– Με ποιο τρόπο μπορούμε να κατανοήσουμε τι είναι η Βασιλεία του Θεού και τι είναι η κόλασις;
– Γιατί ο Απόστολος Παύλος δεν εφανέρωσε αυτά που είδε όταν ανέβη έως τρίτου ουρανού;
– Πολλά εφανέρωσε ο Κύριός μας διά του παναγίου αυτού στόματος αλλά και διά των αποστόλων Του για να καταλάβουμε την ατελεύτητην και οδυνηροτάτην βάσανον της μελλούσης κολάσεως.
– Τι σημαίνουν όλα αυτά τα συμβολικά που λέγονται για την κόλαση στην Αγία Γραφή;
***
Ἀρχιεπισκόπου Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ὁμιλία μετὰ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον τῆς ΙΔ΄ Κυριακῆς
Ἐὰν Ἄγγελος Κυρίου κατέβαινεν ἐξ οὐρανοῦ, ἐκεῖνος ἠδύνατο ἴσως νὰ ἐξηγήσῃ τί ἐστι τὸ σκότος τὸ ἐξώτερον, ἐν ᾧ οἱ ἁμαρτωλοὶ κολάζονται. Ἀλλὰ καὶ οὐράνιος ἄγγελος, ἐὰν περιέγραφε, καὶ διηρμήνευε τῆς αἰωνίου κολάσεως τὰς βασάνους, πάλιν ἡμεῖς οὐκ ἠδυνάμεθα νὰ κατανοήσωμεν καὶ συναισθανθῶμεν τῶν τιμωριῶν τῆς κολάσεως τὸ βάρος. Καθὼς δὲ ἐκεῖνος, ὅστις ἐσκεπασμένους ἔχει τοὺς ὀφθαλμούς αὐτοῦ διὰ παχυλοῦ ὑφάσματος, συγκεχυμένα βλέπει καὶ σκοτεινὰ τὰ ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ σώματα, καὶ οὐδὲ τὴν διαφορὰν τῶν χρωμάτων διακρίνει, οὐδὲ τοὺς μεγέθους τὰ πέρατα, οὐδὲ τοῦ σχήματος τὴν μόρφωσιν, οὕτω καὶ ἡ ψυχὴ ἡμῶν, ἐν ὅσῳ ἐπικεκαλυμμένη ἐστὶ τῷ παραπετάσματι τοῦ ὑλικοῦ σώματος, οὐ δύναται κατανοῆσαι οὐδὲ τὸ βάρος τῆς θλίψεως, οὐδὲ τὴν παράτασιν τῆς οὐδύνηυς, οὐδὲ τὴν δριμύτητα τῶν βασάνων τῆς κολάσεως. Καθὼς δὲ ὅσον τὸ τοὺς ὀφθαλμοὺς ἡμῶν ἐικαλύπτον ὕφασμα λεπτότερόν ἐστι καὶ ἀραιότερον, τοσοῦτον περισσότερον βλέπομεν καὶ διακρίνομεν τὰ ἀντικείμενα, οὕτω καὶ ὅσον τὸ παχυλὸν ἡμῶν σῶμα διὰ τῆς ἀποχῆς τῶν σαρκικῶν ὀρέξεων λεπτύνεται καὶ διὰ τῆς ἀρετῆς καθαίρεται, τοσοῦτον περισσότερα κατανοοῦμεν, τί ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τί ἐστιν ἡ κόλασις. Ὅθεν οἱ ἐνάρετοι ἄνθρωποι, ὅταν φθάσωσιν εἰς τῆς ἀγιωσύνης τὰ μέτρα, τότε καὶ βλέπουσι, καὶ διακρίνουσι, καὶ συναισθάνονται καὶ τὴν τρυφὴν τῆς μακαριότητας καὶ τὴν ὀδύνην τῆς