Κυριακή μετά την Ύψωσιν του Τιμίου Σταυρού: Ομιλία περί φιλαυτίας (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(14 άτομα το έχουν διαβάσει)

– Ἀπὸ ποῦ ὁ θεάνθρωπος ἔλαβε ἀφορμὴ γιὰ νὰ διδάξει τὸ “ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἐαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοί”; Ποιὸς μπορεῖ νὰ κατορθώσει κάτι τέτοιο;

– Πῶς ὁ ἀπόστολος Πέτρος (κατ’ οὐσίαν) προέτρεψε τὸν Ἰησοῦν Χριστὸν νὰ πέσει στὸ ἁμάρτημα τῆς φιλαυτίας;

– Τὶ ὀνόμασε ὡς ἄρνηση τοῦ ἐαυτοῦ μας ὁ Κύριος;

– Ἀπὸ ποὺ γεννᾶται καὶ τί εἶναι ἡ φιλαυτία;

– Μὰ ὁ Θεὸς δὲν ἐφύτευσε τὴν ἀγάπη στὸν ἄνθρωπο ὡς ἀναγκαία πρὸς διατήρησή του; Πότε λοιπὸν ἡ ἀγάπη στὸν ἑαυτό μας εἶναι ὠφέλιμη καὶ σωτήρια καὶ πότε βλαβερὴ καὶ ὀλέθρια;

– Μπορεῖ κάποιος φίλαυτος νὰ γίνει ἀληθινὸς μαθητὴς τοῦ Ἰησοῦ Χριστοῦ;

– Ἡ φιλαυτία γίνεται αἴτιον πάσης ἁμαρτίας καὶ ἐμπόδιο πάσης ἀρετῆς.

– Γιατί οἱ ἄνθρωποι προκρίνουν τὴν ἡδονὴ τῆς σαρκὸς ἔναντι τῶν ἐντολῶν καὶ προσταγμάτων τοῦ Θεοῦ;

– Γιατί οἱ ἄνθρωποι δὲν μποροῦν νὰ ἀναγνωρίσουν μεγάλα σφάλματά τους, ὅταν τὴν ἴδια στιγμὴ διακρίνουν μὲ εὐκολία μικρὰ σφάλματα τῶν ἄλλων;

– Γιατί ὅλοι νομίζουμε ὅτι εἴμαστε ἀνώτεροι τῶν ἄλλων;

– Μπορεῖ ὁ ἄνθρωπος νὰ σωθεῖ, ἐὰν δὲν ἐκβάλει ἀπὸ τὴν καρδιά του τὴν φιλαυτία;

– Πὼς ἄραγε εἶναι δυνατὸν νὰ ἐλευθερωθεῖ ὁ ἄνθρωπος ἀπὸ ἕνα τέτοιο πάθος ἐσωτερικὸ καὶ ἰσχυρό;

– Κανένας νόμος δὲν προστάζει νὰ μὴν ἀγαπᾶμε τὸν ἑαυτό μας, ὑπὸ δυὸ ὅμως ὄρους. Ποιοὶ εἶναι αὐτοί;

 

***

 

Ἀρχιεπισκόπου Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη

Ὁμιλία μετὰ τὸ κατὰ Μᾶρκον Εὐαγγέλιον τῆς Κυριακῆς μετὰ τὴν Ὕψωσιν

 

Καὶ ἐν τῇ τρίτῃ κυριακὴ τῶν νηστειῶν ἀνεγνώσθη τὸ αὐτὸ εὐαγγέλιον, ὅπερ καὶ τὴν σήμερον ἠκούσαμεν· ἐπειδὴ δὲ τότε ὅλον διηρμηνεύθη, διὰ τοῦτο σήμερον ἀφιεροῦμεν καὶ τὸν νοῦν καὶ τὸν λόγον εἰς ταῦτα μόνα τοῦ Κυρίου Ἰησοῦ τὰ λόγια «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι»1. Καὶ πρῶτον μὲν ἑρευνῶ τὸ πόθεν ὁ θεάνθρωπος ἀφορμὴν ἔλαβεν, ἵνα ταῦτα διδάξῃ· βλέπω δέ, ὅτι, ὅταν αὐτὸς μὲν ἐδίδαξε παῤῥησίᾳ, ὅτι παραδίδωσιν ἑαυτὸν εἰς τὰ πάθη καὶ εἰς τὸν θάνατον διὰ τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, ὁ δὲ Πέτρος ἐπετίμα αὐτῷ, ἵνα μὴ τοῦτο πράξῃ, τότε πρῶτον μὲν ἤλεγξε τὸν Πέτρον, ὀνομάσας αὐτὸν σατανᾶν· «Ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅτι οῦ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων»2· Ἔπειτα, προσκαλεσάμενος τὸν ὄχλον καὶ τοὺς μαθητὰς αὐτοῦ, ἐξεφώνησεν εὐθὺς ταύτην τὴν διδασκαλίαν· «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι»· δεύτερον, στοχαζόμενος ποῖον ἦν τὸ σφάλμα τοῦ Πέτρου, διακρίνω, ὅτι αὐτὸς προέτρεπε τὸν Ἰησοῦν Χριστόν, ἵνα διαφυλάξῃ τὴν ἰδίαν ζωήν, καὶ παραβλέψῃ τῶν ἀνθρώπων τὴν σωτηρίαν, τουτέστιν ἵνα ἀγάπήσῃ ἑαυτὸν μόνον καὶ οὐχὶ τοὺς ἄλλους, ὅπερ ἐστίν, ὅτι προέτρεπε τὸν Ἰησοῦν Χριστὸν, ἵνα πέσῃ εἰς τῆς φιλαυτίας τὸ ἁμάρτημα, καθὼς ὁ σατανᾶς ἐπείραζεν αὐτόν, ἵνα πέσῃ εἰς τῆς ὑπερηφανείας καὶ φιλοχρηματίας τὸ πτῶμα· τρίτον ἀκούω τοὺς ἑρμηνευτὰς τούτων τῶν λόγων τοῦ Κυρίου, λέγοντας, ὅτι ἄρνησιν ἑαυτοῦ ὡνόμασεν ὁ Κύριος τὴν ἄρνησιν τῶν σαρκικῶν ἐπιθυμιῶν καὶ τὴν περιφρόνησιν τῆς ἰδίας ζωῆς, καὶ ὅτι τὰ λόγια ταῦτα οὐδὲν ἄλλο σημαίνουσιν εἰμὴ τὸ ὅτι χρεωστεῖ καθεὶς τῶν μαθητῶν τοῦ Χριστοῦ ἕτοιμος γενέσθαι καὶ ὑπομεῖναι ὑπὲρ τῆς εἰς αὐτὸν πίστεως θλίψεις, καὶ κινδύνους καὶ ἀγῶνας, καὶ παθήματα, τέλος πάντων καὶ τὸν θάνατον, ὅταν ἡ χρεία τοῦτο ζητῇ. Παρατηρῶ δέ, ὅτι τὴν ἑρμηνείαν ταύτην ἐπιβεβαιοῖ οὐ μόνον ὁ ὀρθὸς λόγος, ἀλλὰ καὶ τὰ ἐξῆς τοῦ Ἰησοῦ Χριστοῦ λόγια «Ὅς γὰρ ἄν θέλῃ τὴν ψυχὴν αὐτοῦ (ἤγουν τὴν ἰδίαν ζωήν) σῶσαι, ἀπολέσει αὐτήν  ὅς δ’ ἄν ἀπωλέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν». Πιστεύω δὲ καὶ πείθομαι, ὅτι οὐδὲν ἄλλο ἐμποδίζει ἡμᾶς ἀπὸ τῆς τοιαύτης ἑτοιμασίας, καὶ τῆς καταφρονήσεως καὶ ἀρνήσεως τῆς ἰδίας ζωῆς εἰμὴ ἡ φιλαυτία, ἤτις ἀφορμὴν ἔδωκεν εἰς τὸν Ἰησοῦν Χριστὸν ἵνα ἐκφωνήσῃ ταύτην τὴν οὐράνιον διδασκαλίαν πείθομαι, λέγω, ὅτι, ὅστις νικήσῃ τῆς φιλαυτίας τὸ πᾶθος, ἐκεῖνος αἴρει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω τοῦ Ἰησοῦ Χριστοῦ. Περὶ τούτου δὲ πληροφορίαν λαμβάνομεν, ὅταν καταλάβωμεν πόθεν γεννᾶται, καὶ τί ἐστιν ἡ φιλαυτία.

Ὁ Θεός, ὅστις ἐφύτευσε τὴν ἀγάπην εἰς τὴν φύσιν τῶν ἀνθρώπων, ὡς ἀναγκαίαν πρὸς διατήρησιν καὶ ἑνὸς ἑκάστου καὶ παντὸς τοῦ ἀνθρωπίνου γένους, ἔθηκεν ἐν αὐτῇ δύο ὅρους· ἐν ὅσῳ ἡ ἀγάπη ἵσταται ἔνδον τούτων τῶν ὅρων, γίνεται καὶ εἰς τὸν καθένα καὶ εἰς πάντας ὠφελιμωτάτη καὶ σωτήριος· ὅταν δὲ ὑπερπηδήσῃ τὰ ὅρια αὐτῆς, τότε γίνεται βλαβερὰ καὶ ὀλέθριος. Πρῶτος ἀγάπης ὅρος ἐστὶν ἵνα ἀγαπᾷς τὸν θεὸν περισσότερον οὐ μόνον πάντων τῶν ἐπιγείων καὶ ἐπουρανίων πραγμάτων, ἀλλὰ καὶ τοῦ ἑαυτοῦ σου, ἤγουν τῆς ἰδίας σου ζωῆς· δεύτερος δὲ ὅρος ἀγάπης ἐστὶν ἵνα τόσον ἀγαπᾷς τὸν πλησίον σου, ὅσον καὶ τὸν ἑαυτόν σου. Οἱ ἄνθρωποι πολλὰ εὔκολα καὶ σχεδὸν ἀνεπαισθήτως καταφρονοῦσιν ἤ τὸν ἕνα ἤ τὸν ἄλλον τούτων τῶν ὅρων, ἤ καὶ τοὺς δύο ὁμοῦ· ἐκ ταύτης δὲ τῆς καταφρονήσεως γεννᾶται ἡ φιλαυτία, ἥτις οὐδὲν ἄλλο ἐστὶν εἰμὴ ἀγάπη τοῦ ἑαυτοῦ ὑπερβολική, περισσοτέρα δηλαδὺη οὐ μόνον τῆς ἀγάπης, τὴν ὁποίαν χρεωστοῦμεν εἰς τὸν πλησίον, ἀλλὰ καὶ αὐτῆς τῆς ἀγάπης τῆς χρεωστουμένης εἰς τὸν θεόν. Ὅστις οὐ μόνον τὸν πλησίον, ἀλλ’ οὐδὲ τὸν θεὸν ἀγαπᾷ τόσον, ὅσον ἀγαπᾷ ἑαυτόν, ἐκεῖνός ἐστιν ὁ φίλαυτος.

Ἐκ τούτου βλέπομεν φανερά, ὅτι οὐδεὶς φίλαυτος γίνεται ἀληθινὸς μαθητὴς τοῦ Ἰησοῦ Χριστοῦ. Ἡ διδασκαλία τοῦ Χριστοῦ καὶ ἡ φιλαυτία εἰσὶ δύο πράγματα ἀντιμαχόμενα· ὁ μαθητὴς τοῦ Χριστοῦ οὐδὲν προτιμᾷ τῆς ἀγάπης τοῦ θεοῦ, ὁ φίλαυτος οὐδὲν προτιμᾷ τῆς ἀγάπης τοῦ ἰδίου προσώπου αὐτοῦ· ὁ μαθητὴς τοῦ Χριστοῦ ἀγαπᾷ διὰ παντὸς τὸν πλησίον αὐτοῦ, καὶ σπουδάζει παντὶ τρόπῳ ἵνα ὠφελήσῃ αὐτόν· ὁ φίλαυτος τότε μόνον ἀγαπᾷ τὸν πλησίον αὐτοῦ, ὅταν βλέπῃ, ὅτι κερδάνει τι ἐξ αὐτοῦ· ὁ μαθητὴς τοῦ Χριστοῦ ὑπωπιάζει τὸ σῶμα αὐτοῦ καὶ δουλαγωγεῖ, ἵνα, νεκρώσας τὰς σαρκικὰς ἐπιθυμίας, ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ μιμηθῇ τὸν διδάσκαλον αὐτοῦ τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα· ὁ φίλαυτος θεοποιεῖ τὴν γαστέρα, ἐκπληροῖ τὰς ἐπιθυμίας αὐτοῦ, ἵνα εὐαρεστήσῃ ἑαυτῷ, καὶ ἀκολουθήσῃ «τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν»5.

Ὅταν οἱ διῶκται τοῦ Χριστοῦ, ἤ οἱ αἰρεσιάρχαι προβάλλωσι στάδιον καὶ παλαίστραν, τότε διακρίνεις ἀκριβῶς τίνες εἰσὶν οἱ μαθηταὶ τοῦ Χριστοῦ, καὶ τίνες οἱ φίλαυτοι. Οἱ μὲν μαθηταὶ τοῦ Χριστοῦ καταβαίνωσιν ἐκεῖ προθύμως, ὁμολογοῦσι παῤῥησίᾳ τὸν Χριστὸν υἱὸν θεοῦ, κηρύττουσι θαρσαλέως τὴν ἀλήθειαν τῶν δογμάτων τῆς πίστεως, παλαίουσι ταῖς ποικίλαις βασάνοις ἀνδρειότατα, ἐκχέουσι τὸ αἷμα αὐτῶν, δέχονται μετὰ χαρᾶς τὸν θάνατον διὰ τὴν ἀγάπην τοῦ Ἰησοῦ Χριστοῦ· οἱ δὲ φίλαυτοι, ὅπου ἄν ἴδωσιν ἤ ἀκούσωσιν ἀγῶνα θανάτου, ἤ βασάνου, ἤ μικρὰς θλίψεως, φεύγουσιν ἐκεῖθεν καὶ κατακρύπτονται· ἐὰν δὲ ἤ μὴ θέλοντες εὑρεθῶσιν ἤ ἀπερισκέπτως ἐμπέσωσιν εἰς τῶν ἀγώνων τὸ στάδιον, οὐκ ἐπιμένουσιν εἰς τὴν καλὴν ὁμολογίαν, ἀλλ’ ὑπὸ τῆς φιλαυτίας αὐτῶν νικώμενοι, ἀρνοῦνται τὸν Χριστὸν καὶ τὴν εἰς αὐτὸν πίστιν· ἔπαθε τοῦτο ὁ Πέτρος εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.

Ἡ φιλαυτία οὐ μόνον ἀπέχει ἀπὸ τῆς τελειότητος τῶν μαθητῶν τοῦ Χριστοῦ, ἀλλὰ καὶ αἴτιον γίνεται πάσης ἁμαρτίας καὶ ἐμπόδιον πάσης ἀρετῆς. Ἀναβιβάσατε τὸν νοῦν ὑμῶν εἰς τὴν μακαρίαν γῆν τῆς ἐδέμ, ὅπου ἦν ὁ παράδεισος· ἐκεῖ βλέπετε, ὅτι, ὅσον καιρὸν ἡ ἀγάπη τῶν πρωτοπλάστων ἔμενεν εἰς τὸν πρῶτον ὅρον τῆς ἀγάπης, ἤγουν ὅσον καιρὸν αὐτοὶ ἠγάπων τὸν θεὸν πολὺ περισσότερον ἤ ἑαυτούς, ἦσαν ἐργάται πάσης ἀρετῆς· ὅταν δέ, ἀκούσαντες, ὅτι γίνονται θεοί, κατεφρόνησαν τὸν ὅρον τῆς ἀγάπης, καί, προτιμήσαντες ἑαυτοὺς τοῦ θεοῦ, ἠθέλησαν ἀρπᾶσαι τὴν μοναρχικὴν ἐξουσίαν καὶ γενέσθαι θεοί, τότε εὐθύς, παραβάντες τοῦ θεοῦ τὴν ἐντολήν, ἥμαρτον ἁμαρτίαν, ἤτις κατέστησε καὶ αὐτοὺς καὶ ὅλον τὸ ἀνθρώπινον γένος κατάκριτον καὶ ἁμαρτωλόν· ὅταν ἡ φιλαυτία εἰσέβη εἰς τὴν καρδίαν αὐτῶν, τότε ἥμαρτον τὴν ἁμαρτίαν, τὴν ὁποίαν φέρει ἐν ἑαυτῷ πᾶς ἄνθρωπος μὴ εἰς Χριστὸν βαπτισθείς. Ἐπειδὴ δὲ ἡ ἁμαρτία αὐτῶν κατέστησεν ἐπιῤῥεπῆ εἰς τὰ πονηρὰ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν, ἔκτοτε δὲ «Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ»6, διὰ τοῦτο οὐδόλως σφάλλει ὅστις νομίζει, ὅτι ἡ φιλαυτία ἐστὶ τὸ πρῶτον αἴτιον πάσης ἁμαρτίας.

Ἐπιστρέψατε νῦν τὰ ὅμματα εἰς τὴν γῆν, εἰς τὴν ὁποίαν οἱ πρωτόπλαστοι, σὺν αὐτοῖς δὲ καὶ ἡμεῖς ἐξωρίσθημεν. Βλέπετε; πρῶτος ὁ Κάϊν ἐφθόνησε, καὶ φθονήσας ἐφόνευσε τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Πόθεν δὲ ὁ φθόνος; ἐκ τῆς περιφρονήσεως τοῦ δευτέρου ὅρου τῆς ἀγάπης· αὐτὸς οὐκ ἠγάπησε τὸν ἀδελφὸν αὐτοῦ ὡς ἑαυτόν· ἐὰν ἠγάπα ἐκεῖνον ὡς ἑαυτόν, οὐκ ἐφθόνει τὴν εὐτυχίαν αὐτοῦ· διότι ἡ ἀγάπη καὶ ὁ φθόνος εἰσὶ πράγματα ἐνάντια, καὶ οὐδέποτε συνέρχονται ὁμοῦ, καθὼς οὐδὲ τὸ φῶς καὶ τὸ σκότος· ὅπου ἡ ἀγάπη, ἐκεῖθεν φυγαδεύεται ὁ φθόνος· παρέβη ὁ Κάϊν τὸν ὅρον τῆς ἀγάπης· ὅθεν ἐυθὺς εἰσῆλθεν εἰς τὴν καρδίαν αὐτοῦ ἡ φιλαυτία, καὶ αὐτὴ μὲν ἐγέννησε τὸν φθόνον, ὁ δὲ φθόνος ἐγέννησε τὸν φόνον.

Ὅτε τὸ πρῶτον ἐπληθύνθησαν οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς, τότε ἐπλήθυνεν ἡ ἁμαρτία, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν· «Ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’αὐτῶν»7. Πόθεν δὲ τόσος πληθυσμὸς κακίας; πόθεν τόση ἀνομία καὶ ἁμαρτία, ὥστε, πλὴν τοῦ Νῶε καὶ τῶν ἐν τῇ οἰκίᾳ αὐτοῦ, οὐδεὶς τότε εὑρέθη δίκαιος; – Ἀκούσατε· Δύο γένη ἀνθρώπων τότε ἦσαν εἰς τὸν κόσμον τὸ μὲν ἐκ τοῦ Κάἱν καταγόμενον, καὶ αὐτοὶ ἦσαν οἱ φιλόσαρκοι, τὸ δὲ ἐκ τοῦ Σήθ, καὶ αὐτοὶ ἦσαν φιλόθεοι· ὅθεν ἡ θεία γραφὴ τοὺς μὲν ἐκ τοῦ Κάϊν καταγομένους ὡνόμασεν υἱοὺς ἀνθρώπων, τοὺς δὲ ἐκ τοῦ Σήθ υἱοὺς θεοῦ. Οἱ φιλόθεοι, ἰδόντες τὰς θυγατέρας τῶν φιλοσάρκων, ὅτι εἰσὶν ὡραῖαι, ἠγάπησαν αὐτὰς μᾶλλον ἤ τὸν θεόν, ἔλαβε δὲ ἐξ αὐτῶν κάθεὶς γυναῖκας κατὰ τὴν ἐπιθυμίαν καὶ ἀρέσκειαν αὐτοῦ. «Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο»8· αὐτὴ δὲ ἡ μίξις ἔφθειρε παντελῶς καὶ τὴν πρὸς τὸν θεὸν καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην· διὸ καθεὶς αὐτῶν οὐδὲν ἄλλο ἠγάπα εἰμὴ ἑαυτόν, τουτέστι, κατακυριευθέντες πάντες ὑπὸ τῆς φιλαυτίας, καὶ τέλειοι φίλαυτοι γενόμενοι, ἐπολιτεύοντο ὥσπερ μὴ ἔχοντες ψυχήν, ἀλλὰ μόνον σῶμα· τοῦτο δὲ σημαίνουσι ταῦτα τοῦ θεοῦ τὰ λόγια «Διὰ τὸ εἶναι αὐτοὺς σάρκας»9. Ἡ τοιαύτη δὲ ὑπερβολικὴ φιλαυτία προξένησε τοσαῦτα καὶ τοιαῦτα ἁμαρτήματα, ὥστε ἔκρινεν ὁ θεὸς ἄξιον καταποντισμοῦ, καὶ τῷ ὄντι κατεπόντισε, πλὴν τοῦ Νῶε καὶ τῶν τέκνων αὐτοῦ, ὅλον τὸ ἀνθρώπινον γένος.

Θέλετε καὶ ἄλλα παραδείγματα εἰδικώτερα; – Ἴδετε τὸν Σαούλ· Διὰ τὶ αὐτὸς ζητεῖ, ἵνα θανατώσῃ τὸν εὐεργέτην αὐτοῦ τὸν Δαβίδ; διότι ἀγαπᾷ ἑαυτὸν περισσότερον ἤ τὸν τὸν Δαβίδ, τουτέστι, διότι ἐστὶ φίλαυτος. Διὰ τὶ ὁ Ἀμνὼν ἔφθειρε βιαίως τὸν Θημὰρ καὶ τὴν ἀδελφὴν αὐτοῦ; διότι προέκρινε τὴν ἐκπλήρωσιν τῆς σαρκικῆς αὐτοῦ ἐπιθυμίας μᾶλλον ἤ τὴν τιμὴν τῆς ἀδελφῆς αὐτοῦ· τοῦτο δὲ τί ἄλλο ἐστὶν εἰμὴ φιλαυτία; Διὰ τί ὁ Ἀβεσσαλὼμ ζητεῖ παντὶ τρόπῳ ἵνα ἐκθρονίσῃ τὸν πατέρα αὐτοῦ τὸν Δαβίδ; διότι θέλει αὐτὸς τὸν βασιλικὸν θρόνον· τοῦτο δὲ τὶ ἄλλο ἐστὶν εἰμὴ φιλαυτία;

Βλέπε δὲ πῶς ἡ φιλαυτία οὐ μόνον γεννᾷ τὴν ἁμαρτίαν, ἀλλὰ καὶ ἐμποδίζει τὴν ἀρετήν. Οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, συνέδριον συναγαγόντες, βουλεύονται ἵνα ἐμποδίσωσι τὰ θαύματα τοῦ Κυρίου Ἰησοῦ· «Τί ποιοῦμεν»; λέγουσιν, «ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ»10· Ἀλλὰ διὰ τί σπουδάζουσιν ἀναχαιτίσαι τῆς εὐεργεσίας τὰ νάματα, διὰ τῶν ὁποίων εὐεργετεῖται τόσον πλῆθος ἀνθρώπων; – Διότι φοβοῦνται μήπως πάντες πιστεύσωσιν εἰς τὸν Χριστόν, καὶ ἀκολουθήσωσιν αὐτῷ· ὑποπτεύονται δὲ μήπως, τοῦτο ἀκούσαντες οἱ Ῥωμαῖοι, καὶ νομίσαντες, ὅτι τῶν Ἑβραίων τὸ γένος ἀπεστάτησεν ἀπὸ τῆς ἐξουσίας αὐτῶν, ἐλθόντες ὑστερήσωσιν αὐτοὺς καὶ τοῦ τόπου καὶ τοῦ ἔθνους· «Ἐὰν ἀφῶμεν», λέγουσιν, «αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος»11. Ἀκούεις ποίας ὑποψίας γεννᾷ ἡ φιλαυτία; ἀκούεις πῶς διὰ μίαν παράλογον ὑποψίαν ἐμποδίζει τὴν βεβαίαν καὶ κοινὴν ἀγαθοεργίαν;

Τῶν Ἰουδαίων τὸ συνέδριον, καὶ πᾶσα ἡ τούτων γερουσία, γνωρίζοντες, ὅτι ἀδίκως κατέκριναν εἰς θάνατον τὸν Κύριον ἡμῶν Ἰησοῦν, ἐφοβοῦντο μήπως, κηρυττομένου τοῦ εὐαγγελίου, ἐρευνηθῇ ἡ ἄδικος αὐτῶν κρίσις, καὶ ἑπομένως λάβωσι τὴν πρέπουσαν τιμωρίαν. Προσκαλέσαντες οὖν τοὺς ἀποστόλους, εἶπον πρὸς αὐτούς, Ἡμεῖς μὲν παρηγγείλαμεν εἰς ὑμᾶς, ἵνα μὴ διδάσκητε ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ Χριστοῦ, καὶ ὅμως ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· ὑμεῖς βέβαια θέλετε ἵνα ἐκδικηθῇ τὸ αἷμα τοῦ Ἰησοῦ Χριστοῦ ἐπάνω εἰς τὰς κεφαλὰς ἡμῶν· «Καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου»12. Ἡ φιλαυτία διὰ ἕνα ὑποθετικὸν φόβον ἐμποδίζει τὴν κοινὴν τοῦ κόσμου σωτηρίαν.

Παῦλος Σέργιος ὁ ἀνθύπατος προσκαλεῖ τὸν Βαρνάβαν καὶ τὸν Παῦλον, ἵνα ἀκούσῃ παρ’ αὐτῶν «Τὸν λόγον τοῦ θεοῦ»13· ὁ Ἐλύμας ὁ μάγος, φίλος ὤν καὶ οἰκεῖος τοῦ ἀνθυπάτου, ἐναντιοῦται εἰς τοὺς ἀποστόλους ἵνα διαστρέψῃ τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Ἀλλὰ διὰ τὶ ὁ μάγος ταῦτα ποιεῖ; διότι, ἐὰν ὁ ἀνθύπατος πιστεύσῃ, ὁ μάγος ὑστερεῖται καὶ τῆς φιλίας τοῦ ἀνθυπάτου καὶ τοῦ κέρδους, τὸ ὁποῖον ἐκέρδαινε, πλανῶν αὐτὸν καὶ ὑποσκελίζων. Τὶς ζητεῖ τὸ κέρδος αὐτοῦ ἐπὶ τῇ ἀπωλείᾳ τῆς ψυχῆς τοῦ φίλου αὐτοῦ; οὐδεὶς ἄλλος εἰμὴ ὁ φίλαυτος, ὅστις οὐδένα ἀγαπᾷ περισσότερον τῆς ἰδίας αὐτοῦ ὠφελείας.

Μείζον πασῶν τῶν ἀρετῶν ἐστιν ἡ διάκρισις· αὐτή ἐστι τὸ ἅλας, περὶ τοῦ ὁποίου εἰς μὲν τὸν Μωσαϊκὸν νόμον εἶπεν ὁ θεός «Καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἀλισθήσεται· οὐ διαπαύσετε ἅλας διαθήκης Κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν· ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε Κυρίῳ τῷ θεῷ ὑμῶν ἅλας»14· εἰς δὲ τὸν εὐαγγελικὸν ἐκήρυξε, λέγων «Ἔχετε ἐν ἑαυτοῖς ἅλας»15.  Ἡ φιλαυτία καὶ αὐτὴν τὴν μεγάλην ἀρετὴν ἀρπάζει ἀπὸ τοῦ νοὸς τῶν ἀνθρώπων· ὁ Ἰσαὰκ ἠγάπησε τὸν Ἠσαῦ μᾶλλον ἤ τὸν Ἰακώβ, κἄν ὁ μὲν Ἠσαῦ ἦν ἀγροῖκος καὶ δύστροπος, ὁ δὲ Ἰακώβ ἄπλαστος καὶ ἀγαθοπροαίρετος16· ἀλλὰ διά τι τοῦτο; διότι ὁ Ἠσαῦ ἦν κυνηγός, καὶ ἔφερε τὰ θηρευόμενα εἰς τὸν Ἰσαάκ, καὶ ἔτρεφεν αὐτόν «Ἠγάπησε δέ», λέγει τὸ ἱερὸν λόγιον, «Ἰσαὰκ τὸν Ἠσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ»17. Βλέπετε πῶς ἡ φιλαυτία ἀφείλετο ἀπὸ τούτου τοῦ ἁγίου ἀνθρώπου τὴν ὀρθὴν καὶ δικαίαν κρίσιν τῆς ἀγάπης;

Ἐάν, ἀναγινώσκων τὰς ἐκκλησιαστικὰς καὶ πολιτικὰς ἱστορίας, συναντῶν ἐν αὐταῖς τὰς ἀνομίας καὶ ἀδικίας τῶν ἀνθρώπων, προσηλώσῃς τὸν νοῦν ἵνα καταλάβῃς ποῖόν ἐστι τὸ πρῶτον αὐτῶν αἴτιον, βλέπεις φανερά, ὅτι οὐδὲν ἄλλο ἐστὶν εἰμή, ἡ φιλαυτία. Ἀλλὰ τὶς ἡ χρεία τοιαύτης ἐρεύνης; ἀρκεῖ πρὸς πληροφορίαν ἵνα ὁ κάθεὶς στρέψῃ τὰ ὅμματα εἰς ἑαυτόν, καὶ ἐρευνήσῃ τῆς καρδίας αὐτοῦ τὸ βάθος. Ἐσυλλογίσθητέ ποτε, ποῖόν ἐστι πρῶτον καὶ ἐσωτερικὸν αἴτιον τῶν ἁμαρτημάτων ἡμῶν; ἐσυλλογίσθητε, διὰ τί προκρίνομεν τὴν ἠδονὴν τῆς σαρκὸς ἡμῶν καὶ αὐτῶν τῶν ἐντολῶν καὶ προσταγμάτων τοῦ θείου νόμου; διὰ τί ὅσον δύσκολα γνωρίζομεν τὰ μεγάλα σφάλματα ἡμῶν, τόσον εὔκολα διακρίνομεν καὶ αὐτὰ τὰ μικρὰ ἐλαττώματα τῶν ἄλλων, ὅθεν οὐδέποτε σχεδὸν λείπει ἐκ τοῦ στόματος ἡμῶν ἡ κατηγορία καὶ ἡ κατάκρισις; διὰ τὶ σχεδὸν πάντες νομίζομεν, ὅτι ἐσμὲν ἀνώτεροι κατὰ τὶ τῶν ἄλλων, καὶ ἑπομένως σχεδὸν πάντες ἔχομεν ἕν εἶδος ὑπερηφανείας; διὰ τὶ σφετεριζόμεθα τὰ ἐκκλησιαστικὰ πράγματα, καὶ ἁρπάζομεν τὰ ἀλλότρια, καὶ ἐπιβουλεύομεν τὴν ξένην κλίνην, καὶ κινοῦμεν τὴν γλῶσσαν εἰς τὴν ψευδομαρτυρίαν καὶ προδοσίαν καὶ συκοφαντίαν, καὶ ἐκτείνομεν τὰς χεῖρας εἰς πληγὰς καὶ φόνους; διὰ τί ταῦτα καὶ τὰ ὅμοια τούτοις πράττομεν; διότι ἀγαπῶμεν ἑαυτοὺς περισσότερον καὶ τοῦ θεοῦ καὶ τοῦ πλησίον, ὅπερ ἐστί, διότι ἐσμὲν φίλαυτοι. Ἐὰν ἠγάπας τὸν πλησίον σου ὡς σεαυτόν, οὐδὲν τούτων ἔπραττες· διότι τίς ἀγαπᾷ καὶ καταφρονεῖ; τίς ἀγαπᾷ, καὶ ἐπιβουλεύει; τὶς ἀγαπᾷ, καὶ βλάπτει τὸν ἀγαπώμενον; Βλέπετε λοιπὸν πῶς ἡ φιλαυτία ἐστὶν ἡ πρώτη αἰτία πάσης ἁμαρτίας· ἐὰν ἀκολουθήσωμεν ταύτην τὴν ἔρευναν, βλέπομεν, ὅτι αὐτὴ γίνεται καὶ τῆς ἀρετῆς ἐμπόδιον.

Διὰ τὶ βλέπεις τὸν πτωχόν, καὶ οὐκ ἐλεεῖς αὐτὸν πλουσιοπαρόχως; διότι φοβεῖσαι μὴ πτωχεύσῃς, ὥσπερ καὶ ἐκεῖνος· διὰ τὶ οὐ νηστεύεις εἰς τὰς ἡμέρας τῶν νηστειῶν; διότι φοβεῖσαι μήπως καὶ ἀσθενήσῃς· διὰ τὶ οὐκ ἀγρυπνεῖς τὴν νύκτα εἰς τὴν προσευχήν; διότι οὐ στέργεις τὴν ἐνόχλησιν· διὰ τί οὐ φυλάττεις σωφροσύνην καὶ καθαρότητα; διότι ζητεῖς τὰς ἠδονὰς τῆς σαρκός σου. Ἐὰν ἀκολουθήσῃς τοιουτοτρόπως ἐρευνῶν σεαυτόν, βλέπεις, ὅτι ὑπάρχεις γυμνὸς πάσης ἀρετῆς, καὶ πίπτεις εἰς πᾶν εἶδος ἁμαρτίας· ἐπειδὴ οὐδὲν ἄλλο μελετᾷς, καὶ εἰς οὐδὲν ἄλλο ἀποβλέπεις εἰμὴ εἰς τὴν ἠδονὴν καὶ εἰς τὴν ἀνάπαυσίν σου, τουτέστιν, ἐπειδὴ κατακυριεύει καὶ κατατυραννεῖ σε ἡ φιλαυτία σου. Ἐκ τούτων εὐλόγως συμπεραίνομεν, ὅτι, ἐὰν μὴ ἐκβάλωμεν ἐκ τῆς καρδίας ἡμῶν τὴν φιλαυτίαν, σωθῆναι οὐ δυνάμεθα.

Πάντες οἱ ἅγιοι μακρὰν ἐξ αὐτῶν ἐδίωξαν τῆς φιλαυτίας τὸ πᾶθος· δύο δὲ ἐξόχως βλέπομεν τοιούτους, ἕνα μὲν μετὰ τὸν νόμον, ἄλλον δὲ μετὰ τὴν εὐαγγελικὴν χάριν, τὸν προφήτην δηλαδὴ Μωϋσῆν καὶ τὸν ἀπόστολον Παῦλον. Ὁ Μωϋςῆς τόσον μακρὰν ἐξώρισεν ἀπὸ τῆς καρδίας αὐτοῦ τὴν φιλαυτίαν, ὥστε, ὅταν ἥμαρτεν ὁ λαὸς ὁ θεοποιήσας τὸν μόσχον, τότε, δεόμενος τοῦ θεοῦ ἵνα συγχωρήσῃ τοῦ λαοῦ τὴν ἁμαρτίαν, ἐξεφώνησε ταῦτα τὰ λόγια «Καὶ νῦν εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου, ἧς ἔγραψας»18· τοῦτο δὲ σημαίνει, ὅτι αὐτὸς τόσον ἠγάπα τὸν παρὰ θεοῦ ἐμπιστευθέντα αὐτῷ λαόν, ὅσον καὶ ἑαυτόν· διὸ καὶ αὐτοθελήτως ἔστεργεν ἵνα, εἴτι πάθῃ ὁ λαός, τοῦτο πάθῃ καὶ αὐτός· ἐὰν μὲν σωθῇ ὁ λαός, ἵνα σωθῇ καὶ αὐτός· Ὁ δὲ Παῦλος, ὑπερβὰς καὶ αὐτὸν τὸν ὅρον τῆς ἀγάπης, ἠγάπησε τὸν λαὸν τοῦ Ἰσραὴλ περισσότερον ἤ ἑαυτόν, διότι, προσευχόμενος πρὸς τὸν θεόν, ἔλεγεν, εὔχομαι καὶ παρακαλῶ ἵνα τὸ γένος τοῦ Ἰσραὴλ πιστεύσῃ καὶ σωθῇ, ἐγὼ δὲ χωρισθῶ ἀπὸ τῆς δόξης τοῦ Ἰησοῦ Χριστοῦ· «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα»19. Ἐκ τούτου ὁ μὲν Μωϋσῆς τόσας ἀρετὰς κατώρθωσε, καὶ εἰς τόσην καθαρότητα καὶ ἁγιωσύνην ἔφθασεν, ὥστε ὁ θεὸς ἐλάλει μετ’ αὐτοῦ «Ἐνώπιον ἐνωπίῳ, ὡς εἴτις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον»20· ὁ δὲ Παῦλος εἰς τοσοῦτον ὕψος ἀρετῆς καὶ τελειότητος ὕψωσε τὴν ψυχὴν αὐτοῦ, ὥστε κατηξιώθη, ἔτι ζῶν, ἵνα ἀναβῇ «Ἕως τρίτου οὐρανοῦ, καὶ ἀκούσῃ ἄῤῥητα ῥήματα, ἅ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι»21.

Ἀλλὰ πῶς ἆρά γε δύναται, λέγεις, ὁ ἄνθρωπος ἐλευθερωθῆναι ἀπὸ τοιούτου πάθους ἐσωτερικοῦ, ἰσχυροῦ καὶ δραστηρίου, καὶ τεθεμελιωμένου ἐπάνω εἰς τὸν φυσικὸν νόμον, ὅν ὁ θεὸς ἐφύτευσεν εἰς τὴν φύσιν παντὸς ζώου πρὸς διατήρησιν αὐτοῦ καὶ ὑπεράσπισιν; πῶς δύναται ὁ ἄνθρωπος νὰ μισήσῃ ἑαυτόν; «Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν»22. Ἀλλὰ τὶς νόμος κελεύει ἵνα μὴ ἀγαπῶμεν ἑαυτούς; αὐτὸς ὁ περὶ ἀγάπης νόμος τοῦ θεοῦ στηρίζεται ἐπάνω εἰς τὸν φυσικὸν νόμον τῆς ἀγάπης· «Ἀγαπήσεις», λέγει ὁ θεός, «τὸν πλησίον σου ὡς σεαυτόν»23· ἐὰν οὖν μὴ ἀγαπᾷς σεαυτόν, πῶς δύνασαι νὰ ἀγαπήσῃς τὸν πλησίον σου ὡς σεαυτόν; ἐὰν τὸν ὅρον τῆς ἀγάπης φυλάττῃς, ὅσον περισσότερον ἀγαπᾷς σεαυτόν, τοσοῦτον περισσότερον ἀγαπᾷς σεαυτόν, τοσοῦτον περισσότερον ἀγαπᾷς καὶ τὸν πλησίον σου· ἀγάπα λοιπὸν σεαυτὸν ὅσον θέλεις, πλὴν μὴ καταφρονεῖς τοὺς ὅρους τῆς ἀγάπης· διότι, ἐὰν τούτους καταφρονῇς, τότε οὐκ ἀγαπᾷς, ἀλλὰ μισεῖς σεαυτόν· ὅταν, παραβαίνων τοὺς ὅρους τῆς ἀγάπης, ἀθετῇς τὴν πίστιν σου, ἤ καταφρονῇς τοῦ θεοῦ τὸν νόμον, ἤ βλάπτῃς τὸν πλησίον σου ἵνα εὐχαριστήσῃς καὶ εὐαρεστήσῃς σεαυτῷ, καὶ λάβῃς κέρδος καὶ δόξαν πρόσκαιρον, τότε οὐκ ἀγαπᾷς, ἀλλὰ μισεῖς σεαυτόν· τότε ἡ μὲν ἀγάπη τοῦ ἑαυτοῦ σου ἐστὶ μῖσος, καθότι διὰ τῆς τοιαύτης ἀγάπης παραδίδεις τὴν ψυχήν σου εἰς τὴν αἰώνιον κόλασιν, τὸ δὲ μῖσός ἐσιν ἀγάπη, καθότι διὰ τοῦ τοιούτου μίσους κληρονομεῖς τὴν αἰώνιον σωτηρίαν.

Ὅταν τὸ μικρὸν παιδίον ζητῇ παρὰ τοῦ πατρὸς αὐτοῦ μάχαιραν ἤ δηλητήριον φάρμακον, αὐτὸς δέ, ὑπὸ τῆς ὑπερβολικῆς ἀγάπης νικώμενος, ἵνα μὴ λυπήσῃ αὐτό, ἐγχειρίζῃ αὐτὰ εἰς τὰς χεῖρας αὐτοῦ, ἐκεῖνο δέ, λαβεῖν αὐτά, ἀποκτείνῃ ἑαυτό, τότε τοῦτο τὸ ἔργον τί ἐστιν, ἀγάπη ἤ μῖσος; ἀγάπη ἤ ἀνοησία; Τοῦτο αὐτὸ συμβαίνει σοι, ὅταν κατακυριεύῃ σου ἡ φιλαυτία· ὅτα ὁ μὲν ἑαυτός σου, ἤγουν ἡ διεστραμμένη ἐπιθυμία τῆς καρδίας σου, ζητεῖ τὴν παράβασιν τῶν ἐντολῶν τοῦ θεοῦ καὶ τὴν βλάβην τοῦ πλησίον, αὐτὸς δέ, ὑπὸ τῆς φιλαυτίας τυφλούμενος, ἵνα εὐαρεστήσῃς σεαυτῷ, παραδίδως αὐτὰ εἰς τὴν ἐξουσίαν τῶν σαρκικῶν σου ἐπιθυμιῶν, αἵτινες διὰ τούτων φονεύουσι τὴν ψυχήν σου, τότε ἡ ἀγάπη τοῦ ἑαυτοῦ σου οὐκ ἔστιν ἀγάπη φυσικὴ καὶ λογική, ἀλλ’ ἔστι μῖσος ἄλογον καὶ ἄνοια ἐπιβλαβεστάτη.

Ἀγάπα λοιπὸν σεαυτὸν ὅσον θέλεις, πλὴν μένε εἰς τοὺς ὅρους τῆς ἀγάπης· ἐὰν δὲ μένῃς εἰς αὐτούς, φεύγεις παντελῶς τὴν φιλαυτίαν, ἀγαπᾷς δὲ σεαυτὸν πράγματι καὶ ἀλήθειᾳ. Δύο δέ εἰσιν οἱ ὅροι τῆς ἀγάπης· «Ἀγαπήσεις Κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου»24· οὗτός ἐστιν ὁ ὅρος ὁ πρῶτος· ὁ δὲ δεύτερος ὁ ὅμοιος αὐτῷ ἐστιν οὗτος «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν»25· ἐκ τούτων δὲ τῶν δύο ὅρων κρέμαται ὅλος ὁ νόμος καὶ οἱ προφῆται· «Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται»26.

 

Σημειώσεις:

  1. Μαρκ. η΄, 34.
  2. αὐτόθι 33.
  3. Χρυσ. εἰς τὴν κατὰ Ματθ. Σειρ. καὶ Βικτ. Ἀντιοχ. εἰς ταὴν κατὰ Μάρκον.
  4. Μαρκ. η΄, 35.
  5. Φιλιπ. γ΄, 18, 19.
  6. Γεν. η΄, 21.
  7. Γεν. στ΄ , 13.
  8. αὐτόθι, 2.
  9. αὐτ. 3.
  10. Ἰωαν. ια΄, 47.
  11. αὐτόθι, 48.
  12. Πραξ. ε΄, 28.
  13. αὐτ. ιγ΄, 7.
  14. Λευϊτ. β΄, 13.
  15. Μαρκ. θ΄, 50.
  16. Γεν. κε΄, 27.
  17. αὐτ. 28.
  18. Ἐξοδ. λβ΄, 32.
  19. Ῥωμ. θ΄, 3.
  20. Ἐξόδ. λγ΄, 11.
  21. Β΄ Κορ. ιβ΄, 4.
  22. Ἐφεσ. ε΄, 29.
  23. Ματ. κβ΄, 39.
  24. Ματ. κβ΄, 37.
  25. αὐτ. 39.
  26. αὐτ. 40.

 

Δείτε την ομιλία στο πρωτότυπο “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 287 – Έκδοσις 1840), πατώντας εδώ (17/9/2014)

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes