς τὰ ἄφθαρτα ἀγαπητὰ σκηνώματα τοῦ Κυρίου αὐτῆς! πόσην παρηγορίαν λαμβάνει, ὅταν, λυπούμενος διὰ τὸν χωρισμὸν τοῦ συγγενοῦς ἤ τοῦ φίλου, πιστεύῃ, ὅτι ὁ χωρισμός ἐστι πρόσκαιρος, καὶ ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάλιν ὅψεται αὐτόν, καὶ ἀπολαύσει, καὶ συζήσει μετ’ αὐτοῦ πάντοτε ἐν Κυρίῳ! Ἡ χαρὰ διὰ τὴν δόξαν καὶ ἀνάπαυσιν τῆς ψυχῆς σμικρύνει τὴν λύπην τὴν διὰ τὸν θάνατον καὶ τὴν φθορὰν τοῦ σώματος· ἡ ἐλπὶς τῆς ἀπολαύσεως γυλκαίνει τοῦ χωρισμοῦ τὴν πικρίαν· διότι πάντες οἱ πιστοὶ πιστεύομεν, καὶ ἐλπίζομεν, «ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον· ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἀρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ οὕτω πάντοτε ἐν Κυρίῳ ἐσόμεθα»36.
Οὐδὲ ἡ φωνὴ ἡ ἐν Ῥαμᾷ ἀκουσθεῖσα37, οὐδὲ τῆς Ῥαχὴλ ὁ θρῆνος καὶ ὁ κλαυθμὸς καὶ ὁ ὀδυρμὸς ὁ πολὺς ἔχουσι τόπον εἰς τὰς κηδείας καὶ τὰ ἐξόδια τῶν κεκοιμημένων πιστῶν, οἵτινες ἐτέλεσαν τὸν βίον ἐν πίστει καὶ μετανοίᾳ καὶ ἐξομολογήσει, καὶ εὑρέθησαν καὶ κατ’ αὐτὴν τὴν ἐσχάτην ὥραν τῆς ζωῆς αὐτῶν συνηνωμένοι διὰ τῆς μεταλήψεως τῶν μυστηρίων τῷ Ἰησοῦ Χριστῷ τῷ σωτῆρι τῶν ψυχῶν ἡμῶν. Διὰ τὶ ὑπερβολικοὶ θρῆνοι καὶ κλαυθμοί; διότι ἀπέθανεν; ἀλλὰ τὸ μὲν σῶμα κοιμᾶται, ἡ δὲ ψυχὴ ζῇ καὶ ἐγρηγορεῖ· «Ἔρχεται δὲ ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ»38, καὶ ἀναστήσονται, καὶ ζήσονται στὴν ζωὴν τὴν δεδοξασμένην καὶ μακαρίαν. Ἐὰν ἀπέθανεν ἀνεξομολόγητος καὶ ἀδιόρθωτος, τότε ἀληθῶς πρέπουσι στεναγμοὶ καὶ πολλὰ δάκρυα· μάλιστα ἐὰν τοῦτο συνέβη ἤ διὰ τὴν ἀμέλειαν, ἤ, ὡς συχνάκις συμβαίνει, διὰ τὴν τυφλὴν καὶ ἀδιάκριτον ἀγάπην καὶ τὴν δεισιδαιμονίαν τῶν συγγενῶν, οἵτινες, ἀντὶ νὰ πιστεύωσιν, ὅτι μετὰ τὴν ἐξομολόγησιν καὶ τὴν τῶν μυστηρίων μετάληψιν πολλάκις ὁ Θεὸς εὐσπλαγχνιζόμενος χαρίζει εἰς τὸν ἀσθενοῦντα ζωήν, πείθονται παραλόγως, ὅτι, ἐὰν ἐξομολογηθῇ καὶ μεταλάβῃ τῶν μυστηρίων, ἀποθνήσκει· τότε, λέγω, ἔχουσι τόπον οἱ θλιβεροὶ στεναγμοὶ καὶ τὰ πικρὰ δάκρυα· αὐτὰ ὅμως, οὐ μόνον ὑπὸ τῶν συγγενῶν καὶ φίλων, ἀλλὰ καὶ ὑπὸ τῆς ἐκκλησίας, μετὰ δεήσεων καὶ τῆς ἀναιμάκτου θυσίας πρέπει νὰ προσφέρωνται εἰς τὸν ἀπειροεύσπλαγχνον Θεόν, ἵνα δείξῃ πρὸς τὸν τεθνεῶτα τὸ ἄπειρον αὐτοῦ ἔλεος καὶ τὴν εὐσπλαγχνίαν.
