(Λουκ. ε’ 1-11)
– Ο Ιησούς όταν τελειώνει το πνευματικόν έργον, φροντίζει και για τα αναγκαία στο σώμα. Τι μας διδάσκει αυτό;
– Ποιο ήταν το αποτέλεσμα της υπακοής του Πέτρου και πότε οι κόποι μας έχουν αποτέλεσμα;
– Γιατί φοβήθηκε ο Πέτρος τον Ιησού;
– Ποιοι ήσαν αυτοί που άφησαν τα πάντα και ακολούθησαν τον Ιησού;
– Γιατί ο ένας ευαγγελιστής ομιλεί για την θάλασσα της Γαλιλαίας και για το ίδιο περιστατικό ο άλλος ευαγγελιστής ομιλεί για την λίμνη της Γεννησαρέτ;
– Γιατί ο ένας ευαγγελιστής λέγει ότι έπλεναν τα δίχτυα, ενώ ο άλλος ότι ψάρευαν;
– Γιατί ούτε ο Ματθαίος ούτε ο Μάρκος δεν διηγούνται το θαύμα;
***
Ἐρμηνεία εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς Α’ Κυριακῆς
+ Ἀρχιεπισκόπου Ἀστραχᾶν Νικηφόρου Θεοτόκη
Πολλοί, βλέποντες τὰ ἐν τῇ θαλάσσῃ ὁψάρια φεύγοντα, κἄν μικρότατος συμβῇ κτύπος, πείθονται, ὅτι αὐτὰ ἔχουσιν ὀξυτάτην ἀκοήν· αὐτὰ ὅμως, ἐπειδὴ ἐστερημένα εἰσὶ τῶν ὀργάνων τῆς ἀκουστικῆς δυνάμεως, οὐδεμίαν αἴσθησιν ἀκοῆς ἔχουσιν, ἀλλ’ εἰσὶ παντελῶς κωφά. Πόθεν οὖν κινοῦνται καὶ φεύγουσιν, ὅταν ἀκουσθῇ κτύπος; Ὁ ὀποιοσδήποτε κτύπος οὐδὲν ἄλλο ἐστὶν εἰμὴ κίνησις τοῦ ἀέρος ὑπὸ τοῦ κτυποῦντος σώματος γινομένη· ὁ δὲ ἀήρ, κινούμενος καὶ κυματιζόμενος, συγκινεῖ καὶ συγκυματίζει τὸ ἐφαπτόμενον αὐτοῦ ὕδωρ. Τὰ ὀψάρια ἐστερημένα μὲν εἰσι τῆς ἀκοῆς, ἔχουσιν ὅμως αἰσθητικωτάτην τῆς ἀφῆς τὴν αἴσθησιν· ὅθεν τὴν κίνησιν τοῦ ὕδατος τὴν ὑπὸ τοῦ κτύπου γινομένην, αἰσθανόμενα μεταβαίνουσιν εὐθὺς εἰς ἄλλον τόπον. Κωφὰ ἦσαν τὰ ὀψάρια τῆς λίμνης Γεννησαρέτ, καθὼς καὶ πάντα τὰ ἄλλα ὀψάρια· πλὴν ὅταν, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν λίμνην ἐκείνην, εἶπε τοῖς μαθηταῖς αὐτοῦ «Χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν»1, τότε ἤκουσαν, κἄν κωφὰ ἦσαν, τῆς δεσποτικῆς αὐτοῦ φωνῆς, καὶ ἀκούσαντα ὑπήκουσαν τὸ ἐξουσιαστικὸν αὐτοῦ πρόσταγμα. Ὅθεν οὐκ ἔφυγον, ἀλλ’ ἦλθον· οὐ διεσκορπίσθησαν, ἀλλὰ συνήχθησαν, καὶ ἐκλείσθησαν εἰς τὸ δίκτυον· τοσοῦτον πλῆθος συνήχθη, ὥστε τὸ μὲν δίκτυον ἐσχίζετο, οἱ δὲ ἀλιεῖς ἐγέμισαν δύο πλοῖα. Ἡμεῖς ἔχομεν τῆς ἀκοῆς τὰ ὄργανα, ἔχομεν ὠτία, ἀκούομεν καθ’ ἑκάστην ἡμέραν τὴν δεσποτικὴν τοῦ εὐαγγελίου φωνήν· πλὴν μηδόλως ὑπακούοντες τοῖς θείοις αὐτοῦ προστάγμασι, γινόμεθα τῶν ἀλόγων καὶ κωφῶν ὀψαρίων ἀλογώτεροι καὶ κωφότεροι. Ἐφαπλοῦσι τὴν σήμερον οἱ ἱεροκήρυκες διὰ τῆς ἑρμηνείας τὸν εὐαγγελικὸν λόγον, καθὼς τότε οἱ ἀπόστολοι τὰ δίκτυα διὰ τῆς ἀλιευτικῆς τέχνης· πλὴν οἱ ἄνθρωποι, ἀκούοντες τοῦ Θεοῦ τὸ πρόσταγμα, οὐχ ὑπακούουσιν, οὐδὲ συνάγονται ὑποκάτω εἰς τὸν ἐλαφρότατον τοῦ Κυρίου ζυγόν, καθὼς τότε τὰ ὀψάρια εἰς τὰ δίκτυα, ἀλλὰ παρακούουσι καὶ φεύγουσι. Τὶ ἄλλο λοιπὸν μένει εἰς τοὺς ἱεροκήρυκας εἰ μὴ ἡ σιωπή; Οὐχὶ τοῦτο, διότι περὶ τούτου ἐκήρυξεν ὁ Παῦλος τὸ οὐαί· «Οὐαί, δὲ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι»2. Ὁ ἀλιεὺς ἐκπληροῖ ὅλον τὸ χρέος αὐτοῦ, ὅταν καὶ ἀπλώσῃ ἐπιτήδεια, καὶ σύρῃ, ὡς πρέπει, τὰ δίκτυᾳ· ὁμοίως καὶ ὁ ἱεροκήρυξ, ὅταν εὐσεβῶς διδάξῃ τῆς θείας γραφῆς τὸν λόγον, καὶ διερμηνεύσῃ αὐτὸν θεοπρεπῶς, τότε ὅλον τὸ χρέος αὐτοῦ ἐπλήρωσεν. Ἡμεῖς οὖν σπουδάσομεν, τῇ τοῦ Θεοῦ Χάριτι πᾶσαν τὴν ἐλπίδα ἀναθέμενοι, καὶ διδάξαι καὶ διερμηνεῦσαι τὸν σημερινὸν εὐαγγελικὸν λόγον· ἔργον δὲ ὑμέτερόν ἐστι καὶ ἡ εὐλαβὴς τοῦ λόγου ἀκρόασις καὶ ἡ πρόθυμος εἰς τὸν Θεὸν ὑπακοή.
«Τῷ καιρῷ ἐκείνῳ ἐστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἐστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἀλιεῖς, ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα»3.
Πλησίον τῆς λίμνης Γεννησαρὲτ ἐδίδασκεν ὁ Ἰησοῦς Χριστὸς τὸν λόγον τοῦ Θεοῦ· τοσοῦτον δὲ πλῆθος ἀνθρώπων συνήχθη ἐκεῖ, ὡς ἔπιπτον ἐπάνω αὐτοῦ, σπουδάζοντες ἀκοῦσαι τὴν ἐπουράνιον αὐτοῦ διδασκαλίαν· «Ἐγένετο δέ», λέγει ἀνωτέρω ὁ θεηγόρος Λουκᾶς, «ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ αὐτὸς ἦν ἐστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ»4. Ἐν ἐκείνῃ δὲ τῇ λίμνῃ εἶδε δύο πλοῖα, τὸ μὲν τοῦ Πέτρου, τὸ δὲ τῶν υἱῶν Ζεβεδαίου· εἶδε δὲ καὶ τοὺς ἀλιεῖς, οἵτινες, ἐξελθόντες ἀπὸ τῶν πλοιαρίων, ἔπλυναν τὰ δίκτυα αὐτῶν.
«Ἐμβὰς δὲ εἰς ἕν τῶν πλοίων, ὅ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον καὶ καθίσας, ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους»5.
Τὰ πλοῖα, ὡς φαίνεται, ἦσαν πολλὰ πλησίον εἰς τὴν γῆν· ὅθεν ὁ Ἰησοῦς Χριστός, βλέπων, ὅτι ὁ λαός, ἐπιπίπτων ἐπ’ αὐτόν, καὶ καταστενοχωρῶν, καὶ τὴν φωνὴν αὐτοῦ διεσκέδαζε, καὶ τὴν ἀκρόασιν τοῦ λαοῦ συνέχεεν, ἵνα μὴ παρακοπῇ τοῦ Θεοῦ τὸ ἔργον, εἰσέβη εἰς τὸ τοῦ Πέτρου πλοῖον, καὶ παρεκάλεσεν αὐτόν, ἵνα ἀπομακρύνῃ αὐτὸ ὀλίγον ἀπὸ τῆς γῆς, ὅπως ἄν ἐκ τοῦ πλοίου ἀπαρεμποδίστως διδάσκῃ. Καθίσας οὗν ἐν τῷ πλοίῳ τοῦ Πέτρου, ἐξ αὐτοῦ ἐπότιζε τοὺς διψῶντας λαοὺς τῆς διδασκαλίας αὐτοῦ τὰ σωτήρια νάματα.
«Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν»6.
Ὅτε ἐτελείωσε τὸ πνευματικὸν ἔργον, τότε ἐφρόντισε καὶ περὶ τῶν ἀναγκαίων τῷ σώματι· τότε εἶπε τῷ μὲν Πέτρῳ «Ἐπανάγαγε εἰς τὸ βᾶθος», ἤγουν ἀπομάκρυνον ἔτι τὸ πλοῖον, καὶ φέρε αὐτὸ εἰς τὸ βαθὺ μέρος τῆς λίμνης· αὐτῷ δὲ τῷ Πέτρῳ καὶ τοῖς σὺν αὐτῷ εἶπε «Χαλάσατε τὰ δίκτυα», ἵνα ἀλιεύσητε. Τοῦτο δὲ τὸ παράδειγμα διδάσκει καὶ λέγει σοι· μηδέποτε ἐγκαταλείψῃς τὸ ἔργον τοῦ Θεοῦ διὰ τὴν σωματικήν σου ὑπηρεσίαν, ἀλλὰ τελείωσον πρῶτον τὸ θεῖον ἔργον, ἔπειτα φρόντισον καὶ περὶ τῆς τοῦ σώματος χρείας. Πρὸς δὲ τὴν προσταγὴν τοῦ σωτῆρος ἀποκριθεὶς ὁ Πέτρος, εἶπε τὰ ἐξῆς·
«Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι’ ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τὸ ρήματί σου χαλάσω τὸ δίκτυον»7.
Τὸ ἐπιστάτης σημαίνει τὸν προεστῶτα καὶ διοικητὴν τοῦ ἔργου· ὄθεν ὁ Πέτρος, τιμῆσαι θέλων τὸν Κύριον, ὠνόμασεν αὐτὸν ἐπιστάτην· Ὠ, ἐπιστάτα, λέγει, ἠμεῖς μὲν ἐκοπιάσαμεν ὅλην τὴν νύκτα, καθ’ ἥν ἐστιν ὁ ἀρμόδιος τῆς ἀλιείας καιρός, ἀλλ’ οὐδὲ ἕν ὀψάριον ἐπιάσαμεν· ὅμως «ἐπὶ τῷ ῥήματί σου», ἤγουν πιστεύω εἰς τὸν λόγον σου, πειθόμενος εἰς τὴν προσταγήν σου, ρίπτω τὸ δίκτυον εἰς τὴν θάλασσαν. Τοσαύτην δὲ εὐλάβειαν καὶ ὑπακοὴν ἔδειξεν ὁ Πέτρος, ἐπειδὴ κἄν οὐκ ἠκολούθει τότε τῷ Ἰησοῦ Χριστῷ, ἐγνώριζεν ὅμως αὐτὸν ἐξότου ὁ αὐτάδελφος αὐτοῦ Ἀνδρέας παρέστησεν αὐτὸν ἐνώπιον αὐτοῦ, καὶ ἤκουσε παρ’ αὐτοῦ τὸ «Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὅ ἑρμηνεύεται Πέτρος»8. Οὐ μόνον δὲ εἶπεν ὁ Πέτρος «Ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον», ἀλλὰ καὶ ἔῤῥιψεν αὐτὸ μετὰ τῶν σὺν αὐτῷ ἀλιέων εἰς τὴν θάλασσαν.
«Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διεῤῥήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις, τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθεῖν καὶ συλλάβεσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά»9.
Ἰδὼν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἀλιεύοντες τὸ πλῆθος τῶν ὀψαρίων, καὶ τὸ δίκτυον σχιζόμενον, διὰ νεύματος ἐκάλεσαν τοὺς μετόχους, ἤγουν τοὺς συντρόφους αὐτῶν, τοὺς υἱοὺς τοῦ Ζεβεδαίου, ἵνα, ἐλθόντες συμβοηθήσωσιν αὐτοῖς. Ἦλθον οὖν ἐκεῖνοι· τοσοῦτον δὲ ἐγέμισαν καὶ τὰ δύο πλοῖα, ἤγουν καὶ τὸ τοῦ Πέτρου καὶ τὸ τῶν υἱῶν τοῦ Ζεβεδαίου, ὥστε ὑπὸ τοῦ βάρους ἐβυθίζοντο. Βλέπε δὲ πρῶτον τῆς ἁγίας ὑπακοῆς τὸν καρπόν, εἴτα σημείωσον, ὅτι, ὅταν μὲν ἀπέχῃ ἀφ’ ἡμῶν ὁ Ἰησοῦς, τότε ἄκαρποι μένουσιν οἱ κόποι ἡμῶν, κοπιάζομεν δὲ ματαίως· ὅταν δὲ ἔλθῃ ὁ Ἰησοῦς πρὸς ἡμᾶς, τότε οἱ κόποι ἡμῶν καρποφόροι γίνονται καὶ θερίζομεν δὲ πολὺ κέρδος. Τοῦτο τὸ θαῦμα ἰδὼν ὁ Πέτρος,
«Ἰδὼν δὲ Σϊμων Πέτρος, προσέπεσε τοῖς γόνασι τοῦ Ἰησοῦ, λέγων· ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε»10.
Ἐὰν παράβαλῃς τοῦ ἑκατοντάρχου τὸν λόγον «Κύριε, οὐκ εἰμὶ ἱκανός, ἵνα μοῦ ὑπὸ τὴν στέγην εἰσέλθῃς»11, τῷ λόγῳ τοῦ Πέτρου «Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε», εὑρίσκεις μεταξὺ ἐκείνου καὶ τούτου διαφορὰν μεγάλην· διότι τὸ μὲν εἰπεῖν πρὸς τὸν θέλοντα εἰσελθεῖν εἰς τὸν οἶκον σου, Κύριε, οὐκ εἰμὶ ἄξιος, ἵνα εἰσέλθῃς εἰς τὸν οἶκόν μου, οὐκ εἰμὶ ἄξιος τοσαύτης τιμῆς, ταπείνωσιν σημαίνει ὁ λόγος σου, καὶ εὐλάβειαν πολλήν, καὶ σέβας· τὸ δὲ εἰπεῖν πρὸς τὸν ἤδη εἰσελθόντα εἰς τὸν οἶκόν σου, Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε, ἔκστασιν ψυχῆς σημαίνει, καὶ δειλίαν, καὶ φόβον. Ὅτι δὲ ὁ Πέτρος τότε καὶ ἐθαμβήθι, καὶ ἐφοβήθη, φανερόν ἐστιν ἐκ τῶν ἐξῆς λόγων.
«Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄργᾳ τῶν ἰχθύων, ᾗ συνέλαβον· ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἵ ἦσαν κοινωνοὶ τῷ Σίμωνι· Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν»12.
Τὰ ἀσυνήθη πράγματα προξενοῦσι θάμβος καὶ ἔκστασιν. Αὐτοί, ἀλιεῖς ὄντες, οὐδέποτε εἶδον τοσοῦτον πλῆθος ἰχθύων, ἐν τῷ ἅμα συγκλεισθὲν εἰς τὸ δίκτυον· διὸ τρεπόντως ὁ Πέτρος, ὁμοίως καὶ ὁ Ἰάκωβος, καὶ ὁ Ἰωάννης, καὶ πάντες, ὅσοι ἦσαν μετ’ αὐτῶν, ἰδόντες τοσοῦτον πλῆθος ὀψαρίων, ἐθαύμασαν· ὁ δὲ Πέτρος οὐ μόνον ἐθαύμασεν, ἀλλὰ καὶ ἐφοβήθη, διότι, ἐὰν οὐκ ἐφοβεῖτο, οὐκ ἔλεγεν αὐτῷ ὁ Ἰησοῦς τὸ «Μὴ φοβοῦ». Ἀλλὰ διὰ τὶ ἐφοβήθη; Τὸ μὲν θάμβος ἔχει τόπον· εἶδε πρᾶγμα θαυμαστὸν καὶ ἐθαμβήθη· ὁ δὲ φόβος τίνα ἔχει λόγον; ἐφοβήθη, λέγει, ἐπειδὴ ἦν ἁμαρτωλός· «Ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι»· ἀληθῶς δὲ ἡ ἁμαρτία φόβου πρόξενος. Ἀλλὰ τὶ ἐφοβήθη; Καὶ τὶ ἄλλο εἰμὴ τὴν διὰ τὰς ἁμαρτίας τιμωρίαν; ἐγνώρισε διὰ τοῦ θαύματος τῶν ὀψαρίων τοῦ Ἰησοῦ Χριστοῦ τὴν παντοδυναμίαν. Ὅθεν, βλέπων αὐτὸν ἔμπροσθεν αὐτοῦ, ἐφοβήθη τὴν τιμωρίαν· διὸ καὶ ἔσπευδεν ἐκβαλεῖν αὐτὸν ἀπὸ προσώπου αὐτοῦ· «Ἔξελθε ἀπ’ ἐμοῦ». Τοῦτο αὐτὸ βλέπομεν καὶ εἰς τοὺς Γαδαρηνούς· αὐτοὶ παρέβαινον τὸν νόμον13, βόσκοντες χοίρους πρὸς τροφὴν αὐτῶν· ὅτε οὖν ἤκουσαν, ὅτι τοὺς μὲν δαιμονιζομένους ἐθεράπευσεν ὁ Ἰησοῦς Χριστός, τοὺς δὲ χοίρους κατεπόντισεν ἐν τῇ θαλάσσῃ, τότε, φοβηθέντες τὴν τιμωρίαν τῆς ἁμαρτίας, παρεκάλουν αὐτόν, ἵνα ἀναχωρήσῃ ἀπὸ τῶν ὁρίων αὐτῶν14. Τοῦτον τοῦ Πέτρου τὸν φόβον ἐθεράπευσεν ὁ Ἰησοῦς διὰ τοῦ παντοδυνάμου αὐτοῦ λόγου «Μὴ φοβοῦ»· ἔπειτα ἀπεκάλυψεν αὐτῷ τὸν σκοπὸν τῆς θείας προνοίας περὶ τῆς ἀποστολῆς αὐτοῦ· «Ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν»· μὴ φοβηθῇς, λέγει, τὴν τιμωρίαν τῆς δικαιοσύνης μου, ἀλλὰ περίμενε τὴν εὐεργεσίαν τῆς εὐσπλαγχνίας μου· ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἐξῆς ἀλιεύσεις οὐχὶ ὀψάρια ἀπὸ τῆς θαλάσσῃς, ἀλλὰ ἀνθρώπους ἀπὸ τοῦ βυθοῦ τῆς ἀπιστίας.
«Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ»15.
Τίνες ἦσαν οὗτοι, οἵτινες, ἀκούσαντες τὸ «Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν», ἔσυραν τὰ πλοῖα αὐτῶν εἰς τὴν γῆν, ἔπειτα ἀφέντες ἅπαντα ἠκολούθησαν τῷ Ἰησοῦ Χριστῷ; Οὗτοι ἦσαν ὁ Πέτρος, καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀνδρέας, καὶ ὁ Ἰάκωβος καὶ ὁ Ἰωάννης, υἱοὶ τοῦ Ζεβεδαίου. Τοῦτο δὲ φανερόν ἐστιν ἐκ τῆς διηγήσεως τῶν εὐαγγελιστῶν Ματθαίου καὶ Μάρκου, οἵτινες συμφώνως διηγοῦνται, ὅτι, τούτους εὑρὼν ὁ Χριστὸς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, ἐκάλεσεν αὐτούς, εἰπὼν «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἀλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ»16. ῇἈλλὰ τρεῖς περὶ τούτου προκύπτουσι δυσκολίαι· πρώτη ἡ τῆς ὀνομασίας τοῦ τόπου, διότι ὁ μὲν Ματθαῖος καὶ ὁ Μάρκος λέγουσι «Περιπατὼν ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γενησαρέτ»17· ὁ δὲ Λουκᾶς λέγει «Καὶ αὐτὸς ἦν ἐστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ»18· δευτέρα, ἡ τῆς ἐργασίας διαφορά, διότι ὁ μὲν Ματθαῖος καὶ ὁ Μάρκος λέγουσιν, ὅτι εὗρεν αὐτοὺς ὁ Κύριος «βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν»19· ὁ δὲ Λουκᾶς λέγει, «Ἀποβάντας ἀπὸ τῶν πλοίων, καὶ ἀποπλύνοντας τὰ δίκτυα»20· τρίτη, ἡ σιωπὴ τοῦ θαύματος, διότι οὐδὲ ὁ Ματθαῖος, οὐδὲ ὁ Μάρκος ἐδιηγήθησαν τὰ περὶ τῆς ἄγρας τοῦ πλήθους τῶν ὀψαρίων. Ἀλλὰ τὴν μὲν πρώτην δυσκολίαν εὔκολα λύεις, ἐὰν στοχασθῇς, ὅτι ἡ θάλασσα τῆς Γαλιλαίας, δι’ ἧς διέρχεται ὁ Ἰορδάνης, ἐστὶν αὐτὴ ἡ λίμνη Γεννησαρέτ, δύο ἔχουσα ὀνομασίας· εἰς δὲ τὴν δευτέραν ἀπαντᾷς λέγων, ὅτι, ἐπειδὴ ἦσαν καὶ μισθωτοὶ σὺν τῷ Πέτρῳ καὶ τοῖς υἱοῖς Ζεβεδαίου21 ἁλιεύοντες, τινὲς μὲν ἐξ αὐτῶν ἔπλυνον τὰ δίκτυα, τινὲς δὲ ἔβαλλον ἀμφίβληστρον, ἐλπίζοντες ἀγρεῦσαι τότε ὀψάρια, κἄν ὅλην τὴν νύκτα κοπιάσαντες οὐδὲν ἔλαβον· ἡ δὲ τρίτη δυσκολία ἔχει γενικὴν τὴν λύσιν, διότι φανερόν ἐστιν, ὅτι πολλὰ σιωπηθέντα ὑπὸ τοῦ Ματθαίου καὶ Μάρκου συνεγράφησαν ὑπὸ τοῦ Λουκᾶ καὶ Ἰωάννου· ἔγραψεν ὅμως ὁ Ματθαῖος, ὁμοίως καὶ ὁ Μάρκος τὴν οὐράνιον πρόσκλησιν τῶν ἀποστόλων καὶ τὴν πρόθυμον αὐτῶν ὑπακοήν. Ἀληθῶς δὲ μεγάλη ἡ προθυμία τῆς καρδίας αὐτῶν, ὑπερβαίνουσα καὶ αὐτὴν τὴν τοῦ προφήτου Ἐλισσαίου προθυμίαν· διότι αὐτὸς καλεσθεὶς ὑπὸ τοῦ προφήτου Ἠλιοῦ, ἀπεκρίθη· «Καταφιλήσω τὸν πατέρα μου πρῶτον, εἶτα ἀκολουθήσω ὀπίσω σου»22· οἱ δὲ θεῖοι ἀπόστολοι, εὐθὺς ἀφέντες ἅπαντα, τὸ πλοῖον, τὰ δίκτυα, τοὺς συντρόφους, τοὺς φίλους, τοὺς συγγενεῖς καὶ τὸν πατέρα αὐτῶν τὸν Ζεβεδαῖον, ἠκολούθησαν τῷ Ἰησοῦ Χριστῷ.
Σημειώσεις :
- Λουκ. ε΄, 4.
- Α΄ Κορινθ. θ΄, 16.
- Λουκ. ε΄, 1, 2.
- Λουκ. ε΄, 1.
- Λουκ. ε΄, 3.
- Λουκ. ε΄, 4.
- Λουκ. ε΄, 5.
- Ἰωαν. α΄, 45.
- Λουκ. ε΄, 7.
- Λουκ. ε΄, 8.
- Ματθ. η΄, 8.
- Λουκ. θ΄, 19.
- Λευιτ. ια΄, 7 & Δευτ. ιδ΄, 8.
- Μαρκ. ε΄, 15-17.
- Λουκ. ε΄, 11.
- Ματ. δ΄, 19-20 & Μαρκ. α΄, 17-18.
- Ματ. δ΄, 18 & Μαρκ. α΄, 16.
- Λουκ. ε΄, 10.
- Ματ. δ΄, 13.
- Μαρκ. α΄, 16 & Λουκ. ε΄, 2.
- Μαρκ. α΄, 20.
- Γ΄Βασιλ. 19-20.
Δείτε το πρωτότυπο κείμενο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 1 – Έκδοσις 1840), πατώντας εδώ (25/9/2014)
(Επιμέλεια κειμένου: Στυλιανή)