ΠΑΛΑΙΟΔΙΑΘΗΚΙΚΑ
Σχόλια στό Α΄ Ἀνάγνωσμα τοῦ Ἑσπερινοῦ τῆς 9ης Νοεμβρίου (Μνήμη τοῦ ἁγίου Νεκταρίου Πενταπόλεως): Παρ 3:13-15,16γ-δ
Παροιμιῶν τὸ Ἀνάγνωσμα
[κεφ. 10, στίχ. 7] Μνήμη δικαίου μέτ’ ἐγκωμίων, [10.22] καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. [3.13] Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. [3.14] Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. [3.15] Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. [3.16] Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. [8.6] Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. [8.35] Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. [8.4] Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. [8.12] Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. [8.14] Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. [8.17] Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. [8.5] Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. [8.6] Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. [8.7] Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. [8.8] Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. [8.9] Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. [22.21] Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, [22.19] ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, [15.4] καὶ πλησθήσεσθε πνεύματος.
Σύμφωνα μέ τήν παράδοση τῆς Ὀρθόδοξης Ἐκκλησίας, τήν 9η Νοεμβρίου τιμᾶται ἡ μνήμη τοῦ ἁγίου Νεκταρίου Πενταπόλεως, ἑνός ἀπό τούς πλέον λαοφιλεῖς ἁγίους τῆς σύγχρονης ἐποχῆς (γεννήθηκε στή 1 Ὀκτωβρίου 1846 στή Συληβρία τῆς Ἀνατολικῆς Θράκης καί κοιμήθηκε στίς 9 Νοεμβρίου τοῦ 1920 στήν Ἀθήνα). Διαβάστε περισσότερα »