Πολλὰ δὲ ἄτοπα καὶ παράλογα εἱσι τὰ θρηνολογήματα ἐκείνων τῶν ἀνθρώπων, οἵτινες, ἔχοντες πρὸ ὀφθαλμῶν τὸ νεκρὸν σῶμα τοῦ συγγενοῦς, στενάζουσι, καὶ κτυποῦνται, καὶ ὀλοφύρονται, λέγοντες· καὶ τὶ νὰ πράξω εἰς τὸ ἐξῆς; καὶ ποῦ νὰ καταφύγω; καὶ τὶς ἔσεται βοηθός μου; τὶς νὰ θρέψῃ τὰ ὀρφανά μου; Ἐὰν οἱ ἄπιστοι οἱ μὴ πιστεύοντες ὅτι ἐστὶ Θεός, ταῦτα λέγωσιν, οὐδὲν παράδοξον· σὺ δέ, ὅστις πιστεύεις, ὅτι ἐστὶ Θεός, πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν καὶ βλέπων, προνοητὴς τοῦ παντὸς καὶ τροφεὺς πάντων τῶν ἀνθρώπων, πατὴρ τῶν ὀρφανῶν, καὶ τῶν χηρῶν ἀντιλήπτωρ, ἐλεήμων πρὸς πάντας καὶ φιλανθρωπότατος, παντοδύναμος καὶ ποιῶν ὅσα βούλεται, σὺ τολμᾷς καὶ λέγεις ταῦτα; τὶ νὰ πράξῃς; τοῦτο πρᾶξον, πρόστρεξον εἰς τὸν Θεόν· ὁ Θεὸς καταφύγιόν σου, ὁ Θεὸς βοήθειά σου, ὁ Θεὸς πατὴρ τῶν ὀρφανῶν σου· μακρὰν ἀπὸ τοῦ στόματος τῶν Χριστιανῶν τοιαῦτα θρηνολογήματα, μακρὰν ἀπὸ τὰ ὅμματα τῶν Χριστιανῶν τοιαῦτα παράλογα, ἄδικα καὶ βλαβερὰ δάκρυα.
Βούλομαι δὲ ἐγὼ κατὰ ταύτην τὴν ὥραν νὰ φανερώσω πότε τὰ δάκρυα, τὰ χεόμενα ἐπὶ τοὺς νεκρούς, εἰσὶν εὐλογοφανῆ καὶ δίκαια καὶ ὠφέλιμα. Ἐάν, ὅταν βλέπω τὸ νεκρὸν σῶμα τοῦ συγγενοῦς ἤ τοῦ φίλου μου ἄπνουν, ἀνενέργητον, ἀκίνητον, ὀδωδός, εἰς γῆν μεταβαλλόμενον, καὶ βρῶμα τῶν σκωλήκων γινόμενον, συλλογίζωμαι, ὅτι ἡ ἁμαρτία ταῦτα προεξένησε, καὶ ὅτι ταῦτα πάντα ἀποτελέσματά εἰσι τῆς διὰ τὴν ἁμαρτίαν τιμωρίας, καὶ ἐκπλήρωσις τοῦ διὰ τὴν ἁμαρτίαν θείου προστάγματος· «Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ»· ἐάν, ὅταν βλέπω τὴν ἀθλιωτάτην κατάστασιν τοῦ νεκροῦ ἀνθρωπίνου σώματος, στενάζω ἐκ καρδίας, καὶ ὀλοφύρωμαι σφόδρα, καὶ χέω θερμὰ δάκρυα, τότε οἱ στεναγμοί μου ἔχουσιν εὐλογοφανῆ λόγον, τότε οἱ ὀλοφυρμοί μου εἰσὶ δίκαιοι, τότε ὁ θρῆνός μου καὶ τὰ δάκρυά μου πολλὴν ὠφέλειαν προξενοῦσιν εἰς τὴν ψυχήν μου· διότι ταῦτα τὰ δάκρυα ἀποστρέφουσί με ἀπὸ τῆς ἁμαρτίας, καὶ ὁδηγοῦσί με εἰς τὴν μετάνοιαν· ταῦτα τὰ δάκρυα πλύνουσι τὴν ψυχήν μου ἀπὸ τοῦ βορβόρου τῶν ἁμαρτιῶν μου, καὶ καρποφοροῦσιν ἐν ἐμοὶ τῆς ἀρετῆς τὴν ἁγιότητα.
Ἐάν, ὄταν βλέπητε τὸν νεκρόν, ἀναβιβάζητε τὸν νοῦν ὑμῶν εἰς τὸν τόπον, ὅπου ἡ ψυχὴ αὐτοῦ πορεύεται, καὶ συλλογίζησθε, ὅτι, ἐὰν ὁ ἄνθρωπος ἐκεῖνος, ὅστις κεῖται ἔμπροσθεν ὑμῶν νεκρός, ἔπραξε πονηρὰ ἔργα, καὶ ἀπέθανεν ἀμετανόητος, εὐθὺς μετὰ τὸν αὐτοῦ θάνατον παραλαμβάνουσι τὴν ψυχὴν αὐτοῦ οἱ σκοτεινοὶ καὶ ἄσπλαγχνοι δαίμονες, ἐλέγχοντες, ὀνειδίζοντες, ὑβρίζοντες αὐτήν· ἐὰν συλλογίζησθε, ὅτε τότε ἡ ψυχὴ ἐκείνη οὐ πιστεύει, ἀλλὰ βλέπει ὅσα ἡ πίστις ἐδίδασκε, βλέπει δὲ πάσας τὰς πράξεις, τοὺς λόγους, τὰς ἐνθυμήσεις αὐτῆς, ὥσπερ ἐν εἰκόνι ἐζωγραφημένας μετὰ πασῶν τῶν περιστάσεων καὶ σχημάτων καὶ χαρακτήρων, ὅθεν φοβερὰ καὶ ἀπερίγραπτος αἰσχύνη περικαλύπτει αὐτήν· ἡ δὲ συνείδησις αὐτῆς τότε οὐκ ἔστι συνείδησις, ἀλλὰ κάμινος φλογίζουσα καὶ κατακαίουσα αὐτήν· ἐὰν συλλογίζησθε ὅτι τότε ζητεῖ τὴν μετάνοιαν, ἥν πολλάκις εἰς τὴν πρόσκαιρον ζωὴν κατεφρόνησε, καὶ θέλει τὴν κατόρθωσιν τῆς ἀρετῆς, τὴν ὁποῖαν οὐδέποτε ἠθέλησε, βλέπουσα δέ, ὅτι ἐκεῖ οὐδὲ μετάνοιά ἐστιν, οὐδὲ ἀρετῆς κατόρθωμα, συναισθανομένη δὲ τῆς αἰωνίου κολάσεως τῆς περιμενούσης αὐτήν, ὅταν ὁ φοβερὸς καὶ ἀδέκαστος κριτὴς ἐκφωνήσῃ τὴν ἀπόφασιν, λέγων, «πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἠτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ»40· ἐὰν ταῦτα συλλογίζησθε, ὅταν βλέπητε τὸν νεκρόν, καί, ἐνθυμούμενοι τὰς ἁμαρτίας ὑμῶν, κατανύγησθε, καὶ μετανοῆτε, καὶ χύνητε ποταμοὺς δακρύων, τότε τὰ δάκρυα ὑμῶν εἰσιν εὔλογα, δίκαια καὶ ψυχοσωτήρια. Τοῦτο δὲ ἐσήμαινεν ὁ λόγος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅν εἶπε πρὸς τὰς διὰ τὸν θάνατον αὐτοῦ κλαίουσας γυναῖκας· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε, καὶ ἐπὶ τὰ τέκνα ὑμῶν»41.
____________________
Σημειώσεις :
- Λουκ. ζ΄, 13.
- Ἰωαν. ια΄, 23.
- Γεν. ν΄, 1.
- αὐτ. 10.
- Β΄ Βασιλ. ιγ΄, 13.
- αὐτ. ιη΄, 33.
- Σειρ. λη΄, 16.
- Λουκ. η΄, 52-53.
- Α΄ Κορ. β΄, 14 & Λουκ. η, 53.
- Ῥωμ. ε΄, 10.
- Ἀποκ. κα΄, 8.
- Ῥωμ. ε΄, 10.
- Ἰωαν. ια΄, 11.
- Α΄ Θεσ. δ΄, 13.
- Α΄ Κορ. ιε΄, 20.
- Β΄ Τιμ. α΄, 10.
- Α΄ Κορ. ιε΄, 55.
- Α΄ Ἰωαν. α΄, 14.
- Ἰωαν. ια΄, 25.
- αὐτοθι, 26.
- αὐτ. ε΄, 24.
- Λουκ. κγ΄, 28.
- Α’ Θεσ. δ΄, 13.
- Α΄ Βασ. β, 7.
- Λουκ. α΄, 52-53.
- Ψλμ. ῥμδ΄, 17.
- Ματ. β΄, 18.
- Ἰωαν. ιε΄, 3.
- Ψλμ. ῥμε΄, 2.
- Ἠσ. μθ΄, 15.
- Ψλμ. οθ΄, 6.
- αὐτ. κστ΄, 16.
- Ματ. ιβ΄, 50.
- Ἰωαν. ιε΄, 14.
- Ψλμ. ιστ΄, 3.
- Α΄ Θεσ. δ΄, 16-17.
- Ματ. β΄, 18.
- Ἰωαν. ε΄, 28.
- Γεν. γ΄, 19.
- Ματ. κε΄, 41.
- Λουκ. κγ΄, 28.
Δείτε τον λόγο στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου
Θεοτόκη (τόμ. 2ος, σελ. 26 – Έκδοσις 1840), πατώντας εδώ (4/10/2013)
ΣΧΕΤΙΚΑ:
Για να μην λυπάσθε (Αγ. Ιωάννης ο Χρυσόστομος)
Η αντιμετώπιση του θανάτου (Αγ. Ιωάννης Χρυσόστομος)
Θέλετε να σας πω και άλλη αιτία, για την οποία φοβόμαστε το θάνατο; (Αγ. Iωάννης Χρυσόστομος)
Περί της ώρας του θανάτου (Αγ. Λουκάς, Αρχιεπίσκοπος Κριμαίας)
ΠΡΟΣ ΤΗΝ ΑΙΩΝΙΟΤΗΤΑ: Ο θάνατος (Αγ. Τύχων, αρχιεπ. Βορονέζ και Ζαντόνσκ)
Ενώπιον του θανάτου (Άγιος Κυπριανός Καρθαγένης)
Το μυστήριο και η διαδικασία του θανάτου (Σεβ. Μητροπολίτης Ναυπάκτου και Αγίου Βλασίου Ιερόθεος)
Σκέψεις περί θανάτου (Ανδρέας Θεοδώρου, τ. Καθ. Πανεπ. Αθηνών)
Χριστιανικές σκέψεις περί θανάτου (Ανδρέας Θεοδώρου, τ. Καθηγητής Πανεπ. Αθηνών)
Ομιλία περί αιφνιδίου θανάτου, και πώς δυνάμεθα φυγείν αυτόν (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)
Η αποφυγή της απογνώσεως (Αγ. Ιωάννης Χρυσόστομος)
Λύπη και αθυμία (Αγ. Ιωάννης Χρυσόστομος)
Μεγάλου Βασιλείου: Για τη λύπη και την αθυμία
Αντιόχου Μοναχού: Για τη λύπη
Αββά Κασσιανού: Για το πνεύμα της λύπης
Γρηγορίου Παλαμά: Για την άκαιρη λύπη
Η Λύπη και η αθυμία, στην ευρύτερη σκέψη των αγίων Πατέρων
Παρηγορητική επιστολή προς την σύζυγον του Νεκταρίου, για τον θάνατο του παιδιού της (Μέγας Βασίλειος)
Προς τη χήρα που θλίβεται και ανησυχεί (Αγ. Νικόλαος Βελιμίροβιτς)