Κυριακή Ι’ Λουκά: Ερμηνεία του Ευαγγελίου (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(4 άτομα το έχουν διαβάσει)

(Λουκ. ιγ΄10-17)

– Ο σατανάς κατά άδεια ή κατά παραχώρηση του Θεού επιφορτίζει τον άνθρωπο με ασθένειες.

– Γιατί ο ευαγγελιστής λέγει ότι η συγκύπτουσα είχε πνεύμα ασθενείας και όχι ότι ασθενούσε;

– Τι συμβολίζει η ασθένεια όπου η γυναίκα δεν μπορούσε να υψώσει την κεφαλή της στον ουρανό, αλλά έβλεπε πάντα εις την γην;

– Γιατί ο Ιησούς χωρίς σχετικό αίτημα από κανέναν σπεύδει να θεραπεύσει την γυναίκα; Τι μας διδάσκει αυτή η ενέργεια;

– Γιατί λέγει “απολέλυσαι” και ὀχι “θεραπεύσου”;

– Χρειαζόταν ο Ιησούς να βάλει τα χέρια του στο κεφάλι της γυναίκας για να την θεραπεύσει; Ασφαλώς όχι. Γιατί τότε το έκανε;

– Ο αρχισυνάγωγος σκεπάζει τον φθόνο του δια του ζήλου!

Ἀρχιεπισκόπου Ἀστραχᾶν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη

Ἑρμηνεία εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιο τῆς Ι΄ Κυριακῆς

 

Καὶ εἰς ἄλλα μέρη τῆς παλαιᾶς καὶ νέας γραφῆς βλέπομεν, ὅτι ὁ σατανᾶς κατὰ ἄδειαν ἤ κατὰ παραχώρησιν τοῦ Θεοῦ διαφόρους ἐπιφορτίζει τὸν ἄνθρωπον ἀσθενείας. Αἱ πληγαὶ τοῦ δικαίου Ἰώβ, ὅν ὁ διάβολος ἐτραυμάτισεν «ἔλκει πονηρῷ ἀπὸ κεφαλῆς ἕως ποδῶν»1, καὶ ὁ ὑπὸ τοῦ πονηροῦ πνεύματος πνιγμὸς τοῦ Σαούλ2, ὅν διὰ τῆς κίνδρας κατεπράϋνεν ὁ Δαβίδ, καὶ ἡ κώφωσις τοῦ ἀνθρώπου, τοῦ θεραπευθέντος ὑπὸ τοῦ Ἰησοῦ Χριστοῦ3, καὶ ὁ ὄλεθρος τῆς σαρκὸς τοῦ ἀνόμου ἀνθρώπου τοῦ κατὰ τὴν προσταγὴν τοῦ Παύλου παραδοθέντος τῷ σατανᾷ4, καθαρὰ τοῦτο μαρτυροῦσιν. Ἡ ἱστορία ὅμως τοῦ σημερινοῦ εὐαγγελίου τοῦτο αὐτὸ τοσοῦτον σαφέστερον παρέστησεν, ὥστε οὐδεὶς τῶν πιστῶν οὐδὲ κἄν μικροτάτην δύναται ἔχειν περὶ τούτου ἀμφιβολίαν· διότι ὁ Κύριος ἡμῶν οὐ μόνον εἶπεν ἁπλῶς περὶ τῆς συγκυπτούσης γυναικός, ὅτι «ἔδησεν αὐτὴν ὁ σατανᾶς ἔτη δέκα καὶ ὀκτώ»5, ἀλλὰ καὶ διὰ παραδείγματος τοῦτο ἐβεβαίωσεν, ἐλέγξας τὸν ὑποκριτικὸν τοῦ ἀρχισυναγώγου ζῆλον. Ἡ ἱστορία ἐστὶν ἁπλῆ, περιστατωμένη, καὶ τοσοῦτον σαφής, ὥστε οὐδὲ ἑρμηνείας χρείαν ἔχει. Ἐπειδὴ δὲ καθὼς τὸ μύρον ὅσον ψηλαφᾶται καὶ τρίβεται, τοσοῦτον εὐωδιάζει καὶ τέρπει, οὕτω καὶ τοῦ Θεοῦ τὰ λόγια ὅσον μελετῶνται καὶ διερμηνεύονται, τοσοῦτον φωτίζουσιν καὶ ὠφελοῦσι, διὰ τοῦτο εἰς ὠφέλειαν τῶν ἀκουόντων προβάλλομεν τῆς ἱστορίας ταύτης τὴν ἑρμηνείαν.

«Τῷ καιρῷ ἐκείνῳ ἦν διδάσκων ὁ Ἰησοῦς ἐν  μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.

Οἱ Ἰουδαῖοι, τῷ σαββάτῳ πάσης ἑβδομάδος συναθροιζόμενοι εἰς τὰς συναγωγὰς αὐτῶν7, ἀνεγίνωσκον τὴν θείαν γραφήν, ἐπεξήγουν δὲ αὐτὴν καὶ διερμήνευον οἱ σοφοὶ καὶ διδάσκαλοι αὐτῶν8. Εἰς μίαν οὖν τούτων τῶν Ἰουδαϊκῶν συναγωγὼν ἐλθὼν ὁ Ἰησοῦς Χριστὸς ἐν ἡμέρᾳ Σαββάτου, ἐδίδασκε, διερμηνεύων τῆς ἁγίας γραφῆς τὰ λόγια, καὶ ἐξηγῶν τὸ μυστήριον τῆς ἑαυτοῦ ἐνανθρωπίσεως, καθὼς καὶ ὅταν εἰσῆλθεν εἰς τὴν ἐν Ναζαρὲτ συναγωγήν, «ὅπου ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου»9.

«Καὶ ἰδού, γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές»10.

Ἡ ἀσθενοῦσα γυνὴ ἦν Ἑβραία τὸ γένος, ὡς ἐκ τοῦ Ἀβραὰμ καταγομένη11· ὅθεν ὡς πιστὴ ἦλθε τὸ σάββατον εἰς τὴν συναγωγήν, ἵνα ἀκούσῃ τῆς Θείας Γραφῆς τὴν ἀνάγνωσιν καὶ τὴν ἐξήγησιν. Οὐκ εἶπε δὲ περὶ αὐτῆς ὁ εὐαγγελιστής, ὅτι ἠσθένει, ἤ ὅτι ἦν ἀσθενοῦσα, ἀλλ’ ὅτι εἶχε πνεῦμα ἀσθενείας, ἵνα φανερώσῃ, ὅτι πνεῦμα πονηρόν, ἤγουν ὁ σατανᾶς ἐβασάνιζεν αὐτὴν διὰ τῆς τοιαύτης ἀσθενείας δεκαοκτὼ ἔτη. Καὶ ὀπισθότονος μὲν ἀνίατος ὀνομάζεται ἡ ἀσθένεια ἡ ἀναστρέφουσα τὴν κεφαλὴν τοῦ ἀνθρώπου εἰς τὰ ὀπίσω αὐτοῦ μέρη, καὶ ἐπικυρτοῦσα αὐτὸν εἰς τὰ ὀπίσω, καὶ ἰσχυρῶς αὐτὸν ἐντείνουσα· ταύτης δὲ τῆς γυναικὸς τὴν ἀσθένειαν πρεπόντως δύναταί τις ὀνομάσαι ἐμπροσθότονον, διότι αὐτὴ ἦν κεκυρτωμένη ἐπὶ τὰ ἔμπροσθεν, καὶ κάτω νεύουσα τὴν κεφαλήν, καὶ τοσοῦτον ἐντετονυῖα καὶ στερεωμένη εἰς τὴν τοιαύτην θέσιν, ὥστε οὐδόλως ἠδύνατο ὑψῶσαι τὴν κεφαλὴν αὐτῆς καὶ ἰδεῖν τὸν οὐρανόν. Θέαμα ἦν ἀληθῶς ἐλεεινόν! ὡς κρίκος ἐφαίνετο πετραῖος καὶ οὐχὶ ἄνθρωπος· τύπος αὐτὴ παντὸς ἀνθρώπου, συνεργείᾳ τοῦ διαβόλου προσηλωμένου καὶ βλέποντος διὰ παντὸς κάτω εἰς τὰ γήινα καὶ μάταια πράγματα, καὶ μηδέποτε ἀνυψοῦντες τὰ ὄμματα εἰς τὸν οὐρανόν, μηδὲ ἀναλογιζομένου τὸν Θεόν, τὴν κρίσιν καὶ τὴν μέλλουσαν ζωήν.

«Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς, προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου. Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν»12.

Οὐδὲ ἡ ἀσθενοῦσα οὐδὲ ἄλλος τις παρεκάλεσεν ἤ ἐμεσίτευσε περὶ τῆς ἰατρείας αὐτῆς· αὐτὸς δὲ ὁ σωτὴρ μόνον, ὡς εἶδεν αὐτὴν πάσχουσαν, εὐσπλαγχνίσθη ἐπ’ αὐτῇ, καὶ προσφωνήσας καὶ εἰπὼν τὸ Ἀπολέλυσαι, ἰάτρευσεν αὐτὴν ἀπὸ τῆς ἀσθενείας αὐτῆς, παράδειγμα δοὺς εἰς ἡμᾶς, ἵνα καὶ ἡμεῖς, ὅταν βλέπωμεν τοὺς χρείαν ἔχοντας τῆς εὐεργεσίας ἡμῶν, μὴ περιμένωμεν μεσιτείας καὶ δεήσεις, ἀλλ’ αὐτοπροαιρέτως εὐσπλαγχνιζόμενοι, εὐεργετῶμεν αὐτούς. Ἐπειδὴ δὲ ἡ ἀσθένεια τῆς γυναικὸς οὐκ ἦν ἀσθένεια φυσική, καθὼς ἡ λέπρα, ὁ ὕδρωψ, ἡ τυφλότης, ἡ κώφωσις, ἡ παράλυσις καὶ αἱ λοιπαὶ ἀσθένειαι, ὅσας αὐτὸς ἐθεράπευσεν, ἀλλ’ ἦν δεσμὸς τοῦ σατανᾶ, διὰ τοῦτο εἶπε τὸ «Ἀπολέλυσαι τῆς ἀσθενείας σου», ἐλύθης δηλαδὴ ἀπὸ τοῦ δεσμοῦ τοῦ σατανᾶ. Βλέπε δέ, ὅτι λέγων τὸ Ἀπολέλυσαι ἀπὸ τῆς ἀσθενείας σου, ἅμα ἔβαλεν ἐπάνω εἰς αὐτὴν καὶ τὰς παναγίας αὐτοῦ χεῖρας, ἵνα διὰ τούτου δείξῃ τὴν ἐξουσίαν τοῦ παντοδυνάμου αὐτοῦ λόγου, ἅμα δὲ καὶ τὴν θαυματουργικὴν χάριν τῶν θείων αὐτοῦ χειρῶν. Βλέπε δὲ καὶ τὴν γυναῖκα εὐθὺς λελυμένην ἐκ τοῦ σατανικοῦ δεσμοῦ, καὶ ἀνωρθωμένην, καὶ δοξάζουσαν τὸν Θεόν, τὸν εὐεργέτην αὐτῆς καὶ δεσπότην.

«Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν, ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· ἕξ ἡμέραι εἰσίν, ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου»13.

Ὁ φθόνος, καὶ οὐχὶ ὁ ὑπὲρ τοῦ νόμου ζῆλος, ἐξήγειρε τὸν προεστῶτα τῆς συναγωγῆς εἰς θυμὸν καὶ ἀγανάκτησιν· διότι ὁ νόμος τοῦ Θεοῦ ἀργίαν πάντων τῶν ἐργοχείρων ἐδιώρισε κατὰ τὴν ἡμέραν τοῦ σαββάτου, οὐχὶ δὲ καὶ τὴν ἀργίαν τῆς διὰ θαυματουργικοῦ λόγου θεραπείας. Σημείωσαι δὲ πρῶτον, ὅτι ὡς ὑποκριτὴς σκεπάζει τὸν φθόνον αὐτοῦ διὰ τοῦ ζήλου· καὶ ἔστι μὲν φθονερώτατος, δείκνυσι δὲ ἑαυτὸν ζηλοτικώτατον· καὶ τοῖς μὲν χείλεσιν ὑπερασπίζεται τάχα τοῦ Θεοῦ τὸν νόμον, τὸν προστάζοντα ἀργίαν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου, τῇ δὲ καρδίᾳ καὶ τῷ σκοπῷ κατακρίνει τὸ θαῦμα, καὶ καταδικάζει τὸν θαυματουργόν· καὶ ἔξωθεν μὲν φαίνεται ζηλωτὴς καὶ δίκαιος, ἔσωθεν δὲ γέμει φθόνου καὶ ἀδικίας. Δεύτερον δὲ παρατήρησον τὴν δειλίαν αὐτοῦ καὶ τὴν πονηρίαν· οὐ τολμᾷ οὐδὲ κατακρῖναι φανερὰ κατ’ εὐθεῖαν τὸ θαῦμα, οὐδὲ κἄν λαλῆσαι μετὰ τοῦ Ἰησοῦ Χριστοῦ κατὰ πρόσωπον· ἀλλ’ οὺδὲ λέγει καθαρὰ ἐκεῖνο, ὅπερ ἐβούλετο εἰπεῖν· στραφεὶς δὲ πρὸς τὸ ἐκεῖ πλῆθος τοῦ λαοῦ, ὡς ὕπουλος πρὸς αὐτοὺς διευθύνει τὸν λόγον· ἕξ ἡμέραι, λέγει, τῆς ἑβδομάδος εἰσὶν ὑπὸ τοῦ νόμου ὡρισμέναι διὰ τὴν ἐργασίαν παντὸς ἔργου· ὅταν οὖν ἀσθενῆτε, ἐν ταύταις ταῖς ἕξ ἡμέραις ἔρχεσθε εἰς τοὺς ἰατρούς, καὶ θεραπεύετε τὰς ἀσθενείας ὑμῶν, καὶ μὴ ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου, ἥτις ἐστὶν ἡμέρα ἑορτῆς καὶ ἀργίας. Τὶ δὲ πρὸς τὰ παραλογήματα τοῦ ἀρχισυναγώγου ἀπεκρίθη ὁ Ἰησοῦς;

«Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος, καὶ εἶπεν· ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἤ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἥν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου»14;

Θεοπρεπῶς ἐξήλεγξεν ὁ θεάνθρωπος διὰ τῆς ἀποκρίσεως αὐτοῦ τὴν τοῦ ἀρχισυναγώγου ὑπόκρισιν. Ὑποκριτά, εἶπε, κάθεὶς ἡμῶν τῶν Ἰουδαίων τῷ σαββάτῳ λύει ἀπὸ τῆς φάτνης τὸ ἄλογον ζῶον, τὸν βοῦν ἤ τὸν ὄνον, καί, φέρων αὐτὸ ὅπου τὸ ὕδωρ, ποτίζει, καθότι τοῦτο οὐκ ἐμποδίζεται ὑπὸ τοῦ νόμου· σὺ δὲ ταύτης τῆς γυναικός, ἥτις ἐστιν ἄνθρωπος λογικὸς καὶ τοῦ Ἀβραὰμ θυγάτηρ, ὡς ἐκ τοῦ γένους αὐτοῦ καταγομένη, κατακρίνεις ὡς παράνομον τὴν λύσιν ἀπὸ τοῦ πολυχρονίου δεσμοῦ τοῦ σατανᾶ, ὅστις ἔδησεν αὐτὴν διὰ τῆς βαρυτάτης ἀσθενείας δέκα καὶ ὁκτὼ ἔτη, καὶ διὰ τοῦτο παραγγέλεις καὶ διδάσκεις τὸν λαόν, ἵνα μὴ θεραπεύσωσι τὰς ἀσθενείας αὐτῶν τῇ ἡμέρᾳ τοῦ σαββάτου; Σημείωσαι δέ, ὅτι ὡς προνόμιον τῆς γυναικὸς προβάλλει ὁ Ἰησοῦς τοῦ Ἀβραὰμ τὸ γένος, οὐχὶ διὰ τὸ γένος· διότι «ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτόν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν»15, ἀλλὰ διὰ τὴν ὀρθὴν πίστιν τοῦ γένους· εἶπεν οὐν αὐτὴν θυγατέρα τοῦ Ἀβραάμ, σημαίνων, ὅτι ἦν πιστή, καὶ φοβουμένη τὸν Θεόν, καὶ αὐτῷ μόνῳ λατρεύουσα· ὄθεν διὰ τοῦτο πρέπουσα καὶ νόμιμος ἦν ἡ λύσις αὐτῆς ἀπὸ τοῦ σατανικοῦ δεσμοῦ.

«Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ»16.

Ὅτε ταῦτα ἔλεγεν ὁ Ἰησοῦς Χριστός, τότε τοὺς μὲν φθονεροὺς καὶ διὰ τὸν φθόνον ἐναντιουμένους αὐτῷ, περιεκάλυψεν αἰσχύνη καὶ ἐντροπή· μηδὲν δὲ ἔχοντες ἀντειπεῖν κατὰ τῶν θείων αὐτοῦ λόγων, ἐφιμώθησαν, καὶ ἐσιώπησαν. Πᾶν δὲ τὸ πλῆθος τοῦ λαοῦ, καθαρὸν ὑπάρχον φθόνου, οὐδόλως πρόσεχε ταῖς παραλογίαις τοῦ ἀρχισυναγώγου, ἀλλ’ ἔχαιρεν «ἐπὶ τοῖς ἐνδόξοις», ἤγουν δὲ τὰ ἔνδοξα, καὶ ὑπέρλαμπρα θαυμάσια τὰ ὑπὸ τοῦ Ἰησοῦ Χριστοῦ γινόμενα.

 

__________________

Σημειώσεις:

  1. Ἰώβ, β΄, 7.
  2. Α΄ Βασιλ. ιστ΄, 14-23.
  3. Ματ. θ΄, 33.
  4. Α΄ Κορ. ε΄, 5.
  5. Λουκ. ιγ΄, 16.
  6. Λουκ. ιγ΄, 10.
  7. Πραξ. ιε΄, 21.
  8. αὐτ. ιγ΄, 14,15.
  9. Λουκ. δ΄, 17.
  10. αὐτ. ιγ΄, 11.
  11. αὐτόθι 16.
  12. Λουκ. ιγ΄, 12, 13.
  13. Λουκ. ιγ΄, 14.
  14. Λουκ. ιγ΄, 15, 16.
  15. Πραξ. ι΄, 35.
  16. Λουκ. ιγ΄, 17.

 

Δείτε την ερμηνεία στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 108 – Έκδοσις 1840), πατώντας εδώ (4/12/2014)

 

(Επιμέλεια κειμένου: Στυλιανή)

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes