(Λουκά 10, 25-37)
Η παραβολή του καλού Σαμαρείτου
– Ποιοι ονομάζονταν νομικοί στα χρόνια του Ιησού;
– Ο νομικός ρώτησε τον Ιησού από προσωπικό ενδιαφέρον ή ρωτάει άλλον λόγο;
– Γιατί ο Ιησούς ρωτάει τον Νομικό τι είναι γεγραμμένο στο νόμο;
– Ο νομικός αναγκάζεται να προβάλλει τα λόγια του νόμου.
– Αφού ο νομικός δεν επίστευε στον Ιησούν Χριστόν, γιατί ο Κύριος του είπε να αγαπά τον Θεόν και τον πλησίον του για να κληρονομήσει την αιώνιον ζωή;
– Γιατί ο νομικός ρωτάει τον Ιησούν για το ποιος είναι ο πλησίον; Αγνοούσε την απάντηση ο ίδιος; Τι απάντησε ο Ιησούς διδάσκοντας;
– Τι συμβολίζει ο άνθρωπος που λήστευσαν στην παραβολή; Τι συμβολίζουν οι ληστές; Τι συμβολίζουν οι πληγές στο σώμα του θύματος;
– Τι συμβολίζει ο ιερεύς της παραβολής και τι ο Λευίτης; Τι συμβολίζει το γεγονός ότι αυτοί προσπερνούν τον πάσχοντα και δεν τον θεραπεύουν; Τι συμβολίζεται στο πρόσωπο του Σαμαρείτη και τι στις ενέργειές του;
– Τι συμβολίζει το έλαιον και ο οίνος που έβαλε ο Σαμαρείτης στις πληγές του τραυματισμένου;
– Τι συμβολίζει το γεγονός της επιβίβασης του τραυματισμένου στο ζώο του Σαμαρείτη;
– Τι συμβολίζει το πανδοχείο και τι ο πανδοχέας;
– Τι συμβολίζουν τα δύο δηνάρια;
-Τι σημαίνει το γεγονός ότι ο Σαμαρείτης υπόσχεται να επιστρέψει, πληρώνοντας όσα παραπάνω έξοδα γίνουν για την θεραπεία του τραυματισμένου;
***
+ Ἀρχιεπισκόπου Ἀστραχᾶν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ἐρμηνεία εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιο τῆς Η’ Κυριακῆς
Μεγάλη διαφορὰ μεταξὺ τῆς σοφίας τῶν θείων γραφῶν, καὶ τῆς σοφίας τῶν βιβλίων τῶν ἀνθρώπων. Ἐὰν ἀναγνώσῃς τὸν περὶ ψυχῆς, τὸν περὶ ἀρετῆς, τὸν περὶ σωφροσύνης καὶ τοὺς περὶ δικαίου λόγους τοῦ Πλάτωνος, πᾶσαν τὴν ἠθικὴν διδασκαλίαν τοῦ Ἀριστοτέλους, τὰ χρυσᾶ ἔπη τοῦ Πυθαγόρου, τὰ ἠθικὰ συγγράμματα τοῦ Πλουτάρχου καὶ ἄλλα τοιαῦτα τῶν σοφῶν τοῦ κόσμου βιβλία, βλέπεις ναὶ εὕρεσιν νοημάτων πλουσίαν, διάθεσιν εὑρεθέντων εὔτακτον, εὔῤῥοιαν λόγου ἠδονικήν, κάλλος συντάξεως τεχνικόν, ἐπιχειρήματα γενναῖα, ἀποδείξεις ἰσχυράς, καὶ ὅσα ἄλλα ἡ πάνδημος ῥητορικὴ καὶ ἡ κοσμικὴ διδάσκει φιλοσοφία· πλήν, ἐν ὅσῳ μὲν ἀναγινώσκειας αὐτά, καὶ θαυμάζεις, καὶ ἠδύνεσαι, καὶ πείθεσαι, ἔπειτα, κλείσας τὸ βιβλίον, μένεις γυμνὸς πνευματικοῦ καρποῦ, ὡς καὶ τὸ πρότερον· Ὅταν δὲ ἀναγινώσκῃς τὰ λόγια, τὰ περιεχόμενα εἰς τὰ βιβλία τῶν θείων γραφῶν, τότε ἡ θεία ἁπλότης ἡ ἐν αὐτοῖς λάμπουσα, καὶ ἡ ἁπλὴ τῶν πραγμάτων ἀλήθεια, καὶ ἡ ἐν αὐτοῖς ἐπουράνιος σοφία, καὶ ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δύναμις οὐ μόνον καθηδύνει τὴν σωματικὴν αἴσθησιν, ἀλλ’ ἐξεγείρει καὶ τῆς ψυχῆς σου τὸν πόθον, καὶ οὐ μόνον πείθει τὸν νοῦν, ἀλλὰ νικᾷ καὶ τὴν καρδίαν σου· ὅθεν οἱ ἀναγνῶσται καὶ οἱ ἀκροαταὶ τοῦ λόγου τοῦ Θεοῦ καρποφοροῦσιν «ἕν μὲν τριάκοντα, ἕν δὲ ἑκατόν»1 κατὰ ἀναλογίαν τῆς καλῆς αὐτῶν προαιρέσεως. Ὅτι δὲ πᾶς λόγος τῆς Θείας Γραφῆς ποιεῖ τοιαῦτα ἀποτελέσματα, μαρτυρεῖ καὶ ἡ σήμερον ἀναγνωσθεῖσα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπόκρισις πρὸς τὸν πειράζοντα αὐτὸν νομοδιδάσκαλον. Ἐὰν ἀκούσητε τὴν ἑρμηνείαν αὐτῆς μετὰ τῆς πρεπούσης προσοχῆς καὶ εὐλαβείας, βλέπετε, καὶ αἰσθάνεσθε, ὅπερ λέγω.
«Τῷ καιρῷ ἐκείνῳ νομικός τις προσῆλθε τῷ Ἰησοῦ, πειράζων αὐτόν, καὶ λέγων· διδάσκαλε, τὶ ποιήσας ζωὴν αἰώνιον κληρονομήσω»2;
Νομικοὶ ἐλέγοντο ἐκεῖνοι, οἵτινες διηρμήνευον καὶ ἐδίδασκον τὸν Μωσαϊκὸν νόμον, καὶ ἦσαν ἔτοιμοι ἀποκριθῆναι εἰς ὅσα ἐπροβάλλοντο ζητήματα νομικά. Οὖτος οὖν ὁ νομικός, ἀκούσας, ὅτι ὁ Ἰησοῦς ἐδίδασκε παῤῥησίᾳ τὸν λαόν, εἴτε ἐξ ὑπερηφανείας, ἐπειδὴ ἐνόμιζεν, ὅτι οὐδείς, ὡς αὐτός, γινώσκει τὸν νόμον, εἴτε ἐκ φθόνου, ἐπειδὴ ἔβλεπεν, ὅτι ὁ κόσμος ἔτρεχεν ὀπίσω τοῦ Ἰησοῦ Χριστοῦ3, ἦλθε πρὸς Αὐτόν, οὐχὶ ἵνα ἀκούσῃ καὶ ὠφεληθῇ, ἀλλ’ ἵνα πειράξῃ Αὐτόν, καὶ ἀκυρώσῃ τὰ ὑπ’ αὐτοῦ διδασκόμενα· ὅθεν ἐρωτᾷ Αὐτόν, λέγων, Διδάσκαλε, ποῖον ἔργον ἐστὶν ἀναγκαῖον εἰς ἐμέ, ἵνα κληρονομήσω τὴν αἰώνιον ζωήν; Τοῦτο τὸ ἐρώτημα φαίνεται μέν, ὅτι οὐκ ἔστι πνευματικόν, περιέχει ὅμως πειρασμὸν μεγάλον. Ὁ νομικὸς ἐνόμιζεν, ὅτι διὰ τούτου τοῦ ἐρωτήματος ἔστησε παγίδα κατὰ τοῦ Ἰησοῦ Χριστοῦ· ἐπειδή, ἐὰν ὁ Ἰησοῦς ἀπεκρίνετο, ὅτι ὁ νόμος, ὅν ἐγὼ διδάσκω, ἐκεῖνος εἰσάγει τὸν ἄνθρωπον εἰς τὴν ζωήν, ὁ νομικὸς τότε ἐλάμβανεν ἀφορμὴν κατηγορίας κατὰ τοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἐκήρυττεν Αὐτὸν ἀντίθεον, ὡς διδάσκοντα ἄλλον νόμον, καὶ οὐχὶ τὸν τοῦ Θεοῦ. Ἄκουε δὲ μετὰ πόσης σοφίας ἀπεκρίθη πρὸς αὐτὸν ὁ Θεάνθρωπος.
«Ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τὶ γέγραπται; πῶς ἀναγινώσκεις»4;
Ἐπειδὴ ὁ Μωσαϊκὸς νόμος «Οὐδέποτε δύναται, καταστῆσαι τελείους τοὺς εἰς αὐτὸν προσερχομένους»5, καὶ ἑπομένως ἀξίους τῆς αἰωνίου ζωῆς, ἡ εἰς Χριστὸν δὲ πίστις δύναται «Σώζειν εἰς τὸ παντελὲς τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ»6, διὰ τοῦτο οὐκ εἶπεν αὐτῷ, ἐὰν φυλάξῃς τὸν Μωσαϊκὸν νόμον, εἰσέρχεσαι εἰς τὴν ζωήν, ἀλλ’ ἠρώτησεν αὐτόν, τί ἐστι γεγραμμένον ἐν τῷ νόμῳ ἵνα, ἐκ τῆς ἀποκρίσεως αὐτοῦ ἀφορμὴν λαβών, διδάξῃ αὐτὸν καὶ τὰ περὶ τῆς ἐνσάρκου Αὐτοῦ οἰκονομίας· ταὶ ἐγράφη, λέγει, εἰς τὸν Μωσαϊκὸν νόμον; πῶς, ἤγουν ποίῳ πνεύματι καὶ σκοπῷ ἀναγινώσκεις σὐ τὸν νόμον; κατὰ τὸ γράμμα μόνον ὡς Ἰουδαῖος, ἤ καὶ κατὰ τὸ πνεῦμα, ὡς ἀληθινὸς Ἰσραηλίτης;
«Ὁ δὲ ἀποκριθείς, εἶπεν, ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν»7.
Ἄλλα ἤλπιζεν ὁ νομικὸς ἀκοῦσαι, καὶ ἄλλα ἤκουσεν· ὅθεν, ἀναγκασθεὶς προβάλλει τὰ λόγια τοῦ νόμου, τὰ περιεχόμενα ἐν τῷ Λευϊτικῷ8 καὶ ἐν τῷ Δευτερονομίῳ9, καὶ διδάσκοντα τὴν ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ δυνάμεως καὶ διανοίας ἀγάπην πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, καὶ ζωὴν ἐπαγγελόμενα εἰς τοὺς φύλακας ταύτης τῆς ἐντολῆς.
«Εἶπε δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ»10.
Ὁ νομικὸς οὐκ ἐπίστευεν εἰς τὸν Ἰησοῦν Χριστόν· διὰ τί οὖν ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν «τοῦτο ποίει», ἤγουν ἀγάπα τὸν Θεὸν καὶ τὸν πλησίον σου, καὶ ζήσῃ, τουτέστι καὶ οὕτω κληρονομήσεις τὴν αἰώνιον ζωήν; δύναταί τις ἆρά γε σωθῆναι χωρὶς τῆς εἰς Χριστὸν πίστεως; ἄπαγε· «Χωρὶς δὲ πίστεως, τῆς εἰς Χριστὸν δηλαδή, ἀδύνατον εὐαρεστῆσαι»11· οὕτω δὲ ἀπεκρίθη πρὸς τὸν νομικὸν ὁ Θεάνθρωπος, πρῶτον μὲν ἐπειδὴ ὁ Μωσαϊκὸς «νόμος παιδαγωγὸς ἐστι»12 καὶ διδάσκαλος τῆς εἰς Χριστὸν πίστεως· ὅστις δὲ πιστεύει εἰς τὴν διδασκαλίαν τοῦ Μωϋσέως, ἐκεῖνος πιστεύει καὶ εἰς τὸν Ἰησοῦν Χριστόν, κατὰ τὸ «Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἄν ἐμοί»13· δεύτερον ἐπειδὴ «πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ»14· ὅστις ἀληθῶς ἀγαπᾷ τὸν Θεόν, ἐκεῖνος οὐ μένει ἐν τῇ σκοτίᾳ τῆς ἀπιστίας, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ φωτιζόμενος, ἔρχεται εἰς τὸ φῶς τῆς πίστεως· καὶ μάρτυς ὁ Κορνήλιος ὁ ἑκατόνταρχος, καὶ ὁ Αἰθίοψ ὁ Κανδάκης, καὶ ἄλλοι πολυάριθμοι, οἴτινες μὴ ἔχοντες τὴν εἰς Χριστὸν πίστιν, ἐπειδὴ ἠγάπησαν τὸν Θεόν, ἐφωτίσθησαν ὑπ’ αὐτοῦ, καὶ ἐπίστευσαν εἰς ὅν αὐτὸς ἀπέστειλεν Ἰησοῦν Χριστόν. Τὶ δὲ πρὸς τὰ λόγια τοῦ σωτῆρος ἀπεκρίθη ὁ νομικός;
«Ὁ δὲ θέλων δικαιοῦν ἑαυτόν, εἶπε πρὸς τὸν Ἰησοῦν, καὶ τὶς ἐστί μου πλησίον»15.
Ἆρά γε ἠγνόει ὁ νομικὸς τίς ἐστιν ὁ πλησίον αὐτοῦ; ποία δὲ χρεία δικαιολογίας διὰ τὰ προειρημένα; καὶ πῶς διὰ τούτου τοῦ ἐρωτήματος ἐδικαιολόγει ἑαυτόν; Αὐτός, ὡς νομοδιδάσκαλος, ἐγίνωσκε βέβαια τίς ἐστιν ὁ πλησίον· ἐνόμισε δέ, ὅτι χρείαν ἔχει δικαιολογία, ἐπειδὴ εἶδεν, ὅτι ἡ ἀπόκρισις τοῦ Ἰησοῦ Χριστοῦ ἀπέδειξεν αὐτὸν ἀμαθῆ τῶν πρώτων τοῦ νόμου στοιχείων· πρὸς τούτοις δὲ ὑπενόησεν, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἐγνώρισε τῆς πονηρίας αὐτοῦ τὸν σκοπόν. Ἐπειδὴ δὲ οἱ Ἰουδαῖοι πληρίον αὐτῶν ἐλογίζοντο οὐχὶ πάντα ἄνθρωπον, ἀλλὰ μόνους τοὺς ὁμογενεῖς καὶ φίλους αὐτῶν, διὰ τοῦτο καταφεύγει εἰς τοῦτο τὸ δεύτερον ἐρώτημα, ἵνα καὶ τὸν σκοπὸν αὐτοῦ κρύψῃ, καὶ φανῇ ἀθῶος τῆς διὰ τὴν ἀμάθειαν κατηγορίας· ἵσως δὲ ἐξεφώνησε τοῦτο τὸ δεύτερον ἐρώτημα, ἵνα παραστήσῃ ἑαυτὸν τοσοῦτον δίκαιον καὶ ἅγιον, ὥστε οὐδένα εἶχεν ὅμοιον καὶ πλησίον αὐτοῦ εἰς τῆς ἀρετῆς τὰ κατορθώματα. Ἐκ τούτου δὲ τοῦ ἐρωτήματος ὁ Ἰησοῦς ἀφορμὴν λαβών, ἀποκρίνεται οὕτως.
«Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς, εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λησταῖας περιέπεσεν, οἱ καὶ ἐκδύσαντες αὐτόν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλθον, ἀφέντες ἠμιθανῆ τυγχάνοντα»16.
Διὰ τῆς ἀποκρίσεως ταύτης ἐδίδαξεν ὁ Ἰησοῦς τίς ἐστιν ὁ πλησίον· διότι εἰπών, ἄνθρωπός τις γενικῶς, εἶτα παραστήσας τὸν ἄνθρωπον ἐλεηθέντα οὐχ ὑπὸ Ἰουδαίου, ἀλλ’ ὑπὸ Σαμαρείτου, ἐφανέρωσεν, ὅτι πᾶς ἄνθρωπος διὰ τὴν ὁμοιότητα τῆς φύσεώς ἐστι πλησίον τοῦ ἀνθρώπου, καὶ εἰς πάντα ἄνθρωπον χρεωστοῦμεν τὴν ἀγάπην καὶ βοήθειαν· ἐδίδαξεν ὅμως διὰ τῆς αὐτῆς παραβολικῆς ἀποκρίσεως καὶ τὸ τῆς ἐνανθρωπήσεως αὐτοῦ ἔλεος πρὸς τὴν ἀνθρωπίνην φύσιν· διότι ὁ ἄνθρωπος, ὅστις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ἐστὶ πᾶσα ἡ ἀνθρωπίνη φύσις ἡ διὰ τὴν ἁμαρτίαν τοῦ προπάτορος ἐκπεσοῦσα ἀπὸ τῆς Ἱερουσαλήμ, ἤγουν ἀπὸ τῆς μακαρίας εἰρήνης καὶ ἀπαθείας, εἰς τὴν Ἱεριχὼ τὴν λακκώδη καὶ πνιγηρὰν διὰ τὸν ἐν αὐτῇ καύσονα, ἤγουν εἰς τὴν πολυπαθὴ καὶ βεβασανισμένην ταύτην γῆν· οἱ δαίμονες δέ εἰσιν οἱ λῃσταὶ οἱ ἐκδύσαντες αὐτὴν τῶν θείων χαρισμάτων, καὶ κατατραυματίσαντες διὰ τῶν πληγῶν τῆς ἁμαρτίας, καὶ καταστήσαντες αὐτὴν ἠμίθνητον. Εἶπε δὲ αὐτὴν ἡμίθνητον, ἤ καθότι ἡ μὲν ψυχὴ καὶ μετὰ τὴν ἁμαρτίαν ἔμεινεν ἀθάνατος, τὸ δὲ σῶμα ἐγένετο θνητόν, ἤ καθότι μετὰ τὴν ἁμαρτίαν μόλις ἐνθυμεῖτο τοῦ Θεοῦ τοῦ ποιητοῦ αὐτῆς καὶ χορηγοῦ τῆς ζωῆς, ἤ καθότι τῷ μὲν παραπτώματι τοῦ Ἀδὰμ ἀπέθανε, τῇ δὲ εἰς Χριστὸν ἐλπίδι ἔζη17.
«Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὀδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· ὁμοίως δὲ καὶ Λευίτης, γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδών, ἀντιπαρῆλθε»18.
Ὁ μὲν ἱερεὺς σημαίνει τὸν Μωσαϊκὸν νόμον τὸν νομοθετήσαντα τὰ περὶ ἱερωσύνης· ὁ δὲ Λευίτης τοὺς προφήτας, ὡς χρηματίσαντας ὑπουργοὺς τοῦ Θεοῦ, καὶ διδασκάλους ἀποκαλύψεων τῆς ἐν κόσμῳ παρουσίας τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ· τὸ δὲ κατὰ συγκυρίαν τὸ κατὰ σύμβαμα καὶ παρερχόμενον σημαίνει, διότι παρῆλθεν ὁ νόμος, τῆς χάριτος ἐλθούσης. Οὐρανόθεν μὲν κατέβη ὁ νόμος, καὶ ἐδόθη εἰς τὸ Σινᾶ, ἐκ Θεοῦ δὲ καὶ οἱ προφῆται ἐστάλησαν· ὅμως οὐδὲ ὁ νόμος οὐδὲ οἱ προφῆται ἐδύναντο ἐξαλεῖψαι τὴν ἁμαρτίαν, καὶ ἀναστῆσαι τὴν ἀνθρωπίνην φύσιν ἐκ τοῦ ἐλεεινοῦ αὐτῆς πτώματος· «Ἀδύνατον γὰρ αἷμα ταύτων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας»19. Ἦλθον οὖν καὶ ὁ νόμος καὶ οἱ προφῆται εἰς τὴν ὀδόν, καὶ εἰς τὸν τόπον, ἐν ᾧ ἐξωρίσθη ὁ ἄνθρωπος, ἤγουν εἰς τὴν γῆν, καὶ εἶδον τὴν ἀξιοδάκρυτον αὐτοῦ κατάστασιν, πλὴν ἀντιπαρῆλθον, τουτέστιν ὑπεχώρησαν, μὴ δυνηθέντες τὰς πληγὰς αὐτοῦ θεραπεῦσαι.
«Σαμαρείτης δέ τις ὀδεύων, ἦλθε κατ’ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη· καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ»20.
Ὁ Σαμαρείτης σημαίνει τὸν τοῦ Θεοῦ μονογενῆ Υἱὸν καὶ Λόγον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὅν οἱ Ἰουδαῖοι Σαμαρείτην ὠνόμασαν, λέγοντες «Σαμαρείτης εἶ σύ, καὶ δαιμόνιον ἔχεις»21. Αὐτός, ὀδεύων, εἴτουν κατερχόμενος ἐκ τῶν πατρικῶν κόλπων, κἄν ἐξ αὐτῶν οὐκ ἐχωρίσθη, «ἦλθε κατ’ αὐτόν», ἤγουν εἰς τὸν κόσμον· ἰδὼν δὲ τὴν ἀθλίαν τοῦ ἀνθρώπου κατάστασιν, ἐσπλαγχνίσθη· εὐσπλαγχνία δὲ ἐστὶ τὸ ἔργον τοῦτο, διότι «οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς»22, ἀλλὰ «κατὰ τὸ Αὑτοῦ ἔλεον ἔσωσεν ἡμᾶς». Αὐτός, προσελθών, ὅπερ ἐστὶ μετὰ τῶν ἀνθρώπων συναναστραφείς, ἔδεσε τῇ αὐτοῦ χάριτι τῆς ψυχῆς τὰ τραύματα, καθὼς ὁ ἐπιστημονικὸς χειροῦργος τὰς πληγὰς τοῦ σώματος διὰ τῶν ἐπιδέσμων, ἐπιχέας ἐπ’ αὐτῶν ἔλαιον, ἤτοι διδασκαλίαν φιλάνθρωπον καὶ ἱλαράν, «Δεῦτε πρὸς με πάντες», λέγων, «οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ὑμᾶς»23, καὶ οἶνον, ἤγουν μάθημα δριμὺ καὶ φοβεριστικόν, καθὼς τὸ «Ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας»24· ἦ ἔλεον καὶ οἶνον νοήσῃς τὴν τοῦ σώματος καὶ αἵματος αὐτοῦ μετάδοσιν. Αὐτὸς ἀνεβίβασεν ἐπὶ τὸ ἴδιον κτῆνος τὸν τετραυματισμένον, τουτέστιν ἀνέλαβε τὴν ἐκπεσοῦσαν ἀνθρωπίνην φύσιν, ποιήσας ἡμᾶς τοὺς εἰς Αὐτὸν πιστεύοντας μέλη Αὐτοῦ· διὸ καὶ ὁ μακάριος Παῦλος ἔγραφεν, «Ὑμεῖς ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους»25· παρέδωκε δὲ ἡμᾶς «εἰς πανδοχεῖον», ἤτοι εἰς τὴν Ἐκκλησίαν Αὑτοῦ, ἥτις πανδοχεῖον λέγεται, ὡς δεχομένη πάντα τὰ ἔθνη, καὶ τὰ γένη, καὶ τὰς φυλάς, καὶ τὰς γλώσσας, καὶ πάντα ἄνθρωπον τὸν μετὰ πίστεως εἰς αὐτὴν προσερχόμενον· ἐπεμελήθη δὲ τῶν ἐν τῇ ἐκκλησίᾳ Αὑτοῦ, δοὺς αὐτοῖς τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, καὶ τῶν θαυμάτων τὴν Χάριν, καὶ τῶν Ἁγίων Μυστηρίων τὴν μετάληψιν.
«Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλών δύο δηνάρια, ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ, ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἄν προσδαπανήσῃς, ἐγώ, ἐν τῷ ἐπανέρχεσθαί με, ἀποδώσω σοι»26.
Πανδοχεύς ἐστι πᾶς ἀπόστολος, πᾶς διδάσκαλος τῆς ἐκκλησίας, πᾶς ποιμὴν ἀληθινός· πανδοχεὺς δὲ λέγεται, ὡς δεχόμενος εἰς τὸ πανδοχεῖον τοῦ Θεοῦ, ἤγουν τὴν Ἐκκλησίαν, πάντας τοὺς προσερχομένους μετὰ πίστεως· δύο δὲ δηνάριά εἰσιν αἱ δύο διαθῆκαι, ἡ παλαιὰ γραφὴ καὶ τὸ ἱερὸν εὑαγγέλιον. Καὶ ὅσον μὲν ὁ Κϋριος Ἰησοῦς ἔζη εἰς τὸν κόσμον τοῦτον, αὐτὸς ἐπεμελεῖτο τῆς Ἐκκλησίας Αὐτοῦ, καθὼς Αὐτὸς ἐβεβαίωσεν εἰπών, «Ὅτε ἤμην μετ’ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί Σου»27· Ἐπὶ δὲ τὴν αὔριον ἐξελθών, ἤγουν ὅτι ἐξῆλθεν ἐκ τοῦ κόσμου τούτου, τότε διὰ τοῦ ἀποστολικοῦ κηρύγματος ἐκβαλὼν εἰς πᾶσαν τὴν οἰκουμένην ταῦτα τὰ δύο δηνάρια, παρέδωκεν αὐτὰ εἰς πάντας τοὺς τῆς Ἐκκλησίας Αὐτοῦ ποιμένας, παραγγείλας αὐτοῖς, ἵνα δι’ αὐτῶν ἐπιμελῶνται παντὶ τρόπῳ τὰ περὶ τῆς σωτηρίας τῶν πιστῶν· «Ἐπιμελήθητι αὐτοῦ». Ὑπέσχετο δὲ διὰ τοὺς κόπους καὶ ἀγῶνας καὶ ἰδρῶτας αὐτῶν, ὅσους ἄν καταβάλωσιν ὑπὲρ τῆς τοιαύτης ἐπιμελείας, τὴν ἀνταπόδοσιν τότε, ὅταν ἔλθῃ πάλιν κρῖναι ζῶντας καὶ νεκρούς· «Καὶ ὅ,τι ἄν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι».
«Τὶς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς ληστάς»28;
Μετὰ ταύτην τὴν διήγσιν αὐτὸν τὸν νομικόν, τὸν ἐρωτήσαντα «Τίς ἐστί μου πλησίον», κατέστησε κριτὴν περὶ τοῦ τίς ἐστιν ὁ πλησίον αὐτοῦ· «Τίς οὖν», εἶπε, «τούτων τῶν τριῶν» φαίνεταί σοι πλησίον τοῦ ἐμπεσόντος εἰς τοὺς ληστάς; ὁ ἱερεύς ἤ ὁ Λευίτης, οἴτινες, ἰδόντες αὐτὸν γυμνὸν καὶ τετραυματισμένον καὶ ἠμίθνητον, ὑπεχώρησαν, ἤ ὁ Σαμαρείτης ὅστις ἔδειξεν εἰς αὐτὸν τοσαύτην ἀγάπην καὶ περιποίησιν καὶ ἔλεος;
«Ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου, καὶ σὺ ποίει ὁμοίως»29.
Ὁ μὲν νομικὸς ἠναγκάσθη ὑπὸ τῆς δυνάμεως τῶν λόγων τοῦ Ἰησοῦ Χριστοῦ ὁμολογῆσαι τὴν Ἀλήθειαν· Ἐκεῖνός ἐστι πλησίον, εἶπεν, ὅστις ἐποίησε τὸ ἔλεος εἰς τὸν περιπεσόντα εἰς τοὺς ληστάς, ἤγουν ὁ Σαμαρείτης. Ὁ δὲ Ἰησοῦς, ἀκούσας, ὅτι ὁ νομικὸς ἔκρινεν ὀρθῶς, εἶπε πρὸς αὐτόν· Πορεύου, ποίει καὶ σὺ ἔλεος πρὸς τὸν πλησίον σου, καθὼς καὶ ὁ Σαμαρείτης· «Πορεύου, καὶ σὺ ποίει ὁμοίως».
Σημειώσεις :
- Μαρκ. δ΄, 20.
- Λουκ. ιθ΄, 25.
- Ἰωαν. ιγ΄, 49.
- Λουκ. ι΄, 20.
- Ἑβρ. ι΄, 1.
- αὐτ. ζ΄, 25.
- Λουκ. ι΄, 27.
- Λευιτ. ιη΄, 18.
- Δευτ. στ΄, 5 & ιθ΄, 6.
- Λουκ. ι΄, 23.
- Ἑβρ. ια΄, 6.
- Γαλ. β΄, 24.
- Ἰωαν. ε΄, 46.
- Α’ Ἰωαν. ε΄, 1.
- Λουκ. ι΄, 29.
- Λουκ. ι΄, 30.
- Ῥωμ. ε΄, 18.
- Λουκ. ι΄, 31, 33.
- Ἑβρ. ιη΄, 4.
- Λουκ. ι΄, 33, 34.
- Ἰωαν. ε΄, 48.
- Τιτ. γ΄, 5.
- Ματ. ια΄, 28.
- Λουκ. ιε΄, 27.
- Α΄ Κορ. ιβ΄, 27.
- Λουκ. ι΄, 35.
- Ἰωαν. ιζ΄, 12.
- Λουκ. ι΄, 30.
- Λουκ. ι΄, 37.
Δείτε την ερμηνεία στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 85-90, Έκδοσις 1840), πατώντας εδώ (9/11/2012)
(Επιμέλεια κειμένου: Στυλιανή)



Posted in
Tags: 