κολάσεως πολλὰ περισσότερον τῶν σαρκικῶν καὶ βεβηλωμένων ἀνθρώπων· οὐδέποτε ὅμως οὐδὲ αὐτοί, ἐν ὅσῳ εἰς τὸν κόσμον τοῦτον ζῶσι, δύνανται νὰ καταντήσωσιν εἰς τὸ τέλειον τῆς κατανοήσεως· «Βλέπομεν γὰρ ἄρτι», ἔλεγεν ὁ θεῖος ἀπόστολος, «δι’ ἐσόπτρου ἐν αἰνίγματι»1 Αὐτὸς ἀνέβη ἕως τρίτου οὐρανοῦ, καὶ εἶδε, καὶ ἤκουσε τὰ ἐκεῖ· ὅθεν αὐτὸς ἠδύνατο νὰ εἰπῇ καὶ περιγράψῃ καὶ τὴν δόξαν τῶν δικαίων καὶ τὴν τιμωρίαν τῶν ἁμαρτωλῶν, ὅμως αὐτὸς οὐδὲν ἡμῖν ἐφανέρωσε. Διὰ τί δὲ τοῦτο; διότι, ὅσα εἶδε καὶ ἤκουσε, τοσοῦτον ὑπερβαίνουσι τοῦ ἀνθρωπίνου νοὸς τὴν δύναμιν, ὥστε γλῶσσα ἀνθρώπου οὐ δύναται οὐδὲ περιγράψαι αὐτά, οὐδὲ κἄν λαλῆσαι περὶ αὐτῶν. «Καὶ ἤκουσε», λέγει, «ἄῤῥητα ῥήματα, ἅ οὐκ ἐξὸν ἀνθρώπου λαλῆσαι»2
Ἀλλ’ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅστις γνωρίζει πόσον καὶ πῶς ἡμεῖς οἱ ἐν τῷ κόσμῳ τούτῳ δυνάμεθα νὰ καταλάβωμεν τὴν ἀτελεύτητον καὶ ὀδυνηρότατον βάσανον τῆς μελλούσης κολάσεως, καὶ διὰ τοῦ παναγίου αὐτοῦ στόματος καὶ διὰ τῶν θεηγόρων αὐτοῦ ἀποστόλων ἀρκετὰ εἶπε πρὸς κατάληψιν καὶ συναίσθησιν ἐκείνηυς τῆς ἀῤῥήτου τιμωρίας. Ἐφανέρωσεν ἡμῖν τὸν ἀσυμπαθῆ δοῦλον παραδιδόμενον ὑπὸ τὴν ἐξουσίαν τῶν δαιμόνων· «Καὶ παρέδωκεν αὐτόν», λέγει, «τοῖς βασανισταῖς»3. Ποίαις δὲ δριμυτάταις τιμωρίαις βασανίζουσιν οἱ δαίμονες τοὺς ὑπὸ τὴν ἐξουσίαν αὐτῶν παραδοθέντας εὔκολα κατανοοῦμεν, ἐὰν στοχασθῶμεν, ὅτι αὐτοὶ ἦσαν ἀπ’ ἀρχῆς ἐχθροὶ καὶ ἐπίβουλοι τοῦ ἀνθρωπίνου γένους, καὶ ἄχρι τῆς σήμερον περιπατοῦσιν, ὡς λέοντες ὠρυόμενοι, ζητοῦντες τίνα καταπίωσι4. Παρέστησε τὸν ἄσπλαγχνον πλούσιον ἐν βασάνοις πάσχοντα, καὶ ἐν φλογὶ κατακαιόμενον· ζητεῖ αὐτὸς μίαν ῥανίδα ὕδατος, ἵνα δροσίσῃ τὴν ὑπὸ τῆς δίψης φλογιζομένην αὐτοῦ γλῶσσαν, κραυγάζει· «Πάτερ Ἁβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἅκρον αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ»5· ἀλλ’ οὐδὲ ταύτης τῆς ἐλαχίστης παραμυθίας ἀξιοῦται. Τοῦτο μόνον τὸ διήγημα παρίστησι πάθους καὶ ὀδύνης ὑπερβολήν· καὶ ἄλλα ὅμως ἐδίδαξεν ὁ θεάνθρωπος παραστατικὰ τῆς ἐκεῖ ὀδυνηρᾶς καταστάσεως.
Γέεννα πυρός, εἶπε, περιμένει τοὺς περιφρονοῦντας καὶ ὑβρίζοντας τὸν ἀδελφὸν αὐτῶν6, κάμινος πυρὸς τοὺς σκανδαλοποιούς7· σκώληξ ἀτελεύτητος καὶ πῦρ ἄσβεστον, τοὺς μὴ ἀποκόπτοντας τοὺ σκανδάλου τὴν ἀφορμήν8· «Τὸ αἰώνιον πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ»9 τοὺς ἀσπλάγχνους καὶ ἀνελεήμονας «Σκότος ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων»10, τοὺς μὴ θελήσαντας κατορθῶσαι τῆς ἀρετῆς τὰ ἔργα· «Λίμνη καιομένη πυρὶ καὶ θείῳ, ὅ έστι δεύτερος θάνατος»11, τοὺς δειλοὺς καὶ ἀπίστους, τοὺς βδελυρούς, τοὺς φονεῖς, τοὺς πόρνους, τοὺς μάγους, τοὺς εἰδωλολάτρες, καὶ πάντας τοὺς ψεύστας. Βασανισταὶ λοιπὸν καὶ βάσανοι, δίψα φλογερά, σκώληξ άτελεύτητος, σκότος ἐξώτερος, κλαυθμὸς ἀπαρηγόρητος, βρυγμὸς ὀδόντων ἐλεεινότατος· τούτοις δὲ προστίθεται πῦρ πολυειδὲς καὶ πολύτροπον, φλὸξ πυρός, πῦρ γεένης, πῦρ καμιναῖον, λίμνη καιομένη πυρὶ καὶ θείῳ, θάνατος δεύτερος· ταῦτά εἰσι τῆς κολάσεως τὰ βασανιστήρια. ἕν μόνον τούτων ἀρκεῖ νὰ ἐκφοβίσῃ καὶ καταπλήξῃ καὶ αὐτὴν τὴν ἀκατάπληκτον καὶ ἀμάλακτον ψυχήν· ἕν μόνον τούτων φέρει εἰς αἴσθησιν καὶ αὐτοὺς τοὺς ἀναισθήτους· πόσον δὲ φοβερά εἰσι πάντα ὁμοῦ, καὶ πάντα ἀταλεύτητα καὶ αἰώνια; Οὐ κατανοοῦμεν ἆρά γε ἡμεῖς ἐκ τούτων τοῦ σωτῆρος τῶν λόγων, ὅτι ἡ μέλλουσα τῶν ἁμαρτωλῶν κόλασις ὑπερβαίνει πάσας ὁμοῦ τὰς ἐν τῷ κόσμῳ τούτω δριμυτάτας ὀδύνας, ὅσας αἱ περιστάσεις τοῦ βίου ἐπισωρεύουσιν, ὅσας οἱ σκληρότατοι ἐπενόησαν τύραννοι; Κἄν ὁποιανδήποτε ὀξυτάτην ὀδύνην νοήσῃς, κἄν ὁμοῦ πάσας τὰς δριμυτάτας καὶ πολυχρονίους τοῦ κόσμου τούτου τιμωρίας στοχασθῇς, τέλος ἔχουσι τὸ τέλος τῆς ζωῆς· αἱ δὲ τῆς κολάσεως βάσανοι πολλαί, ὀξύαταται, καὶ ἀτελεύτητοι.
Ἀλλ’ ὅταν τὸ φθαρτὸν τοῦτο καὶ θνητὸν σῶμα ἐνδυθῇ τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν, ἤγουν κατασταθῇ ἄφθαρτον καὶ ἀθάνατον12· ὅταν ἡμεῖς ἐν τῇ ἀναστάσει ἐσμὲν ὡς ἄγγελοι θεοῦ13, πῶς τότε ἐνεργεῖ ἐν ἡμῖν τὸ πῦρ; πῶς διψῶμεν τότε καὶ φλογιζόμεθα, καὶ κλαίομεν, καὶ τρίζομεν τοὺς ὀδόντας, καὶ ἐσθιόμεθα ὑπὸ τῶν σκωλήκων; ταῦτα πάσχουσι τὰ σώματα τῶν φθαρτῶν καὶ θνητῶν ἀνθρώπων, οὐχὶ δὲ τῶν ἀφθάρτων καὶ ἀθανάτων καὶ ἐκείνων, οἵτινες κατεστάθησαν ὡς ἄγγελοι θεοῦ· πῶς δὲ τὸ πῦρ ἐκεῖνο φλέγει μὲν καὶ κατακαίει, ἀλλ’οὐδὲ φθείρει οὐδὲ διαλύει; πρὸς τοῦτοις, πῶς πῦρ καὶ σκότος ἐξώτερον; ὅπου πῦρ, ἐκεῖ φῶς· ὅπου δὲ φῶς, ἐκεῖ φεύγει τὸ σκότος. Ἄλλο πῦρ ἐκεῖνο καὶ ἄλλη φλόγα, ἄλλο σκότος ἐκεῖνο καὶ ἄλλη δίψα, ἄλλα δάκρυα ἐκεῖνα, καὶ ἄλλος βρυγμὸς ὀδόντων, καὶ ἄλλοι σκώληκες τῶν ἐν τῷ κόσμῳ τούτῳ ὁρωμένων. Ὁ παντοδύναμος δημιουργός, ὅστις εἰς τὸν καιρὸν τῆς τῶν νεκρῶν ἀναστάσεως, ἐκ τῶν τεσσάρων στοιχείων συνάγει καὶ συγκρατεῖ τὸ σῶμα ἐνὸς ἑκάστου, καὶ τῇ ἰδίᾳ ψυχῇ συνάπτει, καὶ μετασκευάζει ἀπὸ τῆς φθορᾶς καὶ τῆς θνητότητος εἰς τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν, αὐτὸς καθὼς «ἀπὸ καταβολῆς κόσμου»14 ἡτοίμασεν ὑπὲρ τῶν δικαίων ἄλλην τούτου βασιλείαν, διαφέρουσαν τῶν τοῦ κόσμου βασιλειῶν, οὕτως καὶ «ἀπὸ καταβολῆς κόσμου» ἡτοίμασεν ἄλλο πῦρ, καὶ ἄλλα βασανιστήρια κατὰ τῶν ἀμετανοήτων ἁμαρτωλῶν, διαφέροντα τῶν τοῦ κόσμου τούτου παιδευτηρίων· βασανιστήρια, λέγω, ἔχοντα δύναμιν καὶ ἐνέργειαν κατὰ τῶν ἀφθαρτισθέντων καὶ ἀθανατισθέντων σημάτων· βασανιστήρια, ἐξ ὥν οἱ ἁμαρτωλοὶ δοκιμάζουσι παθήματα, ὅμοια τοῖς ἐν τῷ κόσμῳ πάθεσι τῶν ἀνθρώπων.
Ἐὰν δὲ ὑψώσωμεν τὸν νοῦν ἡμῶν εἰς τὰ ὑψηλότερα, καὶ ἐμβάσωμεν αὐτὸν εἰς τὴν μυστικωτέραν τῶν τοιούτων βασάνων ἔννοιαν, κατανοοῦμεν ὀλίγον τι περισσότερον, ὁποῖα εἰσι ταῦτα τὰ διὰ συμβόλων ἐκφραθένστα βασανιστήρια. Εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, λέγει ὁ εὐαγγελιστὴς Ἰωάννης, «Χρείαν οὐκ ἔχουσι λύχνον καὶ φωτὸς ἠλίου· ὅτι Κύριος ὁ Θεὸς φωτίζει αὐτούς»15. Ὁ Θεὸς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως ἀποστρέφεται παντελῶς τὸν ἁμαρτωλόν, καὶ διώκει αὐτὸν μακρὰν ἀπὸ τοῦ προσώπου αὐτοῦ· «Ἄρατε αὐτόν», λέγει, «καὶ ἐκβάλετε»16. Ποῦ οὖν καταντᾷ ὁ ἁμαρτωλός, ὅταν διωχθῇ ἀπὸ τοῦ ἐκεῖ φωτός, ἤγουν τοῦ Θεοῦ; Φανερόν ἐστιν, ὅτι καταντᾷ εἰς τὸ σκότος τὸ ἐξώτερον, ἤγουν τὸ πολλὰ μακρὰν ἀπέχον ἀπὸ τοῦ θείου φωτός· ὁ χωρισμὸς λοιπὸν τοῦ θεοῦ ἐστι τὸ σκότος τὸ ἐξώτερον. Ἐπειδὴ δὲ τὸ γλυκύτατον ἐκεῖνο φῶς οὐ μόνον φωτίζει, ἀλλὰ καὶ ζωοποιεῖ καὶ εὐφραίνει τοὺς ὑπ’ αὐτοῦ φωτιζομένους, διὰ τοῦτο ὁ ἁμαρτωλὸς τότε, χωρισθεὶς παντελῶς τοῦ θεοῦ, βυθίζεται εἰς τὸν ἀπέραντον βυθὸν τῆς λύπης καὶ τοῦ θυμοῦ· λύπης, ἐπειδὴ ἐστερήθη τῆς αἰωνίου βασιλείας· θυμοῦ καὶ ὀργῆς, ἐπειδὴ βλέπει τοὺς δικαίους εἰς τὴν δόξαν τοῦ θεοῦ· «Παρατηρήσεται», λέγει ὁ προφητάναξ, «ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ17. Ἁμαρτωλὸς ὄψεται, καὶ ὀργισθήσεται· τοὺς ὀδόντας αὐτοῦ βρύξει, καὶ τακήσεται»18. Ταύτην οὖν τὴν ὑπερβάλλουσαν θλίψιν καὶ τὸν θυμὸν σημαίνει ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Θέλει τότε ὁ ἁμαρτωλός, καὶ ἐπιθυμεῖ τὴν μετάνοιαν· ἀλλ’ ἐπειδὴ ἐκεῖ οὐκ ἔστι μετάνοια, ἡ ἐπιθυμία αὐτοῦ μένει ἄπρακτος· «Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται»19. Ἡ στέρησις τῆς τότε ποθητῆς αὐτῷ μετανοίας ἀνάπτει τὴν ἐπιθυμίαν αὐτοῦ· τοῦτο δέ ἐστιν ἡ δίψα ἀπαρηγόρητος. Σκώληξ δὲ ἀτελεύτητος γίνεται αὐτῷ ὁ ἔλεγχος τῆς συνειδήσεως ὁ ἀκοίμητος· τότε οὐχὶ πλέον ὀλιγοπιστεῖ ἤ πιστεύει, ἀλλὰ βλέπει τίνος ἐντολὰς κατεφρόνησε καὶ τίνα παρώργισε· βλέπει ἔμπροσθεν αὐτοῦ ὡς ἐν εἰκόνι ἐζωγραφημένα πάντα τὰ πονηρὰ αὐτοῦ ἔργα, τοὺς σαπροὺς λόγους καὶ τὰς κακὰς ἐνθυμήσεις· βλέπει, ὅτι οὐδεμίαν ἔχει ἀπολογίαν περὶ τῶν ἁμαρτιῶν αὐτοῦ, οὐδεμίαν πρόφασιν, ὅτι ἔμεινεν ἀμετανόητος· βλέπει ποίας βασιλείας ἐστερήθη, καὶ εἰς ποίας βασάνους κατεδικάσθη· βλέπει, ὅτι οὐδὲ μετάνοιά ἐστιν ἐν τῷ ᾄδῃ, οὐδὲ τέλος ἔχει ἡ κόλασις· κατεσθίει οὖν τὴν καρδίαν αὐτοῦ ἀκαταπαύστως, καὶ φλογίζει τὰ σπλάγχνα αὐτοῦ ἀδιακόπως ὁ ὑπερβολικὸς τῆς συνειδήσεως ἔλεγχος· οὗτος δὲ ὁ ἔλεγχος γίνεται εἰς αὐτὸν καὶ σκώληξ ἀκοίμητος, καὶ πῦρ ἄσβεστον, καὶ λίμνη καιομένη, καὶ πᾶν εἶδος βασάνου, βασανίζον αὐτὸν ἀτελευτήτως· ὁ ἔλεγχος οὗτος προξενεῖ ὀδύνας θανάτου, διὸ καὶ ὠνομάσθη δεύτερος θάνατος. Πρὸς τούτοις ἐπειδὴ ὁ θεός ἐστι τὸ φῶς, ἡ εἰρήνη, ἡ παραμυθία, ἡ δρόσος, ἡ χαρά, ἡ ζωὴ τῶν ἀνθρώπων, οἱ δὲ ἁμαρτωλοὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως χωρίζονται παντελῶς ἀπὸ τοῦ θεοῦ, φανερόν ἐστιν, ὅτι τοῦ θεοῦ ὁ χωρισμός ἐστι καὶ σκότος, καὶ ταραχή, καὶ σκώληξ, καὶ πῦρ, καὶ δάκρυα, καὶ θάνατος, καὶ τὰ λοιπὰ τῆς κολάσεως βασανιστήρια.
Ἀδελφοί, εἴτε ὡς ὑλικὰ καὶ παχυλά, εἴτε ὡς ἄϋλα καὶ νοερὰ νοήσωμεν τῆς κολάσεως τὰ παιδευτήρια, μόνον ἀκουόμενα, φόβον μέγαν, καὶ φρίκην, καὶ πάθος προξενοῦσι. Ταῦτα δὲ περιέγραψεν ὁ φιλανθρωπότατος θεὸς εἰς τὸ ἅγιον αὐτοῦ εὐαγγέλιον, ἵνα, ἀκούοντες καὶ μελετῶντες αὐτά, φεύγωμεν τὴν ἁμαρτίαν τὴν πρόξενον τῆς κολάσεως· «Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη»20. Μακάριος ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις συχνάκις ἐνθυμεῖται τὸ περὶ κολάσεως μάθημα· διότι ὅστις μελετᾷ τὴν κόλασιν, ἐκεῖνος φεύγει τῆς κολάσεως τὰς βασάνους.
___________________
Σημειώσεις :
- Α΄ Κορ. ιγ΄, 12.
- Β΄ Κορ. ιβ΄, 4.
- Ματ. ιη΄, 31.
- Α΄ Πετρ. ε΄, 8.
- Λουκ. ιστ΄, 24.
- Ματ. στ΄, 22.
- αὐτ. ιγ΄, 42.
- Μαρκ. θ΄, 46.
- Ματ. κε΄, 41.
- αὐτ. κβ΄, 13.
- Ἀποκ. κα΄, 8.
- Α΄ Κορ. ιε΄, 54.
- Ματ. κβ΄, 30.
- Ματ. κε΄, 34.
- Ἀποκ. κβ΄, 5.
- Ματ. κβ΄, 13.
- Ψλμ. λστ΄, 12.
- αὐτ. ρια΄, 9.
- αὐτοθι.
- Ῥωμ. ιε΄, 4.
Δείτε την πρωτότυπη ομιλία στο “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 283 – Έκδοσις 1840), πατώντας εδώ (3/9/2015)



Posted in
Tags: 



