Κυριακή ΣΤ’ Λουκά: Ερμηνεία του Ευαγγελίου (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(15 άτομα το έχουν διαβάσει)

(Λουκ. η’ 27-39)

– Τι δηλώνουν τα λόγια “Εκ χρόνων ικανών” και το “Δέομαί σου, μη με βασανίσης”;

– Γιατί το δαιμόνιο οδηγούσε τον δαιμονιζόμενο στις ερημιές;

– Γιατί ο Ιησούς ρώτησε για το όνομα του δαιμονίου; Δε γνώριζε;

– Γιατί ο ένας ευαγγελιστής ομιλεί για λίμνη ενώ ο άλλος για θάλλασα;

– Γιατί οι παριστάμενοι, με την εκδίωξη των δαιμονίων, εφοβήθησαν;

– Γιατί ζήτησαν από τον Ιησούν να φύγει, ενώ ο ιαθείς άνθρωπος Τον παρακαλούσε να μείνει μαζί του;

– Γιατί ο Ιησούς είπε: “διηγού ὀσα εποίησέ σοι ο Θεός” και όχι “όσα εποίησά σοι εγώ”;

 

****

 

Ἐρμηνεία εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς Στ΄ Κυριακῆς

+ Ἀρχιεπισκόπου Ἀστραχᾶν καὶ Σταυρουπόλεως Νικηφόρου Θεοτόκη

 

Εὐρίσκονται ἆράγε τὴν σήμερον δαιμονιζόμενοι, πάσχοντες ὅσα διηγεῖται τὸ σημερινὸν εὐαγγέλιον, ὅτι ἔπασχεν ὁ δαιμονιζόμενος ὁ ὑπὸ τοῦ Ἰησοῦ Χριστοῦ θεραπευθείς; Τὸ πάθος καὶ ὁ σταυρὸς τοῦ Ἰησοῦ Χριστοῦ ἐξενεύρισε τῶν δαιμόνων τὴν δύναμιν, ὡς ἐδίδαξεν αὐτὸς ὁ Ἰησοῦς Χριστός, εἰπὼν «Νὺν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω»1· ὅθεν οἱ δαίμονες μετὰ τὸ πᾶθος καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος οὐ δύνανται ἐκτελέσαι ὅσα ἔπραττον πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. Οἱ ἄπιστοι λέγουσιν, ὅτι, ἐὰν ἔβλεπον ἕνα μόνον τοιουτοτρόπως δαιμονιζόμενον, διὰ δὲ τῶν πιστῶν θεραπευόμενον, ἐπίστευον εὐθὺς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ἡμεῖς ὅμως λέγομεν,, ὅτι, καὶ ἐὰν πολλοὺς ἔβλεπον τοιούτους δαιμονιζομένους, ἔτοιμοι ἦσαν εἰπεῖν περὶ αὐτῶν, ὅσα καὶ περὶ τῶν τότε δαιμονιζομένων φλυαροῦσιν. Αὐτοὶ λέγουσιν, ὅτι οἱ τότε δαιμονιζόμενοι ἦσαν μελαγχολικοί, περιπατοῦσι γυμνοί, φεύγουσιν ἀπὸ τῆς κατοικίας αὐτῶν, καὶ κατοικοῦσιν ἐν τοῖς μνήμασι· συντρίβοντες δὲ τὰ σιδηρὰ δεσμὰ καὶ τὰς ἀλύσεις, τρέχουσιν εἰς τὴν ἔρημον. Κατ’ αὐτοὺς λοιπὸν ἡ μελαγχολία ἐξέρχεται ἀπὸ τοῦ ἀνθρώπου, καὶ εἰσέρχεται εἰς τοὺς χοίρους· οἱ δὲ χοῖροι, μελαγχολικοὶ γενόμενοι, ὁρμῶσιν ἀγεληδὸν κατὰ τοῦ κρημνοῦ, καὶ καταποντιζόμενοι εἰς τὴν λίμνην πνίγονται. Τὶς ἄνθρωπος, ἔχων σώας τὰς φρένας αὐτοῦ, πείθεται εἰς τοιαῦτα μωρολογήματα; Οἱ δαίμονες ὅμως ἀκούοντες αὐτοὺς λέγοντας, ὅτι ἐπίστευον, ἐὰν ταῦτα ἔβλεπον, καὶ φοβούμενοι μήπως τοῦτο συμβῇ, ὁρμῶσι κατ’ αὐτῶν, καὶ δαιμονίζοντες αὐτούς, ποιοῦσιν ἐν αὐτοῖς ὅσα ἔπραττον εἰς τοὺς τότε δαιμονιζομένους· ἤγουν γυμνοῦσιν αὐτοὺς τοῦ ὀρθοῦ λόγου, καὶ ἐξάγοντες τὸν νοῦν αὐτῶν τῆς ἰδίας καταστάσεως, θάπτουσιν εἰς τῆς ἀσυνεσίας τὰ μνήματα· συντρίβοντες δὲ τοὺς ἐν αὐτοῖς ὅρους καὶ νόμους τῆς ὀρθῆς κρίσεως, κατακρημνίζουσιν αὐτοὺς εἰς τῆς ἀπιστίας τοὺς χάνδακας, ὥσπερ τοὺς χοίρους εἰς τὴν θάλασσαν. Ἡμεῖς δέ, οἱ πιστεύοντες τὴν ἀλήθειαν ταύτης τῆς εὐαγγελικῆς ἱστορίας, κλαίομεν ἐπ’ αὐτούς, καὶ παρακαλοῦντες τὸν Θεόν, ἵνα ἀπαλλάξῃ ἡμᾶς τῆς τοιαύτης καταδίκης, διερμηνεύομεν αὐτὴν πρὸς κατάληψιν περισσοτέραν καὶ ὠφέλειαν. Τὴν ἱστορίαν ταύτην ἡρμηνεύσαμεν τῇ πέμπτῃ κυριακῇ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου· ἐπειδὴ δὲ ὁ θεηγόρος Λουκᾶς διηγεῖταί τινας περιστάσεις, ὑπὸ τοῦ εὐαγγελιστοῦ Ματθαίου σιωπηθείσας, διὰ τοῦτο ταύτας μόνον ἑρμηνεύομεν, ἀφέντες ὅσα τότε ἐκεῖ εἴπομεν.

«Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὅς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν· ἰδὼν δὲν τὸν Ἰησοῦν, καὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπε· τὶ ἐμοὶ καὶ σοί, υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Δέομαί σου μὴ μὲ βασανίσῃς»2.

Διὰ τὶ ὁ μὲν Ματθαῖος εἶπεν, «Εἰς τὴν χώραν τῶν Γεργεσηνῶν», ὁ δὲ Λουκᾶς, «εἰς τὴν χώραν τῶν Γαδαρηνῶν»; καὶ διὰ τί ὁ μὲν Ματθαῖος ἐμνημόνευσε δύο δαιμονιζομένων, ὁ δὲ Λουκᾶς ἑνός; Καὶ διὰ τί οἱ δαιμονιζόμενοι κατῴκουν ἐν τοῖς μνημείοις; Τὶ δὲ δηλοῦσι τὰ λόγια ταῦτα «τὶ ἐμοὶ καὶ σοί, υἱὲ τοῦ Θεοῦ»; ἐφανερώσαμεν ταῦτα εἰς τὴν ἑρμηνείαν τοῦ προειρημένου κατὰ Ματθαῖον εὐαγγελίου· σημειοῦμεν δὲ ἐνταῦθα τὸ «ἐκ χρόνων ἱκανῶν», καὶ τὸ «Δέομαί σου, μὴ μὲ βασανίσῃς», τὰ γραφέντα ὑπὸ τοῦ εὐαγγελιστοῦ Λουκᾶ· καθότι τὸ μὲν πρῶτον δεικνύει, ὅτι ἡ πολυκαιρία αὐξάνει τὴν δυσκολίαν τῆς ἰατρείας, τὸ δὲ δεύτερον, ὅτι καὶ ἡ δέησις αὐτῶν τῶν δαιμόνων κάμπτει τοῦ φιλανθρώπου Ἰησοῦ τὰ σπλάγχνα· ἐκ τούτου δὲ φανερόν ἐστιν, ὅτι καὶ αὐτοὶ οἱ δαίμονες, ἐὰν μετενόουν, καὶ ἐπέστρεφον, καὶ ἐζήτουν παρὰ τοῦ Θεοῦ συγχώρησιν, ὁ Θεὸς εὐσπλαγχνίζετο αὐτούς, καὶ εἰσήκουε τὴν δέησιν αὐτῶν. Μετὰ φωνῆς μεγάλης ἐβόησεν ὁ δαίμων καὶ παρεκάλεσεν, ἐπειδή, ἀκούσας τὴν παντοδύναμον φωνήν, ἐτρόμαξε.

«Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν· καὶ ἐδεσμεῖτο ἀλύσεσι καὶ πέδαις φυλασσόμενος· καὶ διαῤῥήσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους»3.

Ἐγίνωσκεν ὁ θεάνθρωπος, ὅτι πρὸ πολλοὺ καιροῦ ὁ δαίμων, ἀρπάσας τὸν ἄθλιον ἐκεῖνον ἄνθρωπον, ἀνελεημόνως ἐβασάνιζεν αὐτόν· ὅθεν σπλαγνχισθείς, ἐκέλευσε τῷ ἀκαθάρτῳ δαίμονι, ἵνα ἐξέλθῃ ἀπ’ αὐτοῦ. Συνέτριβε δὲ ὁ δαίμων τὰς ἀλύσεις καὶ τῶν ποδῶν τὰ δεσμά, καὶ βιαίως ἔσυρεν αὐτὸν εἰς τὴν ἔρημον, ἵνα, ἐκεῖ εὑρίσκων αὐτὸν μεμονωμένον καὶ ἐστερημένον πάσης ἀνθρωπίνης βοηθείας, ὁρμᾷ κατ’ αὐτοῦ ἐλευθέρως, καὶ κατατυραννῇ αὐτὸν ἀσπλάγχνως, βασανίζῃ δὲ καὶ τοὺς τούτου φύλακας, ἀναγκάζων αὐτοὺς τρέχειν ἔνθεν κἀκεῖθεν, ἵνα εὕρωσιν αὐτόν.

«Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων, τὶ σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε, Λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν»4.

Οὑχ ὡς ἀγνοῶν ὁ Ἰησοῦς Χριστὸς ἠρώτησε, διότι, ὡς Θεὸς ἀληθινός, καὶ τὸ ὄνομα ἐγίνωσκε καὶ τὸν ἀριθμὸν τῶν δαιμόνων τῶν εἰσελθόντων εἰς τὸν δαιμονιζόμενον· ἀλλ’ ἠρώτησεν, ἵνα οἱ περιεστῶτες μάθωσιν, ὅτι πολλὰ δαιμόνια κατεκυρίευσαν αὐτοῦ (διότι τὸ λεγεὼν σημαίνει ἑξακισχιλίους στρατιώτας), καὶ ὅτι, κἄν τοσοῦτοι ἦσαν οἱ δαίμονες, ἐτρόμαξαν ὅμως τὴν θείαν αὐτοῦ δύναμιν· διὸ καὶ παρεκάλουν αὐτόν.

«Καὶ παρεκάλουν αύτόν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν»5.

Ἡ ἄβυσσος σημαίνει τόπον ἔχοντα βάθος ἀπέραντον· τοῦτον δὲ ζόφον καὶ τάρταρον ὠνόμασεν ὁ θεσπέσιος ἀπόστολος Πέτρος6. Ποῦ δέ ἐστιν οὗτος ὁ τόπος, εἰς τῆς τῆς τὰ βάθη ἤ ἔξω τοῦ κόσμου, οὐδεὶς οἶδεν· ἐπειδὴ περὶ τούτου οὐδὲν ἐφανέρωσεν ἡ θεία γραφή· οἴδαμεν δέ, ότι αὐτός ἐστιν ἐκεῖνος ὁ τόπος, ἐν ᾧ ὁ Θεὸς δεσμοῖς ἀϊδίοις, ὡς λέγει ὁ ἀπόστολος Ἰούδας, φυλάττει τοὺς δαίμονας7, ἵνα κρίνῃ αὐτοὺς ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς κρίσεως. Παρεκάλουν δὲ αὐτὸν οἱ δαίμονες, ἵνα μὴ προστάξῃ αὐτοὺς ἀπελθεῖν εἰς τὴν ὠρισμένην αὐτοῖς ἄβυσσον.

«Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτόν, ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσλεθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου, εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπελθόντες ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς»8.

Ὁ μὲν Ματθαῖος εἶπεν· «Ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένων»9, ὁ δὲ Λουκᾶς ἐφανέρωσε καὶ τὴν τοποθεσίαν, ἐν ᾗ ἦσαν οἱ χοῖροι, εἰπών, Ἐν τῷ ὄρει. Ἐπειδὴ δὲ ὁ μὲν Ματθαῖος εἶπεν, ὅτι ἡ ἀγέλη τῶν χοίρων κατεκρημνίσθη εἰς τὴν θάλασσαν10, ὁ δὲ Λουκᾶς εἰς τὴν λίμνην, μὴ νομίσῃς, ὅτι ἀντιλέγουσιν ἀλλήλοις οἱ ἅγιοι εὐαγγελισταί· διότι μία καὶ ἡ αὐτὴ λίμνη ἡ ὀνομαζομένη Γεννησαρὲτ ἐλέγετο καὶ θάλασσα τῆς Γαλιλαίας, καὶ Τιβεριάδος θάλασσα· ὅθεν ὁ μὲν Ματθαῖος ὠνόμασεν αὐτὴν θάλασσαν, ὁ δὲ Λουκᾶς λίμνην. Ταὸ δὲ διὰ τὶ ἐζήτησαν οἱ δαίμονες εἰσελθεῖν εἰς τοὺς χοίρους, ὁ δὲ Θεάνθρωπος συνεχώρησεν, ἵνα τοσαύτην ζημίαν πάθῃ ὁ κύριος αὐτῶν, καὶ τὸ διὰ τί οἱ βόσκοντες αὐτοὺς ἔφυγον, ἐῤῥέθη εἰς τὴν προειρημένην ἐρμηνείαν. Ἀκούσωμεν οὖν τὰ λοιπὰ τῆς διηγήσεως.

«Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν· ἀπήγγειλαν δὲ αὐτοῖς καὶ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δέ, ἐμβὰς εἰς τὸ πλοῖον, ὑπέστρεψε»11.

Βλέπε πῶς ὁ πανεύφημος Λουκᾶς διηγεῖται λεπτομερῶς ὅσα γενικῶς ἐξέφρασεν ὁ ἱερὸς Ματθαῖος· «Ἐξῆλθον, λέγει, οἱ ἐν τῇ πόλει καὶ ἐν τοῖς ἀγροῖς ἰδεῖν τὸ γεγονός». Ἐπειδὴ δὲ ἀνωτέρῳ εἶπεν, ὅτι ὁ δαιμονιζόμενος ἦν γυμνός, καὶ κατῴκει ἐν τοῖς μνήμασι, καὶ συνέτριβε τὰς ἀλύσεις καὶ τὰ δεσμά, καὶ ἐφέρετο ὑπὸ τοῦ δαίμονος εἰς τὴν ἔρημον, νῦν λέγει, ὅτι οἱ ἐλθόντες ἰδεῖν τὸ γεγονός, εὗρον τὸν ἄνθρωπον, τὸν ἐλευθερωθέντα ἐκ τῆς δυναστείας τῶν δαιμόνων, καθήμενον παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ Χριστοῦ, ἐνδεδυμένον καὶ ἥσυχον καὶ φρόνιμον, καὶ ὅτι οἱ ἰδόντες τοῦτο, ἀκούσαντες καὶ ἐξ αὐτῶν τῶν ἑωρακότων τὸν τρόπον, δι’οὗ αὐτὸς ἐλυτρώθη, ἐφοβήθησαν· ἡ λύτρωσις τοῦ δαιμονιζομένου οὐκ ἔφερε φόβον, ἀλλὰ χαράν, εὐλάβειαν, εὐχαριστίας χρέος. Πιθανώτατον φαίνεται, ὅτι κατεφόβισεν αὐτοὺς ὁ ἀφανισμὸς τῶν χοιρῶν· διότι ὁ μὲν Ἰουδαϊκὸς νόμος ἀπηγόρευε τὰ χοίρεια κρέατα12, αὐτοὶ δὲ ἔτρεφον χοίρους· ὅθεν διὰ τὴν ἀνομίαν ἐπαιδεύθησαν διὰ τῆς τῶν χοιρῶν ἀπωλείας13. Ἰδόντες οὖν τὴν ζημίαν ταύτην, ἐφοβήθησαν μήτι παιδευθῶσι καὶ δι’ ἄλλας παρανομίας αὐτῶν· ἐκ τούτου οὖν παρεκάλουν πάντες τὸν Ἰησοῦν Χριστόν, ἵνα ἀναχωρήσῃ ἀπ’ αὐτῶν. Καὶ ὁ μὲν Ἰησοῦς, εἰσελθὼν εἰς τὸ πλοῖον, ἐπέστρεψεν «εἰς τὸ πέραν τῆς λίμνης»14, ὅθεν πρότερον ἐξελθών, ἦλθεν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν· ὁ δὲ θεραπευθεὶς παρεκάλει αὐτόν, ἵνα μένῃ διὰ παντὸς μετ’ αὐτοῦ.

«Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων· ὑπόστρεψον εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε καθ’ ὅλην τὴν πόλιν, κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς»15.

Τινὲς μὲν λέγουσιν, ὅτι ὁ ἰαθεὶς ἄνθρωπος παρεκάλει τὸν Ἰησοῦν Χριστόν, ἵνα μένῃ μετ’ Αὐτοῦ· ἐπειδὴ ἐφοβεῖτο μήτι, ἀναχωρήσας ἀπ’ αὐτοῦ, πέσῃ πάλιν εἰς τὴν ἐξουσίαν τῶν δαιμόνων· ἐπειδὴ ὅμως ἡ ἀπόκρισις τοῦ Ἰησοῦ Χριστοῦ οὐδὲν περὶ φόβου διαλαμβάνει, πιθανώτερον φαίνεται, ὅτι εἰς ἀντάμειψιν τῆς εὐεργεσίας ἤθελε γενέσθαι ὑπηρέτης τοῦ Ἰησοῦ Χριστοῦ. Ἀλλ’ ὁ Θεάνθρωπος, προτιμήσας τὸ κήρυγμα τῆς ἰδίας ὑπηρεσίας, ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὰ θαύματα καὶ τὴν εὐσπλαγχνίαν. Σημείωσαι δέ, ὅτι ὁ μὲν Κύριος, διδάσκων τὴν ταπείνωσιν, ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, καὶ οὐκ εἶπε, διηγοῦ ὅσα ἐποίησά σοι ἐγώ, ἀλλά, «διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός»· ὁ δὲ θεραπευθείς, δεικνύων τὴν πίστιν αὐτοῦ καὶ τὴν εὐχάριστον διάθεσιν, διηγεῖτο καὶ ἐκήρυττε καθ’ ὅλην τὴν πόλιν ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

 

Σημειώσεις :

  1. Ἰωαν. ιβ΄, 31.
  2. Λουκ. η΄, 26-28.
  3. Λουκ. γ΄, 23.
  4. Λουκ. γ΄, 30.
  5. Λουκ. η΄, 31.
  6. Β΄ Πετρ. β΄, 4.
  7. Ἰουδ. στ΄.
  8. Λουκ. η΄, 32-34.
  9. Ματ. η΄, 30.
  10. Ματ. η΄, 32.
  11. Λουκ. η΄, 35-37.
  12. Λευϊτ. ια΄, 7.
  13. Δευτ. ιδ΄, 13.
  14. Λουκ. γ΄, 22.
  15. Λουκ. γ΄38-39.

 

Δείτε την ερμηνεία στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 57 – Έκδοσις 1840), πατώντας εδώ

 

(Επιμέλεια κειμένου: Στυλιανή)

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes