– Αρκεί η ορθή πίστις για να σωθούμε;
– Αν χωρίς την αγάπη δεν μπορεί να σωθεί κανείς, γιατί βλέπουμε τόσους λίγους Χριστιανούς να έχουν αγάπη;
– Με ποιο τρόπο όμως μπορεί κανείς να βάλει στην καρδιά του την αγάπη;
– Γίνεται κάποιος να έχει αγάπη στην καρδιά του και να καρποφορεί αμαρτίες και ανομίες;
– Με ποιο τρόπο καλλιεργείται η αγάπη;
– Με ποιο τρόπο ενθυμούμαστε τον Θεόν;
– Αν η ανάγνωση των αγίων βιβλίων και των νόμων του Θεού βοηθεί στο να έχουμε πάντα στην μνήμη μας τον Θεό, τότε προκύπτει το ερώτημα: πώς μπορεί κάποιος που έχει οικογένεια, φροντίδες, ανάγκες, να μελετά τους θείους νόμους;
***
Ἀρχιεπισκόπου Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ὁμιλία μετὰ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον τῆς Κυριακῆς πρὸ τῆς Ὑψώσεως
Κύριε Ἰησοῦ Χριστέ, κἄν οἱ Ἰουδαῖοι σκανδαλίζωνται, κἄν οἱ Ἕλληνες μωρίαν νομίζωσι, κἄν οἱ ἄπιστοι βλασφημῶσι τοῦ σταυροῦ σου τὸ μυστήριον, ἡμεῖς οἱ χριστιανοὶ πιστεύομεν καὶ ὁμολογοῦμεν, ὅτι σὺ εἶ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία»1, ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὤν πρῶτός εἰμι ἐγώ· ἡμεῖς μετὰ πίστεως κηρύττομεν, ὅτι ὁ χαλκοῦς ὄφις ἐσήμαινε σὲ τὸν θεάνθρωπον καὶ σωτῆρα ἡμῶν· καθὼς δὲ ἐκεῖνος ὑψώθη ἐπὶ σημείου, οὕτω σύ, δέσποτα τῶν ἀπάντων, ὑψώθης ἐν τῷ ξύλῳ τοῦ σταυροῦ· καὶ καθὼς ὅσοι ἔβλεπον εἰς ἐκεῖνον ἐθεραπεύοντο ἀπὸ τῶν πληγῶν αὐτῶν, οὕτως οἱ εἰς σὲ πιστεύοντες καθαρίζονται ἀπὸ τῶν ἰδίων ἁμαρτιῶν· ἐπειδὴ δὲ ἦλθες εἰς τὸν κόσμον, ὡς εἶπας, οὐχ ἴνα κρίνῃς, ἀλλ’ ἵνα σώσῃς αὐτόν, καὶ ἵνα μηδεὶς ταὼν εἰς σὲ πιστευόντων ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον, ὑμεῖς, ἐπειδὴ εἰς σὲ πιστεύομεν, μετὰ λόγου συμπεραίνομεν, ὅτι ἐσμὲν τῆς μερίδος τῶν σεσωσμένων καὶ τῶν κληρονόμων τῆς αἰωνίου ζωῆς καὶ βασιλείας σου.
Τὶ στοχάζεσθε, Χριστιανοί, ἆράγε ἀληθὲς καὶ βέβαιόν ἐστι τοῦτο τὸ συμπέρασμα; Ἀληθὲς φαίνεται καὶ βέβαιον, πλὴν πρέπον ἐστὶν ἵνα καὶ τὰ ἐξῆς λόγια τοῦ Ἰησοῦ Χριστοῦ στοχασθῶμεν. Αὐτός, ὅταν ἐλάλησε περὶ τοῦ σταυροῦ αὐτοῦ καὶ περὶ τῆς ἐξ αὐτοῦ σωτηρίας, ἐσύναψε καὶ τὸν περὶ τῆς ἀγάπης λόγον, εἰπὼν «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον»2. Ταῦτα οὐκ εἰς μάτην εἶπεν, ἀλλ’ ἵνα φανερώσῃ, ὅτι ἡ ἀγάπη ἐποίησεν αὐτὸν ἄνθρωπον, καὶ αὐτή ἐστι τὸ αἴτιον τῆς σωτηρίας ἡμῶν· ἐσύναψε δὲ τὸν λόγον τῆς πίστεως μετὰ τοῦ λόγου τῆς ἀγάπης, ἵνα διδάξῃ, ὅτι ἐκείνη ἐστὶν ἡ πίστις ἡ σωτηριώδης, ἥτις συνηνωμένη ἐστὶ μετὰ τῆς ἀγάπης, ἤ, καθὼς λέγει ὁ θεῖος ἀπόστολος, «Ἡ πίστις ἡ δι’ ἀγάπης ἐνεργοιυμένη»3. Ἐὰν οὔν τοιαύτην πίστιν ἔχωμεν, ἀληθές ἐστι καὶ βέβαιον τὸ συμπέρασμα, ἤγουν ἡ πίστις ἡμῶν ἀληθῶς καὶ ἀναμφιβόλως σώζει ἡμᾶς· ἐὰν δὲ ἡ ἀγάπη λείπῃ, τότε ἡ πίστις ἡμῶν ἐστιν ὁμοία τῇ πίστει τῶν δαιμόνων· διότι «Καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίττουσιν, ἀγάπην δὲ οὐκ ἔχουσιν· διὸ οὐδὲν ἐκ τῆς πίστεως αὐτῶν ὠφελοῦνται»4. Ἡμεῖς ἐσμεν πιστοί· λοιπὸν ἐν ἡμῖν λείπει, ἡ ἀγάπη· εἰς μὲν τὸν νοῦν ἔχομεν τὴν ὀρθὴν πίστιν, ἐὰν δὲ βάλωμεν εἰς τὴν καρδίαν ἡμῶν τὴν ἀγάπην, ἡμεῖς ἀναμφιβόλως ἐσμὲν σεσωσμένοι.
Οἱ θεηγόροι προφῆται, οἱ θεοφόροι ἀπόστολοι, οἱ ἅγιοι πατέρες καὶ διδάσκαλοι ἐκήρυξαν, ὅτι ἡ ἀγάπη ἐστὶν ἡ πηγὴ καὶ ἡ ῥίζα πασῶν τῶν ἀρετῶν, ὅτι χωρὶς αὐτῆς πᾶσα ἀρετή ἐστι νερκά, ὅτι εἰς αὐτὴν ἐπιβλέπει ὁ θεός, καὶ αὐτὴ συνάπτει τὸν ἄνθρωπον μετὰ τοῦ θεοῦ· πάντες δὲ ἐνὶ στόματι καὶ μιᾷ φωνῇ εἶπον, ὅτι χωρὶς τῆς ἀγάπης οὐδεὶς σώζεται. Ὅστις δὲ ἀκούσῃ τὸν ἀπόστολον Παῦλον διδάσκοντα περὶ ἀγάπης, καὶ ἀἰσθανθῇ, ὅτι ἐστὶ γυμνὸς ταύτης τῆς ἀρετῆς, ἀποβάλλει τελείως τὴν ἐλπίδα τῆς ψυχικῆς αὐτοῦ σωτηρίας. Αὐτὸς δὲ ὁ ἀρχηγὸς καὶ διδάσκαλος τῆς πίστεως ἡμῶν, Ἰησοῦς ὁ Κύριος, καὶ τὸν ἄσπλαγχνον πλούσιον, καὶ τὸν πλεονέκτην ἄνθρωπον, καὶ τὸν κρύψαντα τὸ τάλαντον παρέστησε καταδεδικασμένος εἰς τὰς βασάνους τῆς κολάσεως, καὶ εἰς τὰς παρθένους, τὰς μὴ ἐχούσας ἕλαιον εἰς τὰς λαμπάδας αὐτῶν, ἔκλεισε τὴν θύραν τοῦ θείου νυμφῶνος, καὶ τοὺς ἀνελεήμονας ἔπεμψεν εἰς τὸ πῦρ τὸ ἐξώτερον. Ἐὰν δὲ ἐξετάσῃς τὰ θαύματα, ὅσα ἐποίησε, καὶ τὸ ἐν τῇ γῇ πολίτευμα αὐτό, καὶ ὅλην τὴν διδασκαλίαν αὐτοῦ, ἀγάπην πανταχοῦ εὑρίσκεις. Ἐκ τούτου οὐδὲν σχεδὸν ἐκκλησιαστικὸν βιβλίον βλέπεις, μὴ περιέχον ἐπαίνους, συμβουλάς, παραγγελίας, φοβερισμοὺς περὶ τῆς ἀγάπης. Ἐκ τούτου οὐδὲν σχεδὸν ἐκκλησιαστικὸν βιβλίον βλέπεις, μὴ περιέχον ἐπαίνους, συμβουλάς, παραγγελίας, φοβερισμοὺς περὶ τῆς ἀγάπης. Ἐκ τούτου δὲ πρεπόντως συμπεραίνομεν, ὅτι οὐδεὶς τῶν χριστιανῶν ἐστιν, ὅστις ἀγνοεῖ πόσον ἀναγκαία ἐστὶ διὰ τὴν σωτηρίαν αὐτὴ ἡ μεγάλη ἀρετή, ἐκ τῆς ὁποίας ὁ θεὸς ἐκρέμασεν ὅλον τὸν νόμον καὶ τοὺς προφήτας5· οὐδείς, λέγω, ἀγνοεῖ, ὅτι χωρὶς τῆς ἀγάπης, δύνανται σωθῆναι. Διὰ τί λοιπὸν βλέπομεν τόσον πολλὰ ὀλίγους χριστιανοὺς ἀγαπῶντας τὸν θεὸν καὶ τὸν πλησίον αὐτῶν; διότι οὐδεὶς φροντίζει περὶ τῆς ἀγάπης· φροντίζει ὁ καθείς, καὶ κοπιάζει, καὶ κατακόπτεται διὰ τὸν πλοῦτον, διὰ τὰ ἀξιώματα, διὰ τὰς τιμάς, διὰ πᾶν ἄλλο γήϊνον πρᾶγμα· διὰ δὲ τὸ οὐράνιον καὶ σωτηριῶδες τῆς ἀγάπης κτῆμα οὐδεμίαν φροντίδα ἀναλαμβάνουσιν οἱ ἄνθρωποι. Ἀλλὰ πῶς δύναμαι, λέγεις, βαλεῖν εἰς τὴν καρδίαν μου τοιοῦτον ἀτίμητον θησαυρόν; ὁ τρόπος ἐστὶν εὔκολος, ἐὰν θελήσῃς.
Ὁ θεὸς ἔπλασε τὸν ἄνθρωπον ἀγαθόν, ὕστερον δὲ εἰσῆλθεν εἰς τὴν καρδίαν αὐτοῦ ἡ κακία· ἡ μὲν ἀρετὴ λοιπόν ἐστι πεφυτευμένη εἰς τὴν ἀνθρωπίνην φύσιν, ἡ δὲ κακία ἐστὶ παρὰ φύσιν. Θέλεις περὶ τούτου ἀπόδειξιν; ἄκουσον. Τὰ κατὰ φύσιν ἀναπαύσουσι, τὰ παρὰ φύσιν ταράττουσιν. Εἰπὲ οὖν τὶ σὲ ἀναπαύει, ἡ ἀρετὴ ἤ ἡ κακία; τὶ σὲ ταράττει ἡ ἀρετὴ ἡ ἀρετὴ ἤ ἡ ἁμαρτία; καθεὶς αἰσθάνεται, ὅτι ἡ μὲν ἀρετὴ ἀναπαύει τὴν συνείδησιν καὶ εὐφραίνει τὴν ψυχήν, ἡ δὲ ἁμαρτία ταράττει τὸ συνειδὸς καὶ λυπεῖ τὴν καρδίαν· φανερὸν λοιπόν ἐστιν, ὅτι ἡ μὲν ἀρετή ἐστι φυσική, ἡ δὲ ἁμαρτία παρὰ φύσιν. Ἐπειδὴ δὲ ἡ ἀγάπη ἐστὶν ἡ πρώτη ἀρετὴ καὶ τῶν ἀρετῶν ἡ ῥίζα, ἔχεις λοιπὸν εἰς τὴν καρδίαν σου τὴν ἀγάπην τὴν ὁποίαν ζητᾶς.
Ἀλλὰ πῶς, λέγεις, ἔχω κατὰ φύσιν τὴν ἀγάπην, ἔπειτα οὐδὲ τὸν θεὸν ἀγαπῶ οὐδὲ τὸν πλησίον μου; κατὰ τὸν αὐτὸν τρόπον, καθ’ ὅν ἔχεις τὰ ὅμματα, καὶ οὐ βλέπεις τὸν οὐρανόν, ἀλλὰ βλέπεις τὴν γῆν. Ὅταν προσηλώσῃς τὰ ὅμματά σου εἰς τὴν γῆν, τότε οὐ βλέπεις τὸν οὐρανόν, ἐπειδὴ οὐκ ἔχεις ἄλλα ὅμματα εἰμὴ ἐκεῖνα, τὰ ὁποῖα προσήλωσας εἰς τὴν γῆν· ὄταν ἀφιερώσῃς ὅλην τὴν ἀγάπην σου εἰς τὸν κόσμον, τότε οὐδὲ τὸν θεὸν ἀγαπᾶς οὐδὲ τὸν πλησίον σου, ἐπειδὴ οὐκ ἔχεις ἄλλην ἀγάπην εἰμὴ ἐκείνην, τὴν ὁποίαν προσήλωσας εἰς τὸν κόσμον. Ἡ ἀγάπη παρομοιάζει τὰ ἥμερα δένδρα· ἔχεις εἰς τὸν κῆπόν σου δένδρον ἥμερον, φέρον καρποὺς ὡραίους καὶ γλυκεῖς· ἀλλ’ ἐὰν οὐδέποτε γεωργῇς αὐτό, ἐκεῖνο γίνεται ἄγριον, καὶ καρποφορεῖ καρποὺς δυσειδεῖς καὶ πικρούς· ἔχεις ταὺην ἀγάπην εἰς τὴν καρδίαν σου· ἀλλ’ ἐὰν οὐδέποτε καλλιεργῇς αὐτήν, ἐκείνη γίνεται ἀγρία, καὶ καρποφορεῖ ἁμαρτίας καὶ ἀνομίας.
Ἀλλὰ πῶς, λέγεις, καλλιεργεῖται ἡ ἀγάπη; Τὸ πῶς ἐδίδαξέ σε ὁ θεός· «Πρόσεχε σεαυτῷ», εἶπε, «μὴ ἐπιλάθῃ Κυρίου τοῦ θεοῦ σου»6· ἀφιέρωσον, λέγει, ὅλην τὴν προσοχήν σου, ἵνα μὴ τύχῃ καὶ φύγῃ ἐκ τῆς μνήμης σου ὁ θεός σου. Ἀλλὰ διὰ τὶ τοῦτο; – διότι, ἐὰν φύγῃ ἐκ τῆς μνήμης σου ὁ θεός, φεύγει καὶ ἡ ἀγάπη ἐκ τῆς καρδίας σου. Ἄκουσον δὲ καὶ τούτου τὴν ἀπόδειξιν· ποῖον πρᾶγμα ἀγαπᾷς, ἐκεῖνο, τὸ ὁποῖον ἔχεις πάντοτε εἰς τὴν μνήμην σου, ἤ ἐκεῖνο, τὸ ὁποῖον οὐδέποτε ἐνθυμεῖσαι; ἐκεῖνο, βέβαια, τὸ ὁποῖον πάντοτε ἐνθυμεῖσαι· ἐκεῖνο, τὸ ὁποῖον οὐδέποτε οὐδὲ ἐνθυμεῖσαι οὐδὲ συλλογίζεσαι. Ἰδοὺ λοιπὸν ὁ τρόπος καὶ τὸ μέσον καὶ τὸ ὄργανον, δι’ οὗ ἡμεῖς θησαυρίζομεν τὸν θησαυρὸν τῆς ἀγάπης, ἡ ἐνθύμησις τοῦ θεοῦ. Αὐτὸς δὲ ὁ θεὸς ἐδίδαξε καὶ τὸν τρόπον, διὰ τοῦ ὁποίου ἐξεγείρεται ἡ μνήμη ἡμῶν εἰς τὴν ἐνθύμησιν αὐτοῦ· «Καὶ οὐκ ἀποστήσεται», λέγει, «ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῇ ἡμέρας καὶ νυκτός»7. Ἀκούεις τὶ ἐγείρει τὴν μνήμην σου πρὸς τὴν ἐνθύμησιν τοῦ θεοῦ; ἡ ἀνάγνωσις τῶν ἁγίων βιβλίων, καὶ ἡ διηνεκὴς μελέτη τῶν νόμων τοῦ θεοῦ· Μὴ λείψῃ, λέγει, ποτὲ ἡ μελέτη τῶν νόμων μου ἀπὸ τοῦ στόματός σου, μελέτα αὐτοὺς καὶ τὴν ἡμέραν καὶ τὴν νύκτα· «Καὶ ἔσται σοι τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου· καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου»8. Ἀκούετε, πατέρες καὶ μητέρες, τὶ προστάσσει ὑμᾶς ὁ θεός; «Καὶ προβιβάσεις», λέγει, «αὐτὰ τοῖς υἱοῖς σου». Χρέος λοιπὸν ἀπαραίτητον ἔχετε, ἵνα διδάσκητε τὰ τέκνα ὑμῶν τὸν φόβον τοῦ θεοῦ καὶ τὴν διατήρησιν τῶν ἁγίων αὐτοῦ νόμων· «Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος»9. Ἀκούετε πάντες, ὅσοι πιστεύετε εἰς τὸν θεόν, τὶ αὐτὸς παραγγέλει ὑμῖν; Ἔχε, λέγει, τὰς ἐντολάς μου εἰς τὴν καρδίαν σου καὶ εἰς τὴν ψυχήν σου, καὶ μελέτα αὐτὰς καὶ εἰς τὸν οἶκόν σου, καὶ εἰς τὸν δρόμον, καὶ ὅταν ἔλθῃς εἰς τὴν κλίνην σου, καὶ ὅταν ἐγείρησαι ἐκ τοῦ ὕπνου σου, ἤγουν εἰς πᾶν ἔργον σου καὶ περίστασιν καὶ ὑπόθεσίν σου, ἔχε πρὸ ὀφθαλμῶν σου τὰ προστάγματά μου· αὐτὰ ἐγείρουσι τὴν μνήμην σου εἰς τὴν ἐνθύμησιν τοῦ θεοῦ. Ἐὰν οὖν ταῦτα ποιῇς, οὐδέποτε ἐπιλανθάνεσαι τοῦ θεοῦ· μὴ ἐπιλανθανόμενος δὲ τοῦ θεοῦ, καλλιεργεῖς τὴν ἀγάπην σου, καὶ τοιουτοτρόπως αὐξάνεις καὶ μεγαλύνεις αὐτήν, ὥστε οὐδὲν ἄλλο ἀγαπᾷς εἰμὴ τὸν θεὸν ἐξ ὅλης τῆς ψυχῆς καὶ καρδίας καὶ διανοίας καὶ ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
Ἀλλὰ πῶς δύναμαι, ἀποκρίνεσαι, γυναῖκα ἔχων, καὶ τέκνα, καὶ οἰκίαν, καὶ δούλους, καὶ μυρίας φροντίδας, καὶ περιστάσεις, καὶ ἀνάγκας, νὰ μελετῶ ἡμέρας καὶ νυκτὸς τοὺς θείους νόμους, καὶ νὰ μνημονεύω διὰ παντὸς τοῦ θεοῦ; – Τοῦτο εἰς τὴν θέλησίν σου ἵσταται, διότι τὶ σὲ ἐμποδίζει ἵνα, πρὶθν ἤ ἀρχίσῃς πᾶν ἔργον σου, συλλογισθῇς, ὅτι ὁ θεός ἐστι παρών, καὶ βλέπει τὶ πράττεις; ποῖον ἐμπόδιον ἔχεις ἵνα εἰς πᾶσαν ὑπόθεσίν σου ἐνθυμηθῇς, ὅτι, ἐὰν παραβῇς τὴν ἐντολὴν τοῦ θεοῦ, κολάζεις τὴν ψυχήν σου; ποῖον ἐμπόδιον ἔχεις ἵνα εἰς πᾶσαν σου ἐργασίαν ἐλπίσῃς εἰς τὸν θεόν, καὶ ἐπικαλεσθῇς τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ; ὅταν τοῦτο πράττῃς, τότε μελετᾷς ἡμέρας καὶ νυκτὸς τοὺς θείους νόμους, καὶ μνημονεύεις διὰ παντὸς τοῦ θεοῦ· τοῦτο δὲ οὐδεμίαν ἔχει δυσκολίαν· δύνασαι δέ, ἐὰν θέλῃς νὰ ἐνθυμῆσαι τὸν θεὸν καὶ εἰς αὐτὰς τὰς μεγάλας φροντίδας, καὶ περιστάσεις, καὶ ἀνάγκας σου, καθὼς ἐδυνήθησαν καὶ ἄλλοι ἄνθρωποι, ἔχοντες πολλῷ περισσοτέρας καὶ μείζονας τῶν σῶν φροντίδας, καὶ περιστάσεις καὶ ἀνάγκας.
Ἀναγκαῖαν περίστασιν εἶχεν ὁ Δαβίδ, ὅτε ἔμελλε νὰ μονομαχήσῃ μετὰ τοῦ γίγαντος Γολιάθ, ἵνα φροντίσῃ περὶ τῆς ἀναγκαίας ἑτοιμασίας κατὰ τοῦ τοιούτου φοβεροῦ ἐχθροῦ· καὶ ἐφρόντισε μέν, καὶ ἡτοίμασε τὴν σφενδόνην, καὶ τοὺς πέντε λίθους, πλὴν εἶχεν εἰς τὴν μνήμην αὐτοῦ τὸν θεόν· ὅθεν εἰς μὲν τὸν Σαοὺλ ἔλεγε «Κύριος, ὅς ἐξείλετό με ἐκ χειρὸς τῆς ἄρκτου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου»10· εἰς δὲ τὸν Γολιάθ, «σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κᾀγὼ πορεύομαι πρός σὲ ἐν ὀνόματι Κυρίου θεοῦ Σαβαώθ». Ἀνάγκην εἶχεν αὐτὸς ἵνα προσηλώσῃ ὅλον τὸν νοῦν καὶ τὴν προσοχὴν αὐτοῦ, ὅπως διαφυλάξῃ ἑαυτὸν ἀπὸ τῆς κραταιᾶς καὶ θανατηφόρου καταδρομῆς τοῦ φθονεροῦ καὶ ἀχαρίστου βασιλέως Σαούλ· καὶ ἀληθῶς ἐφρόντιζε, καὶ ἔφευγεν ἐκ τόπου εἰς τόπον, καὶ ἐκρύπτετο εἰς τὰ σπήλαια, πλὴν καὶ ἐν τοιαύταις περιστάσεσιν οὐδέποτε ἔπαυσεν ἐνθυμούμενος τὸν θεόν· καὶ κατ’ αὐτὰς δὲ τὰς ὥρας, εἰς τὰς ὁποίας τὸ συμβάν, καὶ ἡ εὐκαιρία, καὶ οἱ μετ’ αὐτοῦ ὄντες ἠνάγκαζον αὐτὸν ἵνα θανατώσῃ τὸν Σαούλ, καὶ εἰς αὐτάς, λέγω, τὰς ὥρας, εἰς τὰς ὁποίας καὶ ὁ θυμὸς ἐξάπτεται, καὶ τὸ πάθος σφαδάζει, καὶ ὁ νοῦς σκοτίζεται, αὐτός, ἐνθυμηθεὶς τὸν θεόν, ἔλεγε «Μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενέγκαι χεῖρά μου ἐπ’ αὐτόν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος»11. Καὶ ταῦτα μὲν εἶπεν, ὅτε εἶδε τὸν Σαοὺλ μόνον καὶ ἄοπλον εἰσελθόντα εἰς τὸ σπήλαιον, ὅπου αὐτὸς ἐκρύπτετο· ὅταν δὲ ἐν Χεϊλὰ εὗρε τὸν στρατόν, καὶ τοὺς σωματοφύλακας, καὶ αὐτὸν τὸν Σαοὺλ κοιμώμενον, ἤθελε δὲ ὁ Ἀβεσὰ ἀποκτεῖναι αὐτόν, καὶ τότε, μνησθεὶς τοῦ θεοῦ, ἐστράφη πρὸς τὸν Ἀβεσά, καὶ εἶπε «Μὴ ταπεινώσῃς αὐτόν, ὅτι ταὶς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου, καὶ ἀθωωθήσεται; Ζῇ Κύριος, ἐὰν μὴ Κύριος παύσῃ αὐτόν, ἤ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἤ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ. Μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ Χριστὸν Κυρίου»12.
Πόσας φροντίδας εἶχεν ὁ αὐτός, καθήμενος ἐπὶ τοῦ βασιλικοῦ θρόνου, καὶ πόσας περιστάσεις καὶ ἀνάγκας, ἵνα ἀπαντήσῃ τοὺς περικαλοῦντας αὐτὸν ἐχθρούς, καὶ διαφυλάξῃ τοὺς ὑπηκόους, καὶ κρίνῃ τὸν λαόν, καὶ διοικήσῃ ὅλην τὴν ἑαυτοῦ βασιλείαν; ὅμως καὶ εἰς τοσοῦτον θόρυβον πολυποικίλων καὶ παντοίων περιστάσεων εὑρισκόμενος, οὐδέποτε ἐπελανθάνετο τοῦ θεοῦ κατὰ τὸ θεῖον αὐτοῦ πρόσταγμα· «Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με»13. τὰ προστάγματα τοῦ θεοῦ ἦσαν τὸ μελέτημα αὐτοῦ, αἱ ἐντολαὶ τοῦ θεοῦ ἦσαν οἱ σύμβουλοι αὐτοῦ· «Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστί, αἱ συμβουλίαι μου τὰ δικαιώματά σου»14· τὸν νόμον τοῦ θεοῦ ἠγάπα, καὶ αὐτὸν διὰ παντὸς ἐμελέτα· «Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν»15.
Μετὰ τοῦτο τὸ παράδειγμα βλέπετε φανερά, ὅτι οὐδένα τόπον ἔχουσιν αἱ φροντίδες, καὶ αἱ ἀνάγκαι τῶν ὑποθέσεων ἡμῶν, καὶ ὅσα ἄλλα προβάλλομεν, λέγοντες, ὅτι αὐτὰ γίνονται ἐμπόδια τῆς μελέτης τῶν θείων νόμων, καὶ τῆς διηνεκοῦς ἐνθυμήσεως τοῦ θεοῦ, ἀλλ’ εἰσὶ προφάσεις γυμναί, τὰς ὁποίας ἡ πλάνη τοῦ νοὸς ἡυμῶν ἐφευρίσκει, καὶ ἡ κακὴ συνήθεια στηρίζει καὶ δίδωσιν εἰς αὐτὰς τὴν πιθανότητα. Βλέπε δὲ πῶς ὁ μὲν Δαβίδ, ὁ μὴ τοιαύτας προφάσεις προφασιζόμενος, ἀλλὰ τὸν θεὸν διὰ παντὸς ἐνθυμούμενος, τόσον ηὔξησε τὴν ἀγάπην τῆς καρδίας αὐτοῦ, ὥστε ὁ θεός, ὅστις ἐστὶν ἀγάπη, ἐμαρτύρησε περὶ αὐτοῦ εἰπὼν «Εὖρον Δαβὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου»16. ἡ δὲ ἀγάπη τῆς καρδίας ἡμῶν τῶν προφασιζομένων προφάσεις ἐν ἁμαρτίαις, ἐξηαλλοιουμένη καὶ ἐξαγριουμένη, οὐδὲ τὸν θεὸν ἀγαπᾷ οὐδὲ τὸν πλησίον, ἀλλὰ προσηλοῦται ὅλη εἰς τὸν κόσμον, εἰς τὰ γήινα, εἰς τὴν ματαιότητα, εἰς ἐκεῖνα τὰ πρόσκαιρα πράγματα, ἐκ τῶν ὁποίων μετ’ ὀλίγων χωρίζει ἡμᾶς ὁ θάνατος ἐλεεινῶς.
Ἀλλὰ τινὶ τρόπῳ ὁ κοσμικὸς ἄνθρωπος δύναται μελετᾷν διὰ παντὸς τὸν θεὸν καὶ τοὺς νόμους αὐτοῦ; ἐάν, ὅταν πωλῇς ἤ ἀγοράζῃς, ὑπόσχησαι ἤ συμφωνῇς, διατάσσῃς ἤ κρίνῃς, ὑπουργῇς ἤ συμβουλεύῃς, προστάσσῃς ἤ ἀποφασίζῃς, ἐνθυμῆσαι τὸ «Ζυγὰ δίκαια καὶ σταθμία δίκαια καὶ χοῦς δίκαιος ἔσται ἐν ὑμῖν»17. ἐάν, ὅταν ἐπιθυμῇς τὴν αὔξησιν τῶν ὑπαρχόντων σου καὶ τὴν κτῆσιν τοῦ πλούτου, συλλογίζησαι τὸ «Μὴ ἐλπίζετε ἐπ’ ἀδικίαν, καὶ ἐπὶ ἄρπαγμα μὴ ἐπιποθῆτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν»17· ἐάν, ὅταν ὀρέγησαι τὰ ἀξιώματα καὶ τὴν δόξαν, μνημονεύῃς τὸ «Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν»19· ἐάν, ὅταν ἡ ἐπιθυμία τῆς σαρκὸς βιάζῃ σε εἰς τὴν ἐκπλήρωσιν τῆς ἁμαρτίας, στοχασθῇς τὸ «Οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοιδοροί, οὐχ ἄρπαγες, βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν»20· ἐὰν ὅταν ποιῇς ἐλεημοσύνην, στοχάζησαι τὸ «Μὴ γνώτω ἡ ἀριστερά σου τὶ ποιεῖ ἡ δεξιά σου»21· ὅταν δὲ νηστεύῃς τὸ «Ἀλείψώ σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων»· ἑνὶ λόγῳ, ὅταν οὐδὲν ἔργον, κἄν μικρὸν κἄν εὐτελές, στέργῃς ποτὲ νὰ πράξῃς, ἐὰν μὴ πρῶτον ἑρευνήσῃς ἀρεστόν ἐστιν εἰς τὸν θεὸν ἤ οὔ, καὶ ἐὰν μὴ πρῶτον συλλογισθῇς τὶ περὶ τοῦ ἔργου σου ἐκείνου διορίζει ὁ νόμος τοῦ θεοῦ, τότε μελετᾷς διὰ παντὸς τὸν θεῖον νόμον, καὶ ἐνθυμεῖσαι πάντοτε τὸν θεόν.
Ἔστι δὲ καὶ ἄλλη μελέτη ταύτης τελειοτέρα, ὅταν ὁ ἄνθρωπος ὑψώσῃ τοῦ νοὸς τὰ ὅμματα, καί, προσηλώσας αὐτὰ εἰς τὸν θεόν, μελετᾷ καὶ συλλογίζηται, ὅτι ὁ θεὸς διὰ μὲν τὴν ἰδίαν ἀγαθότητα ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ὀρατὰ καὶ ἀόρατα, διὰ δὲ τὴν φιλανθρωπίαν αὐτοῦ, πλάσας τὸν ἄνθρωπον, κατ’ εἰκόνα αὐτοῦ καὶ καθ’ ὁμοίωσιν, καὶ καταστολίσας αὐτὸν διὰ τῆς λογικῆς δυνάμεως, καὶ τῆς αὐτοπροαιρέτου θελήσεως, πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ· διὰ δὲ τὴν ἀγάπην αὐτοῦ ἐξαπέστειλε τὸν μονογενῆ υἱὸν αὐτοῦ εἰς τὸν κόσμον σωτῆρα καὶ λυτρωτὴν τοῦ γένους τῶν ἀνθρώπων· διὰ δὲ τὴν πρόνοιαν αὐτοῦ περικρατεῖ καὶ διευθύνει πάντα τὰ κτίσματα, καὶ προνοεῖ περὶ πάντων καὶ περὶ ἑνὸς ἑκάστου τῶν ἀνθρώπων, «οὐρανόθεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν»22· διὰ δὲ τὴν εὐσπλαγχνίαν αὐτοῦ δέχεται τοὺς μετανοοῦντας, καὶ συγχωρεῖ πάσας τὰς ἁμαρτίας αὐτῶν· διὰ δὲ τὸ ἄπειρον ἔλεος αὐτοῦ ἔχει ἕτοιμον ἀπὸ καταβολῆς κόσμου βασιλείαν καὶ δόξαν αἰώνιον οὐ μόνον διὰ τοὺς δικαίους, ἀλλὰ καὶ διὰ τοὺς μετανοήσαντας ἁμαρτωλούς.
Μακάριος ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις ἡμέρας καὶ νυκτὸς ἔχει τοιαύτην μελέτην· αὐτὴ φέρει τὴν πνευματικὴν αἴσθησιν· ὅθεν ὁ ταῦτα μελετῶν αἰσθάνεται ὅτι ταῦτά εἰσιν ἐπιθυμητότερα τοῦ χρυσίου καὶ τῶν πολυτίμων λίθων, καὶ γλυκύτερα τοῦ μέλιτος καὶ τοῦ κηρίου· «Τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό· Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον»23. Ἡ τοιαύτη αἴθησις ἀνάπτει εἰς τὴν καρδίαν αὐτοῦ τὸ πῦρ τῆς θείας ἀγαπήσεως· ὄθεν οὐδὲν ἄλλο ἀγαπᾷ καὶ οὐδὲν ἄλλο ἐπιθυμεῖ εἰμὴ τὸ Ὄν τὸ ὑπερτέλειον καὶ εὐεργετικὸν καὶ ἐρασμιώτατον, τουτέστι τὸν θεόν. Ἐκ τούτου, μακρὰν ἀπέχων ἀπὸ τῆς ἀκαθαρσίας τῶν ἁμαρτημάτων, καὶ διὰ τῆς λαμπρότητος τῶν ἀρετῶν καταστολίζων τὴν ψυχὴν αὐτοῦ, περιμένει τὴν οὐ δι’ ἐσόπτρου καὶ αἰνίγματος24, ἀλλὰ τὴν «πρόσωπον πρὸς πρόσωπον» ἀπόλαυσιν τοῦ θεοῦ, κραυγάζων ὡς ὁ προφήτης αὐτοῦ, «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ἡ καρδία μου καὶ ἡ γλῶσσά μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα· πότε ἤξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ»25;
Σημειώσεις:
- Α’ Κορ. α΄, 24.
- Ἰωάν. γ΄, 16.
- Γαλ. ε΄, 6.
- Ἰακ. β΄, 19.
- Ματ. κβ΄, 40.
- Δευτ. στ΄, 12.
- Ἰησ. α΄, 8.
- Δευτ. στ΄, 7.
- αὐτόθι.
- Α’ Βασ. ιζ΄, 37, 45.
- Α΄ Βασ. κδ΄, 6.
- αὐτ. κστ΄, 9, 10, 11.
- Ψλμ. ριη΄, 93.
- αὐτ. 24.
- αὐτ. 97.
- Α’ Ἰωαν. δ΄, 8, Α΄ Βασ. ιγ΄, 14, Πραξ. ιγ΄, 22.
- Λευϊτ. ιθ΄, 36.
- Ψλμ. ξα΄, 10.
- Α’ Πετρ. α΄, 24.
- Α’ Κορ. στ΄, 9, 10.
- Ματ. στ΄, γ΄, 17, 18.
- Πραξ. ιδ΄, 17.
- Ψλμ. ιη΄, 10, 11.
- Α΄ Κορ. ιγ΄, 12, Ψλμ. πγ΄, 1, 2.
- αὐτ. Ψλμ. μα΄, 2, 3.
Δείτε την ομιλία στο πρωτότυπο στο “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 281 – Έκδοσις 1840), πατώντας εδώ (9/9/2015)



Posted in
Tags: 



