Κυριακή της Σαμαρείτιδος: Ομιλία περί προορισμού (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(44 άτομα το έχουν διαβάσει)
– Ἐὰν ὁ Θεὸς σὲ ἐκείνους ποὺ θέλει δίνει τὸ Ἔλεός Του (ὅπως στὴ Σαμαρείτιδα) καὶ ἐτοιμάζει αὐτοὺς γιὰ τὴν αἰώνιον ζωὴν καὶ αὐτούς, ποὺ θέλει τοὺς καθιστᾶ ἄξιους ἀπωλείας, τὶ νόημα ἔχει νὰ ἀντισταθεῖ κανεὶς σὲ αὐτὸ τὸ θέλημά Του;
– Ἐὰν ὁ Θεὸς δίδει τὴν ἀγαθὴν θέλησιν καὶ τὰ καλὰ ἔργα, γιατὶ μετὰ ρωτάει ἄν θέλει ὁ ἄνθρωπος; Πῶς αὐτὰ συμφωνοῦν;
– Μὰ ἄν ἡ σωτηρία μου ἤ ἡ ἀπώλειά μου εἶναι προορισμένη ἀπὸ τὸν Θεόν, τότε γιατὶ νὰ μεριμνῶ γιὰ τὴ σωτηρία τῆς ψυχῆς μου;
– Πῶς γίνεται ὁ Θεὸς νὰ προγνωρίζει ἐὰν κάποιος σωθεῖ ἤ ὄχι καὶ συγχρόνως ὁ ἄνθρωπος νὰ εἶναι ἐλεύθερος;
– Ἀρκεῖ ἡ θέλησις τοῦ Θεοῦ γιὰ νὰ σωθεῖ ὁ ἄνθρωπος;
– Μπορεῖ ἀπὸ μόνος του ὁ ἄνθρωπος νὰ σωθεῖ ἀκόμα κι ἄν τὸ ἐπιθυμεῖ;

 

 

***

 

 

Κυριακὴ τῆς Σαμαρείτιδος

Ὁμιλία μετὰ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Σαμαρείτιδος.

Ἀρχιεπίσκοπος Ἀστραχὰν καὶ Σταυρουπόλεως Νικηφόρος Θεοτόκης

(Ἰωαν. δ’, 5-42)

 

Τῆς Σαμαρείτιδος ἡ ἱστορία ἀνοίγει τὸ περιβόητον ἅμα καὶ ἀκατανόητον τοῦ προορισμοῦ ζήτημα. Ἡ Σαμαρεῖτις ἦλθεν εἰς τὸ φρέαρ τοῦ Ἰακώβ, ἵνα ἀντλήσῃ ὕδωρ· οὐδὲ προεἶδεν, οὐδὲ ἐστοχάσθη παντελῶς, ὅτι ἐκεῖ εὑρίσκει τοῦ κόσμου τὸν σωτῆρα· καὶ ὅμως ἐκεῖ εὗρε τὴν ψυχικὴν αὐτῆς σωτηρίαν· ἄλλο ζητεῖ, καὶ ἄλλο εὑρίσκει· ζητεῖ ὕδωρ φθαρτόν, καὶ εὑρίσκει οὐράνιον βασιλείαν. Ἰδοὺ ὁ λόγος τοῦ θεσπεσίου Παύλου· «Ἄρα ὅν θέλει, ἐλεεῖ· ὅν δὲ θέλει, σκληρύνει»1· ἠθέλησεν ὁ Θεὸς ἐλεῆσαι τὴν Σαμαρείτιδα, ὅθεν ᾠκονόμησεν, ἵνα κατ’ ἐκείνην τὴν ὥραν, ἐν ᾗ ὁ μονογενὴς αὐτοῦ υἱὸς ἔφθασεν εἰς τὴν πηγὴν τοῦ Ἰακώβ, ἔλθῃ καὶ αὐτὴ ἐκεῖ, ἵνα ἀντλήσῃ τὸ ὕδωρ, καὶ οὕτω πιστεύσασα σωθῇ· προώρισεν ὁ Θεὸς ἀπ’ αἰῶνος τὴν σωτηρίαν αὐτῆς, ἐκάλεσεν αὐτὴν διὰ τῆς διδασκαλίας τοῦ υἱοῦ αὐτοῦ, δικαίαν καὶ ἁγίαν κατέστησε διὰ τῆς πίστεως καὶ μετανοίας, ἔπειτα καὶ ἐδόξασεν ἐν τοῖς οὐρανοῖς, μαρτυρικῷ στεφάνῳ στέψας τὴν ψυχὴν αὐτῆς· «Οὕς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὕς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὕς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε»2. Ἑάν, λοιπόν, ὁ Θεὸς εἰς ἐκεῖνον, ὅν θέλει, δίδωσι τὸ ἔλεος αὐτοῦ, καὶ ἐκεῖνον, ὅν θέλει, ποιεῖ σκληροκάρδιον· ἐὰν ὁ Θεὸς προορίζῃ, καὶ καλῇ, καὶ δικαιοῖ, καὶ δοξάζῃ· ἐὰν ὁ Θεὸς ἄλλους μὲν κατασκευάζῃ σκεύη ἄξια τοῦ ἐλέους αὐτοῦ, καὶ ἐτοιμάζῃ αὐτοὺς διὰ τὴν αἰώνιον ζωήν· ἄλλους δὲ καθίστησι σκεύη ὀργῆς, κατηρτισμένα εἰς ἀπώλειαν· διὰ τὶ ἔπειτα μέμφεται καὶ κατακρίνει τοὺς κακοὺς ἀνθρώπους; ἐὰν ὁ Θεὸς ἠθέλησεν, ἵνα σκληρύνῃ τὴν καρδίαν μου, καὶ καταστήσῃ με σκεῦος ὀεργῆς, ἄξιον ἀπωλείας, διὰ τὶ ἔπειτα κατακρίνει με; τίς εἰμι ἐγώ, ἵνα ἀντισταθῶ τῷ θελήματι αὐτοῦ; «Τῷ βουλήματι αὐτοῦ, τὶς ἀνθέστηκεν»3;

Ὁ θεηγόρος ἀπόστολος, ὅστις προβάλλει ταύτην τὴν ἀπορίαν, πρῶτον μὲν ἐλέγχει αὐστηρὰ τὸν ἄνθρωπον ἐκεῖνον, ὅστις ἀποτολμᾷ καὶ προφέρει τοιαῦτα αὐθαδέστατα

λόγια· Ὦ, ἄνθρωπε, λέγει, τὶς εἶ σύ, ὅστις ἀνταποκρίνεσαι εἰς τὸν Θεόν; σὺ τὸ πλάσμα τοῦ Θεοῦ τολμᾷς καὶ λέγεις πρὸς τὸν Θεόν, τὸν πλάστην σου, διὰ τὶ μὲ ἐποίησας τοιοῦτον; μήπως οὐκ ἔχῃ ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἵνα κατασκευάσῃ ἐκ τῆς αὐτῆς πηλώδους ζύμης ἄλλο μὲν σκεῦος πρὸς χρῆσιν τιμίαν, ἄλλο δὲ πρὸς χρῆσιν εὐτελῆ καὶ ἄτιμον; Τοιουτοτρόπως δὲ ὁ ἀπόστολος, ἀποῤῥαπίσας καὶ ἐπιστομίσας τὸν τολμηρὸν καὶ ἀθυρόστομον ἄνθρωπον, λύει διὰ τοῦ παραδείγματος τῶν δύο λαῶν, τοῦ ἐθνικοῦ δηλαδὴ καὶ τοῦ Ἱσραηλιτικοῦ, τὴν ἀπορίαν· τὰ ἔθνη, λέγει, οὐκ ἐφρόντιζον διὰ τὴν σωτηρίαν αὐτῶν, καὶ ὅμως ἔτυχον τὴν ἐκ πίστεως δικαίωσιν καὶ σωτηρίαν· ὁ Ἰσραὴλ ἐφρόντιζε, καὶ ὅμως ἐστερήθη καὶ ἀπέτυχε. Καὶ ταῦτα μὲν τὰ λόγια παρέχουσιν ὅλην τὴν ἀπορίαν, ἥν ἀνωτέρω ὁ μέγας ἀπόστολος ἐπρόβαλεν· ἔπειτα λέγει· διὰ τὶ τοῦτο; καὶ εὐθὺς ἐπιφέρει τὴν λύσιν· Ὁ Ἰσραήλ, λέγει ἐστερήθῃ τῆς δικαιώσεως, ἐπειδὴ ἐζήτεει αὐτὴν οὐκ ἐκ τῆς πίστεως, ἀλλ’ ἐκ τῶν ἔργων τοῦ νόμου «Ἐξ ἔργων δὲ νόμου», ἀλλαχοῦ λέγει, «οὐ δικαιωθήσεται πᾶσα σάρξ»4. Αὐτὴ ἡ ἀποστολικὴ ἐξήγησις διδάσκει ἡμᾶς, ὅτι ἐκεῖνον μέν, ὅν ὁ Θεὸς θέλει, ἐλεεῖ· ἀλλὰ θέλει οὐχὶ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλὰ μετὰ λόγου, ἤγουν θέλει νὰ ἐλεήσῃ τὸν ἄξιον ἐλέους· ἐκεῖνον δέ, ὅν θέλει, σκληρύνει, τουτέστι παῤῥησιάζει σκληρὸν ἐκεῖνον, ὅστις ἔχει καὶ γνώμην καὶ καρδίαν σκληροκάρδιον· κατασκευάζει σκεύη τίμια ἐκείνους, ὦν ἡ διάθεσίς ἐστι τιμία, καὶ σκεύη ἄτιμα ἐκείνους, οἴτινες ἔχουσι κλίσιν εἰς τὰ πάθη τῆς ἀτιμίας· προορίζει ναί, καὶ προσκαλεῖ, καὶ δικαιοῖ, καὶ δοξάζει, ἀλλ’ ἐκείνους, οὕς προεγνώρισεν ἀξίους· «Ὅτι οὕς προέγνω, καὶ προώρισεν»5.

Ἠθέλησε, ναί, ὁ Θεος νὰ σώσῃ τὴν Σαμαρείτιδα· ἀλλ’ ἠθέλησεν, ἐπειδὴ διὰ τὴν ἀγαθὴν αὐτῆς γνώμην καὶ προαίρεσιν ἀξία ἧν τῆς σωτηρίας. Βλέπομεν τοῦτο εἰς αὐτὴν τὴν εὐαγγελικὴν ἱστορίαν· ὅταν αὐτὴ ἐγνώρισεν, ὅτι ὁ Κύριος ὁ ζητήσας παρ’ αὐτῆς ὕδωρ ἧν Ἰουδαῖος, ἐὰν εἶχε δεισιδαιμονίαν καὶ προκατάληψιν, ἠρνεῖτο τὴν δόσιν τοῦ ὕδατος, ἔφευγεν εὐθὺς καὶ ἀπεστρέφετο τὸν Ἰησοῦν Χριστόν· (διότι οὐχὶ μόνον οἱ Ἰουδαῖοι ἔφευγον τοὺς Σαμαρείτας, ἀλλὰ καὶ οἱ Σαμαρεῖται πολλῷ μᾶλλον ἀπεστρέφοντο τοὺς Ἰουδαίους·) αὐτὴ ὅμως, ἐλευθέρα τῆς σχισματικῆς ἰσχυρογνωμοσύνης, καὶ συνετή, καὶ φρόνιμος, οὐδὲν τούτων ἔπραξεν, ἀλλὰ πρῶτον μὲν ἐθαύμασε, πῶς αὐτός, Ἰουδαῖος ὥν, ἐζήτησε παρ’ αὐτῆς ὕδωρ, ἔπειτα ἔμεινε συνομιλοῦσα μετ’ αὐτοῦ, καὶ ἀκούουσα προσεκτικῶς τὰ θεῖα αὐτοῦ λόγια. Ὅτε δὲ ἤκουσεν, ὅτι ὁ Κύριος ἔχει ὕδωρ ζῶν, καὶ ὁ πίνων αὐτὸ οὐ διψᾶ εἰς τὸν αἰῶνα, οὐδὲ τοῦτο ἐτάραξεν αὐτήν, οὐκ ἐδίστασεν, οὐδὲ ἠπίστησεν, οὺδὲ ἀδύνατα ἐστοχάσθη τὰ λεγόμενα, ἀλλ’ εὐθὺς πιστεύσασα καὶ καταπεισθεῖσα, «Δός μοι, Κύριε, τοῦτο τὸ ὕδωρ,

ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν»6· τοῦτο δὲ δηλοῖ τὴν ἁπλότητα τῆς καρδίας αὐτῆς. Ὅτε πάλιν ἤκουσε τὸν Κύριον ἐλέγχοντα τὰ ἀπόκρυφα αὐτῆς ἔργα, οὐκ ᾐσχύνθη, οὐδὲ ἐταράχθη, ἀλλ’ ὡμολόγησε καὶ ἐβεβαίωσε τὰ λεγόμενα, λέγουσα «Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ»7· τοῦτο δὲ ἐμφαίνει τὴν ταπεινοφροσύνην καὶ πρᾳότητα τῆς ἁγίας γυναικός. Αὐτὴ ἐλάλησε περὶ τοῦ Μεσίου, λέγουσα «Οἶδα, ὅτι Μεσίας ἔρχεται ὁ λεγόμενος Χριστός»8· τοῦτο δὲ ἐστὶν ἀπόδειξις ἀναγνώσεως καὶ μελέτης τῆς ἁγίας γραφῆς, καὶ τῆς ἐλπίδος τῆς σωτηρίας, ἥν εἶχε πρὸς τὸν προσδοκώμενον Ἰησοῦν Χριστόν· «Ὅταν ἔλθῃ ἐκεῖνος», ἔλεγεν, «ἀναγγελεῖ ἡμῖν πάντα»9. Αὐτὴ, ὅτε ἤκουσε τὴν διδασκαλίαν τοῦ Σωτῆρος, τόσην προθυμίαν καὶ ζῆλον καὶ ἀγάπην ἔδειξεν, ὥστε ἐγκατέλιπε μὲν τὴν ὑδρίαν αὐτῆς εἰς τὸ φρέαρ, ἔτρεξε δὲ προθύμως εἰς τὴν πόλιν, καὶ ἐκήρυξε τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ εἰς τοὺς συμπολίτας αὐτῆς. Βλέπετε, λοιπόν, πόσας ἀρετὰς εἶχεν αὐτὴ ἡ θαυμάσια γυνή; εἶχε φρόνησιν, ἁπλότητα, ἀκακίαν, ταπεινοφροσύνην, πρᾳότητα, μελέτην τῆς θείας γραφῆς, ἐλπίδα εἰς τὸν Χριστόν, ζῆλον, ἀγάπην εἰς τὸν πλησίον αὐτῆς. Διὰ τὴν ἀρετὴν λοιπὸν καὶ τὴν ἀγαθὴν αὐτῆς προαίρεσιν ἠξίωσεν αὐτὴν ὁ Θεὸς τῶν πλουσίων Αὐτοῦ δωρεῶν.

Ἀλλ’ ὁ αὐτὸς ἀπόστολος λέγει : «ὁ Θεὸς ἐστὶν ὁ ἐνεργὼν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν»10· λοιπὸν ὁ Θεὸς ἔδωκεν αὐτῇ καὶ τὴν ἀγαθὴν θέλησιν καὶ τὰ καλὰ ἔργα. Ἐὰν οὖν ὁ Θεὸς καὶ τὴν θέλησιν τὴν καλὴν καὶ τὴν κατόρθωσιν τῆς ἀρετῆς ἐνεργῇ, διὰ τὶ λέγει ἔπειτα τὸ ἐὰν θέλω ἐγώ; «Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς»11· Αὐτὸς δίδωσι τὴν θέλησιν, ἔπειτα λέγει ἐὰν ἐγὼ θέλω· πῶς ταῦτα συμφωνοῦσι; Σύμφωνά εἰσιν, ὅταν νοήσωμεν αὐτὰ καθὼς πρέπει· ἡ θέλησις τοῦ ἀνθρώπου εἰς τὸ ἀγαθὸν οὐδὲν ἄλλο ἐστὶν εἰμὴ μικρά τις καλὴ διάθεσις, ἥτις μόνη οὐκ ἔστιν ἀρκετὴ πρὸς ἐκπλήρωσιν τοῦ καλοῦ· αὐτὴ ὁμοιάζει τὰ λεπτότατα φυτά, ὅταν ἔρχωνται νὰ προκύπτωσιν εἰς τὴν ἐπιφάνειαν τῆς ἀνύδρου γῆς· καθὼς δὲ αὐτά, ἐὰν μὴ ἡ βροχὴ ποτίσῃ τὸ πρόσωπον τῆς γῆς, ξηραίνονται, οὕτω καὶ ἡ μικρὰ διάθεσις τῆς θελήσεως τοῦ ἀνθρώπου, ἐὰν μὴ ἡ χάρις τοῦ Θεοῦ ἐνδυναμώσῃ αὐτήν, φθείρεται· βλέπει ὁ Θεὸς ἐν ἡμῖν τὴν μικρὰν κλίσιν εἰς τὸ ἀγαθόν, καὶ διὰ τὴν ἄπειρον αὐτοῦ φιλανθρωπίαν λογιζόμενος αὐτὴν ὡς θέλησιν τελείαν, ἐξαποστέλλει εὐθὺς τὴν χάριν αὐτοῦ, ἥτις, συμβοηθοῦσα αὐτῇ, ποιεῖ αὐτὴν θέλησιν ἰσχυρὰν καὶ ἱκανὴν πρὸς τὴν πρᾶξιν τῆς ἀρετῆς· τοιουτοτρόπως λοιπὸν θέλομεν ἡμεῖς, καὶ τοιουτοτρόπως ὁ Θεὸς

ἐνεργεῖ ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν. Ὅταν δὲ ὁ Θεὸς βλέπῃ εἰς τὴν καρδίαν ἡμῶν κακὴν διάθεσιν, τότε ἀφαιρεῖ τὴν βοήθειαν τῆς χάριτος ἀφ’ ἡμῶν· ὅθεν ἡ καρδία ἡμῶν ἐξαγριουμένη, ἀκάνθας βλαστάνει καὶ τριβόλους, ἤγουν ἔργα σκληρὰ καὶ κάκιστα.

Προγνωρίζει ὁ Θεὸς ὅσα μέλλει ὁ ἄνθρωπος νὰ πράξῃ· ἀλλὰ καθὼς ἡ πρόγνωσις τοῦ ἰατροῦ οὐδὲ ἰατρείαν φέρει εἰς τὸν ἀσθενῆ οὐδὲ θάνατον, οὕτω καὶ ἡ πρόγνωσις τοῦ Θεοῦ οὐδὲ τῆς ἀρετῆς οὐδὲ τῆς κακίας τοῦ ἀνθρώπου γίνεται πρόξενος. Ἔρχεται ὁ σοφὸς ἰατρὸς ἐπάνω εἰς τὴν κλίνην τοῦ ἀσθενοῦς, περιεργάζεται ἀκριβῶς τὴν ἀσθένειαν, καὶ ἐὰν μὲν ἰδῇ σημεῖα θανάτου, θάνατον· ὁμοίως καὶ ὁ Θεὸς ἐπισκέπτεται τοῦ ἀνθρώπου τὴν καρδίαν, καὶ ἐὰν μὲν εὕρῃ διάθεσιν ἀγαθωσύνης, προγνωρίζει ἔργα θεάρεστα, ἐὰν δὲ διάθεσιν πονηρίας, ἔργα πονηρά· πάλιν ὅταν ὁ ἰατρὸς προγνωρίσῃ τὴν ἔκβασιν τοῦ πάθους, τότε προορίζει· οὗτος ὁ ἄνθρωπος, λέγει, μετ’ ὀλίγας ἡμέρας ἰατρεύεται, ἤ μετ’ ὀλίγας ἡμέρας ἀποθνήσκει· ὁμοίως καὶ ὁ Θεός, ὅταν προγνωρίσῃ τοῦ ἀνθρώπου τὴν θέλησιν, προορίζει αὐτὸν ἤ διὰ τὸν παράδεισον ἤ διὰ τὴν κόλασιν. Καθὼς δὲ ἡ πρόγνωσις καὶ ὁ προορισμὸς τοῦ ἰατροῦ οὐδὲ τὴν ζωὴν οὐδὲ τὸν θάνατον προξενοῦσιν εἰς τὸν ἀσθενῆ, οὕτω καὶ ἡ πρόγνωσις καὶ ὁ προορισμὸς τοῦ Θεοῦ οὐδὲ τῆς σωτηρίας τοῦ ἀνθρώπου εἰσὶν αἴτια οὐδὲ τῆς ἀπωλείας αὐτοῦ· οὐχὶ διότι ὁ ἰατρὸς προεῖδε καὶ προώρισε, διὰ τοῦτο ὁ ἀσθενὴς ἔζησεν ἤ ἀπέθανεν, ἀλλ’ ἐπειδὴ ὁ ἀσθενὴς ἔπρεπεν ἤ νὰ ζήσῃ διὰ τὸ ἐλαφρὸν τῆς ἀσθενείας, ἤ νὰ ἀποθάνῃ διὰ τὸ βάρος τοῦ πάθους, διὰ τοῦτο ὁ ἰατρὸς προεῖδε καὶ προώρισε τὴν ζωὴν ἤ τὸν θάνατον· οὐχὶ ἐπειδὴ ὁ Θεὸς προεγνώρισε, διὰ τοῦτο ὁ ἄνθρωπος ἐσώθη ἤ ἐκολάσθη, ἀλλ’ ἐπειδὴ ἔμελλεν ὁ ἄνθρωπος ἤ νὰ πράξῃ καλὰ καὶ σωθῇ διὰ τὴν καλὴν αὐτοῦ προαίρεσιν, ἤ νὰ πράξῃ κακὰ καὶ κολασθῇ διὰ τὴν κακὴν αὐτοῦ γνώμην, διὰ τοῦτο ὁ Θεὸς προεγνώρισε καὶ προώρισε τὴν σωτηρίαν αὐτοῦ ἤ τὴν κόλασιν.

Ἀλλ’ ἆρά γε οὐδέμία διαφορὰ ἐστι μεταξὺ τῆς προγνώσεως τοῦ Θεοῦ καὶ τῆς τοῦ ἰατροῦ; Ἡ διαφορὰ ἐστὶ μεγάλη· διότι ὁ μὲν Θεὸς πάντας καὶ πάντοτε προγνωρίζει καὶ προορίζει, ὁ δὲ ἰατρὸς τινὰς μόνον καὶ ἐνίοτε· πάλιν ἡ μὲν τοῦ Θεοῦ πρόγνωσις καὶ ὁ προορισμὸς ἐστὶν ἀλάνθαστος· ὁ δὲ τοῦ ἰατροῦ πολλάκις λελανθασμένος.

Ἔστω, λέγει ὁ δύστροπος ἄνθρωπος, ἐγώ, καὶ οὐχὶ ὁ προορισμὸς τοῦ Θεοῦ, εἰμὶ τὸ αἴτιον τῶν καλῶν ἤ τῶν κακῶν μου πράξεων· ἀλλ’ ἐπειδὴ ὁ προορισμὸς τοῦ Θεοῦ ἐστιν ἀλάνθαστος, ἐγὼ λοιπὸν εἰμὶ διωρισμένος ἤ διὰ τὸν παράδεισον ἤ διὰ τὴν κόλασιν· καὶ ἐὰν μὲν διὰ τὸν παράδεισον, περιττή ἐστιν ἡ φροντίς μου διὰ τὰ καλὰ ἔργα· ἐὰν δὲ διὰ τὴν κόλασιν, περιττή ἐστιν ἡ μέριμνά μου διὰ τὴν μετάνοιαν· τοῦτο ἐστὶ παραλογισμὸς φανερός· διότι ὁ Θεὸς διὰ τὰ καλὰ ἔργα σου προορίζει τὴν

σωτηρίαν σου, καθὼς καὶ διὰ τὰς πονηρίας σου τὴν κόλασίν σου· προορίζει, ναί, ὁ Θεός, ἀλλ’ ὁ προορισμὸς αὐτοῦ οὐδεμίαν ἀνάγκην φέρει εἰς τὴν θέλησίν σου· προορίζει μὲν τὴν σωτηρίαν σου ἤ τὴν κόλασίν σου· ἀλλ’ ἅμα βλέπει καὶ τὸ αὐτεξούσιον τῆς θελήσεώς σου, ἅμα γνωρίζει, ὅτι, ἐπειδὴ ἐχάρισέ σοι τὸ αὐτεξούσιον, σήμερον ὑπάρχεις πονηρός, αὔριον δέ, ἐὰν θέλῃς, γίνεσαι ἀγαθός· σήμερον ἵστασαι εἰς τὴν ἀρετήν, αὔριον, ἐὰν θέλῃς, πίπτεις εἰς τὴν ἁμαρτίαν. Ὅθεν καθὼς ὁ ἰατρός, μὴ δυνάμενος νὰ ἐμποδίσῃ τὰς μεταβολὰς τῆς φύσεως, κᾄν προορίσῃ τοῦ ἀσθενοῦς τὸν θάνατον, ὅμως οὐ παύει μετερχόμενος τὰ θεραπευτικὰ βότανα ἕως τῆς ἐσχάτης ἀναπνοῆς τοῦ ἀῤῥώστου, οὕτω καὶ ὁ Θεὸς, μὴ θέλων διὰ τὴν αὐτοῦ δικαιοσύνην νὰ ἀναγκάσῃ τὴν προαίρεσιν, κἄν προορίζῃ τοῦ ἁμαρτωλοῦ τὴν κόλασιν, μετέρχεται ὅμως ἕως τέλους τῆς ζωῆς αὐτοῦ πάντα τρόπον πρὸς τὴν αὐτοῦ διόρθωσιν.

Προωρισμένος ἦν ὁ Φαραὼ διὰ τὴν ἀπώλειαν· διὰ τί λοιπὸν ὁ Θεὸς ἔπραξε τόσα θαύματα πρὸς ἐπιστροφὴν αὐτοῦ καὶ διόρθωσιν; διότι εἶχεν ὁ Φαραὼ τὸ αὐτεξούσιον· διότι, ἐὰν ἤθελεν, ἐδύνατο νὰ μεταβάλῃ τὴν σκληρότητα αὐτοῦ εἰς ἁπαλότητα· Προωρισμένος ὁ Ἰούδας διὰ τὴν κόλασιν· διὰ τὶ λοιπὸν κατέστησεν αὐτὸν ὁ Χριστὸς ἀπόστολον; διὰ τὶ ἠξίωσεν αὐτὸν τῆς θείας αὐτοῦ συναναστροφῆς, καὶ τῆς τραπέζης, καὶ τῆς καθημερινῆς διδασκαλίας, διὰ τὶ ἔδωκεν εἰς τὰς χεῖρας αὐτοῦ τὸ γλωσσόκομον καὶ τὰ ἀργύρια; διὰ τὶ ἔνιψε τοὺς πόδας αὐτοῦ καὶ μετέδωκεν αὐτῷ τῶν θείων μυστηρίων; διότι εἶχεν ὁ Ἰούδας ἐλευθέραν τὴν θέλησιν· διότι, ἐὰν ἤθελεν, ἔφευγε τὴν φιλαργυρίαν, καὶ ἐκέρδαινε τὴν αἰώνιον σωτηρίαν. Προωρισμένη ἦν τῶν Νινευιτῶν ἡ καταστροφή· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται»12· ἀλλ’ οἱ Νινευῖται μετανοοῦσι καὶ σώζονται. Προωρισμένος ὁ Ἐζεκίας διὰ τὸν θάνατον· «Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σύ, καὶ οὐ ζήσῃ·»13 ὁ Ἐζεκίας κλαίει, καὶ ἀντὶ θανάτου λαμβάνει ζωήν. Προορίζει ὁ Θεὸς τῆς Πενταπόλεως τὸν ἀφανισμόν· ἀλλ’ ὑπὸ τοῦ Ἀβραὰμ παρακαλούμενος λέγει, «Ἐὰν εὑρεθῶσιν ἐκεῖ δέκα δίκαιοι, οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα»14. Μετὰ δὲ τὰ παραδείγματα ταῦτα τὶς οὐ βλέπει, ὅτι ἄφρων ἐστὶν ἐκεῖνος ὁ χριστιανός, ὅστις ἀμελει τὴν μέριμναν τῆς ψυχικῆς αὐτοῦ σωτηρίας;

Ἀληθῶς ἀκατανόητον ἐστὶ τὸ πῶς ὁ μὲν τοῦ Θεοῦ προορισμὸς ἐστὶν ἀλάνθαστος, ἡ δὲ τοῦ ἀνθρώπου θέλησις ἐλευθέρως μεταβάλλεται ἐκ τῆς ἀρετῆς εἰς τὴν κακίαν, ἤ ἐκ τῆς κακίας εἰς τὴν ἀρετήν· τοῦτο ἐστὶν ἕν ἐκ τῶν ἀνεξιχνιάστων κριμάτων τοῦ Κυρίου, περὶ ὧν ὁ Παῦλος βοᾳ : «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ·

ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὀδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἤ τὶς σύμβουλος αὐτοῦ ἐγένετο»15; Ὁ νοῦς τοῦ Κυρίου ἀπεριόριστος ἐστὶ καὶ ἄπειρος, ὁ νοῦς τοῦ ἀνθρώπου στενὸς καὶ μικρότατος· διὰ τοῦτο ἡμεῖς οὐδόλως κατανοοῦμεν τοῦ θείου αὐτοῦ προορισμοῦ τὰ ἰδιώματα· ὅσα δὲ καὶ ἄν συλλογισθῶμεν, καὶ ὅσα καὶ ἄν εἴπομεν, οὐδέποτε ἀναπαύεται ἐντελῶς ἡ αὐθάδης τοῦ νοὸς ἡμῶν περιέργεια.

Καθὼς οὖν οὐδέποτε στέργεις ἆραι εἰς τοὺς ὤμους σου τὸ βάρος, τὸ ὁποῖον οὐ δύνασαι βαστάζειν, οὕτω μηδέποτε τολμήσῃς ζητῆσαι τὴν κατανόησιν τῶν ὑπὲρ κατάληψιν πραγμάτων· «Χαλεπώτερά σου μὴ ζήτει»16 · μηδέποτε τολμήσῃς ἐξετάζειν τὰ ὑπὲρ τὴν δύναμίν σου· «Καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε»17. Διὰ τὶ τοῦτο; διότι κινδυνεύεις πεσεῖν εἰς τὴν ἀπιστίαν : «Μήποτε ἐγγίσωσι πρὸς τὸν Θεὸν κατανοῆσαι, καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος»18· τοῦτο εἶπεν αὐτὸς ὁ Θεὸς πρὸς τὸν Μωυσῆν. Διὰ τὶ τοῦτο; διότι οὐδεμίαν ἀνάγκην ἔχεις τῆς γνώσεως τῶν ἀποκρύφων καὶ μυστηριωδῶν πραγμάτων· «Οὐ γὰρ ἔστι σοι χρεία τῶν κρυπτῶν»19. Ὁ Θεὸς θέλει, ἵνα πιστεύσωσι καὶ σωθῶσι πάντες οἱ ἄνθρωποι : «Ὁ Θεὸς θέλει πάντας σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν»20· ὁ ἄνθρωπος ἔχει αὐτεξούσιον καὶ ἐλευθέραν τὴν θέλησιν, ἵνα ἐκλέξῃ καὶ πράξῃ ἤ τὴν ἀρετὴν ἤ τὴν κακίαν· «Αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ· παρέθηκέ σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου»21. Ἡ θέλησις τοῦ Θεοῦ μόνη οὐκ ἀρκεῖ πρὸς τὴν σωτηρίαν τοῦ ἀνθρώπου, ἀλλ’ ἀναγκαῖα ἐστὶ καὶ ἡ συνδρομὴ τῆς τοῦ ἀνθρώπου θελήσεως· «Ἐὰν θέλητε, λέγει ὁ Θεός, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε»22. Ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀνταποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· «Ὅς ἀποδώσει», λέγει ὁ θεῖος ἀποστόλος , «ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ»23· ὁ δὲ τῶν ἁπάντων σωτὴρ καὶ δεσπότης ἐκήρυξε, λέγων· «Ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως». Ταῦτα πάντα εἰσὶν ἀναμφίβολα, ἀληθέστατα καὶ ὑπερβέβαια· τὰ αὐτὰ εἰσὶ καὶ τοσοῦτον καθαρὰ καὶ σαφέστατα, ὥστε πάντες αὐτὰ καταλαμβάνομεν ἀπὸ μικροῦ ἕως μεγάλου· ταῦτα δέ εἰσιν ἐκεῖνα, τὰ ὁποῖα προτάσσει ὁ Θεός, ἵνα διαλογίζησαι

ἀδιαλείπτως· «Ἅ προσετάγη σοι, ταῦτα διανοοῦ·»24 τὴν δὲ ἔρευναν τῶν κρυπτῶν ἰδιωμάτων τοῦ προορισμοῦ ἄφες, διότι ἐστὶν ἀκατάληπτος, τῆς τοιαύτης δὲ μυστηριώδους καταλήψεως οὐδεμίαν ἔχεις χρείαν. «Οὐ γάρ ἐστι σοι χρεία τῶν κρυπτῶν»25. Ταῦτα λοιπόν, ὦ χριστιανέ, ἅ προσετάγη σοι, διὰ παντὸς συλλογίζου· καὶ ἐὰν μὲν ἐργάζεσαι τὴν ἀρετήν, ἀκολούθει τῆς ἀρετῆς τὸν δρόμον, διότι αὐτός σε φέρει εἰς τὸν παράδεισον· ἐὰν δὲ πράττῃς τὴν ἁμαρτίαν, ἐπίστρεψον ἀπὸ τῆς ἁμαρτίας τὸν κρημνόν, διότι αὐτὴ σὲ κατακρημνίζει εἰς τὴν ἀπώλειαν· ταῦτα ποίει : «Χαλεπώτερά σου δὲ μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἅ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γὰρ ἔστι σοι χρεία τῶν κρυπτῶν»26.

________________

[1] Ρωμ. θ΄, 18.

[2] Ρωμ. η΄, 8,30.

[3] Ρωμ. θ΄, 19.

[4] Ρωμ. θ, 32 & η, 20.

[5] Ρωμ. δ΄, 20.

[6] Ἰωαν. δ΄, 15.

[7] Ἰωαν. δ΄, 19.

[8] Ἰωάν. δ΄, 25.

[9] Ἰωαν. δ΄, 25.

[10] Φιλιπ. β΄, 13.

[11] Ματθ. ιθ΄, 17.

[12] Ἰωάν. γ΄, 4.

[13] Ἠσ. λη΄, 1.

[14] Γεν. ιη΄, 32.

[15] Ρωμ. ια΄, 33,34.

[16] Σειρ. γ΄, 21.

[17] Σειρ. γ΄ 21.

[18] Ἔξοδ. ιθ΄, 21.

[19] Σειρ. γ΄, 22.

[20] Α΄ Τιμ. β΄, 4.

[21] Σειρ. ιε΄, 14,16.

[22] Ἠσ. α΄, 19.

[23] Ῥωμ. β΄, 6.

[24] Σειρ. ε΄, 22.

[25] Σειρ. ε΄, 22.

[26] Σειρ. γ΄, 21, 22.

 

Δείτε την ομιλία στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 73 – Έκδοσις 1840), πατώντας εδώ

16/5/2014

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes