- Η ΑΛΛΗ ΟΨΙΣ - https://alopsis.gr -

Κυριακή των Αγίων Πατέρων τής Α’ Οικουμενικής Συνόδου: Ομιλία περί προσευχής (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

– Τὶ διδασκόμαστε ἀπὸ τὴν προσευχὴ τοῦ Ἰησοῦ;

– Μεγάλο τὸ χρέος τῶν ἀνθρώπων νὰ δοξάζουν τὸν Θεόν.

– Ἕναν ἄρχοντα οὔτε ὅποτε θέλει κανείς, οὔτε ὁ ὁποιοσδήποτε μπορεῖ νὰ πλησιάσει. Τὸν ἴδιον τὸν Θεόν – διὰ τῆς προσευχῆς – ὁ ἄνθρωπος πλησιάζει, ὅταν θέλει καὶ ζητεῖ ὅ,τι θέλει. Καὶ Αὐτὸς ὑπόσχεται νὰ δώσει τὰ ζητούμενα! Πολλὲς φορὲς ζητοῦμε αὐτὸ ποὺ μᾶς βλάπτει, ἀλλὰ λαμβάνουμε ἐκεῖνο ποὺ μᾶς συμφέρει.

– Πολλὲς φορὲς μιὰ σύντομη δέηση δικαιώνει τὸν ἁμαρτωλὸ (τελώνης) καὶ τὸν σώζει (ληστής)!

– Γιατὶ ὅμως κάποιες φορές, παρότι προσευχόμαστε μὲ πίστη (;) καὶ κατάνυξη (;), δὲν λαμβάνουμε τὸ ποθούμενον;

– Τὴν προσευχή, ποὺ λαλεῖ τὸ στόμα μας, τὴν ἀκούει ἡ ψυχή μας;

– Ποιὸς ὅμως μπορεῖ νὰ προσευχηθεῖ καὶ ὁ νοῦς του νὰ μένει ἀσάλευτος καὶ στὸν Θεὸν προσηλωμένος, χωρὶς νὰ σκέφτεται τὶς βιοτικὲς μέριμνες καὶ τὶς κοσμικὲς ὑποθέσεις;

– Πόσο εὔκολο εἶναι νὰ συμφωνεῖ ὁ προφορικὸς λόγος μὲ τὸν ἐνδιάθετο;

***

Κυριακὴ τῶν Ἁγίων πατέρων τῆς Α’ Οἰκουμενικῆς Συνόδου: Ὀμιλία περὶ προσευχῆς

Ἀρχιεπίσκοπος Ἀστραχὰν καὶ Σταυρουπόλεως Νικηφόρος Θεοτόκης

 

Ἐπειδὴ ὅσα ἔπραξεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἔπραξεν αὐτά, ἵνα ἡμεῖς τύπον καὶ ὑπογραμμὸν ἔχοντες καθ’ ἕν τῶν Αὐτοῦ ἔργων, ἀκολουθῶμεν τοῖς ἴχνεσιν Αὐτοῦ1. διὰ τοῦτο καὶ ἡ προσευχὴ Αὐτοῦ ἡ σήμερον ἀναγνωσθεῖσα τύπος ἐστὶ τῆς προσευχῆς ἡμῶν καὶ ὑπογραμμὸς καὶ παράδειγμα τέλειον καὶ ἅγιον. Ἐὰν στοχασθῇς ταύτην τὴν προσευχὴν Αὐτοῦ, τὴν ὁποῖαν ὡς ἄνθρωπος προσέφερε πρὸς τὸν Θεὸν καὶ Πατέρα Αὐτοῦ, βλέπεις τρία πράγματα, δοξολογίαν, εὐχαριστίαν, δέησιν· ἄρχεται μὲν ἀπὸ τῆς δοξολογίας, «Ἵνα», λέγει, «καὶ ὁ Υἱός Σου δοξάσῃ Σε»2· ἔπειτα κηρύττων τὰς τοῦ Θεοῦ πρὸς Αὐτὸν εὐεργεσίας, προσφέρει τὴν εὐχαριστίαν λέγων, «Ἔδωκας Αὐτῷ ἐξουσίαν πάσης σαρκός»3· μετὰ δὲ ταῦτα ἐπιφέρει τὴν δέησιν οὐ μόνον ὑπὲρ Αὐτοῦ «Καὶ νῦν δόξασόν με Σύ, Πάτερ»4, ἀλλὰ καὶ ὑπὲρ τῶν μαθητῶν Αὐτοῦ· «Ἐγὼ ὑπὲρ αὐτῶν ἐρωτῶ»5, καὶ ὑπὲρ πάντων τῶν πιστευόντων εἰς Αὐτόν· «Οὐ περὶ τούτων δὲ μόνον ἐρωτῶ, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ»6. Τὰ αὐτὰ δὲ τῆς προσευχῆς εἴδη βλέπομεν καὶ εἰς τοὺς ψαλμοὺς τοῦ προφητάνακτος· διότι καὶ αὐτὸς ἄλλοτε μὲν ψάλλων, δοξολογεῖ «Αἰνεῖτε τὸ ὄνομα Κυρίου»7· ἄλλοτε δὲ εὐχαριστεῖ «Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με»8· καὶ ἄλλοτε παρακαλεῖ «Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου»9. Κατὰ δὲ τὸ παράδειγμα τῆς προφητικῆς ψαλμωδίας καὶ τῆς δεσποτικῆς προσευχῆς συνέγραψε καὶ ἡ τῶν ὀρθοδόξων ἐκκλησία πάσας τὰς προσευχὰς αὐτῆς. Καὶ ἡ μὲν πρὸς τὸν Θεὸν δοξολογία καὶ ἡ εὐχαριστία εἰσὶ χρέος ἀπαραίτητον· ἡ δὲ δέησις εἰσὶν ἀναγκαία καὶ ἄφευκτος. ὅταν δὲ ἡμεῖς καὶ τὴν δοξολογίαν καὶ τὴν εὐχαριστίαν καὶ τὰς ἱκεσίας ἡμῶν προσφέρωμεν εἰς τὸν Θεόν, ἤγουν ὅταν προσευχώμεθα, τότε οὐ μόνον τῆς ψυχῆς τὴν σωτηρίαν ἀλλὰ καὶ πᾶσαν ἄλλην ὠφέλειαν κερδαίνομεν.

Τὶς ἔστησε τὸν οὐρανὸν ὡς καμάραν ἐπάνω τῆς κεφαλῆς σου10, καὶ τὴν γῆν ὡς βάσιν ὑποκάτω τῶν ποδῶν σου, καὶ τὴν θάλασσαν ὡς γέφυραν τῆς ἐκ τόπου εἰς τόπον εὐκολωτέρας μεταβάσεώς σου; Τὶς ὥρισε τὸν ἤλιον εἰς φαῦσιν τῆς ἡμέρας11, καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς φώτισμα τῆς νυκτός, ὡς λαμπάδας ἀναγκαίας πρὸς τὰ ἔργα τῶν χειρῶν σου; Τὶς ἐξέχεε τὸν ἀέρα πρὸς ἀναπνοήν σου, τὸ πῦρ πρὸς θερμασίαν σου, τὸ ὕδωρ πρὸς δροσισμόν σου; Τὶς ἐδημιούργησε τόσα ζῶα πρὸς ὑπηρεσίαν σου, τόσους καρποὺς πρὸς τροφήν σου, τόσα ἄνθη πρὸς εὐφροσύνην σου; Τὶς ἐποίησέ σοι τὸ σῶμα, καὶ ἔπλασε τὴν ψυχήν σου, καὶ κατέστησέ σε ζῶον λογικὸν πάντων τῶν ἐπιγείων τιμιώτερον; Τὶς ἔδωκέ σοι ὄμματα καὶ βλέπεις, ἀκοὴν καὶ ἀκούεις, στόμα καὶ λαλεῖς, χεῖρας καὶ ἐργάζεσαι, πόδας καὶ περιπατεῖς; Τὶς ἔδωκέ σοι νοῦν, καὶ συλλογίζεσαι, διακριτικόν, καὶ κρίνεις, φρόνησιν, καὶ διευθύνεσαι; Τὶς ὑπέταξεν «ὑποκάτω τῶν ποδῶν σου πρόβατα καὶ βόας ἁπᾶσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης»12; Πόθεν ἔχεις τὴν τροφήν, τὸ ἰμάτιον, τὴν ὑγείαν, τὴν κίνησιν, τὴν ζωήν, τὴν ἀναπνοήν; Ποῖος Θεὸς ὤν, ἐγένετο ἄνθρωπος, ἵνα καταστήσῃ σε Θεόν· ἔπαθεν εἰς τὴν γῆν, ἵνα ἀναβιβάσῃ σε εἰς τὸν οὐρανόν· ἀπέθανεν ἐπάνω εἰς τὸν σταυρόν, ἵνα ζωοποιήσῃ σε, καὶ χαρίσηταί σοι τὴν βασιλείαν τὴν αἰώνιον; Οὐδεὶς ἄλλος εἰμὴ ὁ Θεός. Ὅταν ταῦτα συλλογιζώμεθα, ἀδύνατον ἐστί, κᾄν ὀλίγην, κᾄν μικρὰν ἔχωμεν αἴσθησιν, τὸ νὰ μὴν γνωρίσωμεν, ὅτι ἄμετρον ἔχομεν χρέος, «ἵνα ἀδιαλείπτως»13, ὡς λέγει ὁ θεσπέσιος Παῦλος, προσευχόμενοι ψάλλωμεν δοξολογίας «καὶ ἐν παντί» προσφέρωμεν εὐχαριστηρίους ὕμνους πρὸς τὸν πανυπεράγαθον δοτῆρα τῶν τοσούτων ἀγαθῶν.

Ἐγνώρισαν τοῦτο τὸ χρέος πάντες οἱ ἀπ’ αἰῶνος δίκαιοι· πρῶτον οἱ πρὸ τοῦ νόμου· ὅθεν πρῶτος ὁ Ἄβελ δοξάζει καὶ εὐχαριστίαν προσφέρει εἰς τὸν Θεόν, θυσιάσας «Ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν»14· μετὰ τὸν Ἄβελ ὁ Ἐνὼς πλήρης ἐλπίδος, ἐπικαλούμενος τοῦ Θεοῦ τὸ ὄνομα, δοξάζει καὶ εὐχαριστεῖ Αὐτῷ·15 μετὰ τὸν Ἐνὼς ὁ Νῶε δοξολογεῖ καὶ εὐχαριστεῖ τῷ Θεῷ, προσφέρων Αὐτῷ θυσίαν «Ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν»16. Καὶ ὁ Ἁβραὰμ δὲ εἰς δοξολογίαν καὶ εὐχαριστίαν Θεοῦ οἰκοδομήσας θυσιαστήριον, προσηύξατο καὶ ἐπεκαλέσθη τὸ ὄνομα τοῦ Κυρίου17, ὁμοίως δὲ καὶ ὁ Ἰσαὰ, ὁ υἱὸς αὐτοῦ· ὁ δὲ πατριάρχης Ἰακὼβ «Ἔστησε στήλην, καὶ ἐπέχεεν ἔλαιον καὶ ηὔξατο εὐχήν»18.

Ἐπειδὴ δὲ μετὰ ταῦτα ἠμέλησαν οἱ ἄνθρωποι τοῦτο τὸ θεῖον ἔργον, διὰ τοῦτο, ὅτε ὁ Θεὸς εἰς τὸ Σινᾶ ὄρος καταβάς, ἔδωκε τοῦ νόμου τὰς πλάκας, τότε ἐνομοθέτησε τὰς διαφόρους θυσίας, τὴν ὁλόκαυτον, τὴν τοῦ σωτηρίου, τὴν περὶ ἁμαρτίας, τὴν τοῦ ἐνδελεχισμοῦ, τὴν περὶ ἀκουσίων, τὴν περὶ ζηλοτυπίας, τὴν περὶ σαββάτου, τὴν περὶ νουμηνίας· ἔτι δὲ διώρισεν, ἵνα προσφέρωσιν Αὐτῷ δῶρα, δόματα, καρπώματα. Καὶ ἄλλας μὲν τούτων τῶν θυσιῶν προσέφερον εἰς δοξολογίαν Θεοῦ, ἄλλας δὲ εἰς ἱκεσίαν καὶ δέησιν ὑπὲρ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν αὐτῶν· τὰ δὲ δῶρα καὶ τὰ δόματα, καὶ καρπώματα εἰς εὐχαριστίαν τῶν εὐεργεσιῶν αὐτοῦ. Διὰ τούτων δὲ πάντων προέτρεπεν ὁ Θεὸς τοὺς ἀνθρώπους εἰς τὸ νὰ προσεύχωνται συνεχῶς. Καὶ πρὸ μὲν τοῦ νόμου ἡ αἴσθησις μόνη, παριστῶσα τὰς τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον εὐεργεσίας, ἔπειθεν αὐτὸν πρὸς τὸ ἔργον τῆς προσευχῆς· μετὰ δὲ τὸν νόμον οὐ μόνον ἡ αἴσθησις, ἀλλὰ καὶ ὁ νόμος διήγειρεν αὐτὸν πρὸς τὴν ἐκπλήρωσιν τούτου τοῦ χρέους. Ὅθεν μετὰ τὸν νόμον αὔξησε τῆς προσευχῆς τὸ χρέος· διότι, ὅταν ἡ αἴσθησις ἐκοιμᾶτο, ἐξύπνει αὐτὸν τοῦ νόμου ἡ φωνή.

Ἀλλὰ παρῆλθεν ἡ σκιὰ τοῦ νόου, καὶ ἦλθεν ἡ ἀλήθεια τῆς χάριτος· ἔπαυσαν πᾶσαι αἱ ζωοθυσίαι· μία μόνη θυσία ἐνομοθετήθη, ἡ ἀναίμακτος, ἡ θυσία τῆς αἰνέσεως, τῆς εὐχαριστίας, τῆς δεήσεως, ἡ θυσία, λέγω, τοῦ σώματος καὶ αἵματος τοῦ σωτήρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι’ αὐτῆς ὑμνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν, δοξολογοῦμεν, εὐχαριστοῦμεν, λατρεύομεν καὶ δεόμεθα τῷ Θεῷ ἡμῶν. Ἦλθεν ἡ Χάρις, ἦλθεν ὁ Σωτὴρ τοῦ κόσμου· αὐτὸς πρῶτον μὲν διὰ λόγου ἐνομοθέτησε τῆς προσευχῆς τὸ ἔργον, «Γρηγορεῖτε καὶ προσεύχεσθε»19, διδάξας ἡμᾶς καὶ τῆς προσευχῆς τὸν τρόπον· «Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖον σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ»20· ἔτι δὲ καὶ αὐτὰ τῆς προσευχῆς τὰ λόγια· «Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς»21· ἔπειτα δέ, ἵνα περισσότερον πείσῃ, καὶ ἐμπράκτως προσευχήθῃ, κᾄν ὡς Θεὸς χρείαν οὐκ εἶχε προσευχῆς, πότε μὲν μόνος ἀναβαίνων εἰς τὸ ὄρος καὶ προσευχόμενος22, πότε δε ἐν τόπῳ τινί23, ἄλλοτε δὲ εἰς τὴν Βηθανίαν24, ἄλλοτε προελθὼν μικρόν, καὶ πίπτων ἐπὶ πρόσωπον αὐτοῦ25, καὶ ἄλλοτε «θεὶς τὰ γόνατα»26· καὶ εἰς αὐτὸν δὲ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ «Ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εὶς τὸν οὐρανόν»27 προσευχήθη· ὁμοίως καὶ ὅτε ἐκρέματο ἐπάνω εἰς τὸ ξύλον τοῦ σταυροῦ, «Πάτερ», εἶπεν, «ἄφες αὐτοῖς»28· καὶ ἕως ἐσχάτης δὲ ἀναπνοῆς Αὐτοῦ προσευχήθη, καὶ μετὰ τῶν λόγων τῆς προσευχῆς εἰς τὸ στόμα, «Πάτερ, εἰς χείρας σου παραθήσομαι τὸ πνεύμα μου»29, ἐξέπνευσε. Ταῦτα δὲ πάντα εἰς τοσοῦτον ὕψος ἀνεβίβασαν τῆς προσευχῆς τὸ χρέος, ὥστε πρεπόντως λέγομεν, ὅτι αὐτὸ ὑπερέχει πᾶν ἄλλο χριστιανικὸν χρέος.

Πολλοὶ καταφρονοῦσι τὸ χρέος, ἀλλ’ εἰς τὸ χρέος προστίθεται καὶ ἡ ἀνάγκη τῆς προσευχῆς. Εἰς πᾶσαν θλίψιν καὶ συμφορὰν ποῦ ὑψοῦμεν τὰς χεῖρας ἡμῶν; εἰς τὸν οὐρανόν· εἰς πᾶσαν ἀσθένειαν καὶ δυστυχίαν ποῦ αἵρομεν τὰ ὅμματα; εἰς τὸν οὐρανόν· εἰς καιρὸν κιδνύνου ποῖον ἐπικαλούμεθα; τὸν Θεόν· καὶ τὶ κραυγάζομεν; Κύριε, σῶσον με· ἐὰν ἐργάζησαι τὴν ἀρετήν, ἐπειδὴ οὐδὲν ἀγαθὸν ἔργον δύνασαι ποιεῖν χωρὶς τοῦ Θεοῦ, αὐτὸς δὲ ἐστίν, ὅστις καὶ τὴν θέλησίν σου ἐνισχύει, καὶ τὴν ἐργασίαν σου κατευοδεῖ, ἀνάγκην ἔχεις, ἵνα παρακαλέσῃς αὐτόν, ὅπως στήσῃ ἐπὶ τὴν πέτραν τῆς ἀρετῆς τοὺς πόδας σου, καὶ κατευθύνῃ τὰ διαβήματά σου εἰς τὴν ὀδὸν τῆς ἀγαθοεργίας· ἐὰν δὲ εἰς τὸν βυθὸν τῆς ἁμαρτίας κατάκησαι, ἐπειδὴ οὐδεὶς ἄλλος, εἰμὴ εἷς ὁ Θεὸς δύναται ἀναστῆσαί σε, πρέπει σοι, ἵνα εἰς αὐτὸν προστρέξῃς καὶ ζητήσῃς τὸ ἔλεος Αὐτοῦ· χωρὶς προσευχῆς οὐδὲ ἄφεσιν ἁμαρτιῶν λαμβάνομεν, οὐδὲ μυστήρια τελοῦμεν, οὐδὲ βοηθείας καὶ χαρίσματος Θεοῦ ἀξιούμεθα.

Βλέπε δὲ πόσον διαφέρουσι τὰ περιστατικὰ τῆς πρὸς τὸν Θεὸν δεήσεως ἡμῶν ἀπὸ τῶν περιστατικῶν τῆς πρὸς τοὺς ἀνθρώπους ἱκεσίας· Εἰς τοὺς ἄρχοντας οὐ δύναται νὰ πλησιάσῃ ὁ καθείς· ὁ πλούσιος μόνον, ὁ ἔνδοξος, ὁ ἀξιωματικός, ὁ σοφὸς πλησιάζει καὶ παρακαλεῖ τὸν ἄρχοντα, καὶ τοῦτο οὐχ ὅταν αὐτὸς ἔχῃ ἀνάγκην καὶ θέλῃ, ἀλλ’ ὅταν ὁ ἄρχων προαιρεθῇ καὶ εὐδοκήσῃ· εἰς τὸν Θεὸν πλησιάζει ἐπίσης καὶ ὁ πλούσιος καὶ ὁ πτωχός, καὶ ὁ ἔνδοξος καὶ ὁ ἄξοδος, καὶ ὁ ἀξιωματικὸς καὶ ὁ ἰδιώτης, καὶ ὁ σοφὸς καὶ ὁ ἀμαθής, καὶ πάσης τάξεως καὶ καταστάσεως ἄνθρωπος· πλησιάζει δὲ ὁ κάθεὶς ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ· πλησιάζει, ὅταν θέλῃ, καὶ παριστάμενος ἐνώπιον τοῦ Θεοῦ ζητεῖ ὅ,τι θέλει. Ὁ ἄρχων φεύγει ὅσον δύναται, μάλιστα ἐὰν τύχῃ σκληρὸς καὶ βαρύγνωμος, τὸ ζήτημά σου, καὶ μετὰ βίας ἀκούει τὴν δέησίν σου· ὁ Θεὸς προστάττει ἵνα ζητῶμεν παρ’ αὐτοῦ, καὶ ὑπόσχεται νὰ δώσῃ τὰ ζητούμενα, «Αἰτεῖτε, λέγει, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν»30· παρὰ τοῦ ἄρχοντος ζητεῖς καὶ λαμβάνεις πολλάκις ἐκεῖνο, τὸ ὁποῖον σὲ βλάπτει, ἐπειδὴ οὐκ οἴδαμεν οἱ τάλανες τὶ ζητοῦμεν, ζητοῦμεν δὲ πολλάκις τὰ βλαβερά· παρὰ τοῦ Θεοῦ ζητεῖς ὅ,τι θέλεις, λαμβάνεις δὲ πάντοτε ἐκεῖνο, ὅπερ συμφέρει σοι.

«Πάντα», λέγει ὁ Θεός, «ὅσα ἄν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε, ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν»31· ἐὰν ἔχῃς πίστιν, εἴτι ἄν ζητήσῃς παρὰ τοῦ Θεοῦ, λαμβάνεις· «Ἡ Ἄννα προσηύξατο πρὸς Κύριον, καὶ κλαίουσα ἔκλαυσε»32, ζητοῦσα παρὰ τοῦ Θεοῦ, ἵνα λύσῃ τὴν στείρωσιν αὐτῆς· ὁ δὲ Θεὸς ἔδωκεν εἰς αὐτὴν τέκνον, τὸν προφήτην Σαμουήλ· «Ὁ Ἠλίας προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς»33· ὁ Ἐλισσαῖος διὰ τῆς προσευχῆς ἀνέστησε τὸν υἱὸν τῆς Σωμανίτιδος· ὁ Δανιὴλ ἔφραξε τῶν λεόντων τὰ στόματα· οἱ τρεῖς παῖδες ἔσβεσαν τοῦ πυρὸς τὴν δύναμιν.

Ἀλλ’ αὐτοί, λέγεις, ἦσαν ἅγιοι, καὶ διὰ τοῦτο εἰσήκουσεν αὐτοὺς ὁ Θεός· ἀλλ’ ὁ Θεὸς εἰσακούει καὶ τοὺς ἁμαρτωλούς, ὅταν μετὰ πίστεως καὶ μετανοίας παρακαλῶσιν αὐτόν· «Ἡμάρτηκα», λέγει, «ὁ Δαβίδ, τῷ Κυρίῳ»34· ὁ δὲ Θεὸς διὰ τοῦ Νάθαν ἀποκρίνεται εὐθὺς πρὸς αὐτόν· «Καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς»· ὁ Μανασσῆς ὁ ἁμαρτωλὸς καὶ ἄνομος προσηύξατο πρὸς τὸν Θεόν· ὁ δὲ Θεὸς εἰσακούει αὐτόν, καὶ ἐπιστρέφει αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ· «Καὶ ἐπήκουσεν αὐτοῦ, καὶ ἐπήκουσε τῆς βοῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ»35· μία σύντομος δέησις· «Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ»36, ἐδικαίωσε τὸν τελώνην· μία φωνὴ παρακαλεστική, «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλεία σου»37, εἰσήγαγε τὸν λῃστὴν εἰς τὸν παράδεισον.

Ἀλλ’ ἐγώ, λέγεις, πολλάκις μετὰ πίστεως καὶ κατανύξεως προσευχηθεὶς καὶ ζητήσας παρὰ τοῦ Θεοῦ τὸ ζήτημά μου, οὐδὲν ἔλαβον· ὅθεν εἰς μάτην προσεύχομαι. Οὐδεὶς οὐδὲ τὴν πίστιν σου ἐζυγοστάτησεν, οὐδὲ τὰ δάκρυά σου ἐμέτρησεν, οὐδὲ τὴν προσευχήν σου ἐξηρεύνησεν, ἵνα καταλάβῃ, ἐὰν ἦσαν τέλεια καὶ εἰς τὸν Θεὸν πρέποντα καὶ εὐπρόσδεκτα. Πλὴν ἔστω· νομίζω αὐτὰ τέλεια· ἀλλ’ ἐὰν τὸ ζήτημά σου προξενεῖ σοι βλάβην ἀντὶ ὠφελείας, ἤθελες ἆρά γε τότε, ἵνα εἰσακούσῃ ὁ Θεὸς τὴν δέησίν σου; Ἡμεῖς βλέπομεν μόνον τὰ παρόντα, ἀγνοοῦμεν δὲ τὰ μέλλοντα· ὁ Θεὸς ἔχει πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ ἐπίσης καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα· σὺ μὲν νομίζεις, ὅτι, ἐὰν λάβῃς τὸ ποθούμενον, ὠφελεῖσαι, ἐπειδὴ βλέπεις μόνον τὸ παρόν· ὁ δὲ Θεός, ὅστις γνωρίζει καὶ τὸ μέλλον, βλέπει, ὅτι ἐκεῖνο, τὸ ὁποῖον φαίνεταί σοι ὠφέλιμον, ἔστι βλαβερώτατον, διὰ τοῦτο δὲ οὐκ εἰσακούει τὸ ζήτημά σου, οὐδὲ ἐκπληροῖ τὴν ἐπιθυμίαν σου· τὸ νήπιον ζητεῖ πολλάκις τὴν μάχαιραν ἐκ τῆς χειρός σου, ἵνα χαροποιηθῇ καὶ παίξῃ· κράζει, κλαίει, ζητεῖ τὴν μάχαιραν· ὅμως οὐδὲ τὰς φωνὰς αὐτοῦ ἀκούεις, οὺδὲ τὰ δάκρυα αὐτοῦ βλέπεις, διότι φοβεῖσαι, μήπως τραυματισθῇ καὶ φονεύσῃ ἑαυτό. Τοῦτο οὖν αὐτὸ ποιεῖ ὁ Θεὸς μετὰ σοῦ, ὅταν ζητῇς παρ’ αὐτοῦ τὰ βλάπτοντά σε· αὐτὸς οὐ φοβεῖται, ἀλλὰ βλέπει καὶ ἐντελῶς γνωρίζει, ὅτι ἐκεῖνο, τὸ ὁποῖον ζητεῖς παρ’ αὐτοῦ, βλάπτει ἤ τὴν ψυχήν σου ἤ τὴν ζωήν σου ἤ καὶ τὰ δύο ὁμοῦ· ὅθεν διὰ τοῦτο οὐκ εἰσακούει τὴν δέησίν σου, κᾄν παρακαλῇς, καὶ κραυγάζῃς, καὶ κλαίῃς. Διὰ τοῦτο οὖν σὺ λέγεις, ὅτι μάτην προσεύχεσαι; διὰ τοῦτο σὺ ἀμελεῖς τὴν προσευχήν; διὰ τοῦτο σὺ ἀμνημονεῖς τὸ ἀπαραίτητον χρέος σου;

Χριστιανοί, τὰ κτίσματα, ἡ αἴσθησις, ἡ ἀπ’ ἀρχῆς τοῦ κόσμου συνήθεια, ὁ νόμος ὁ γραπτός, ὁ νόμος ὁ εὐαγγελικός, τὸ παράδειγμα τῶν ἁγίων, αἱ προσευχαὶ τοῦ Ἰησοῦ Χριστοῦ, ὁ λόγος, ἡ ἀνάγκη, ἡ ὠφέλεια, ἀναγκάζουσιν ἡμᾶς εἰς τὸ ἔργον τῆς προσευχῆς.

Προσευχὴν δὲ λέγω τὴν προσευχὴν οὐχὶ τὴν ὑποκριτικήν, ἀλλὰ τὴν ἀληθινήν, οὐχὶ ἐκείνην, τὴν ὁποίαν λαλεῖ τὸ στόμα καὶ οὐκ ἀκούει ἡ ψυχή, ἀλλ’ ἐκείνην, ἤτις πρῶτον γεννᾶται καὶ περιθάλπεται εἰς τὸν νοῦν, ἔπειτα ἤ μένει ἐκεῖ ἤ καταβαίνει εἰς τὸ στόμα, καὶ προσφέρεται διὰ τῆς γλώσσης· «Προσεύξωμαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ»38. Πολὺ διαφέρουσιν αἱ προσευχαὶ ἡμῶν ἀπὸ τῆς προσευχῆς τῆς ἀληθινῆς.

Πολλοὶ ἔρχονται εἰς τὴν ἐκκλησίαν, ἵνα προσευχηθῶσιν· ἀλλὰ τὸ μὲν σῶμα φέρουσιν εἰς τὴν ἐκκλησίαν, τὸν δὲ νοῦν αὐτῶν ἐγκαταλείπουσιν εἰς τὸν οἶκον ἤ εἰς τὴν ἀγορὰν ἤ εἰς τὰς κοσμικὰς αὐτῶν ὑποθέσεις· ἄλλοι προσεύχονται, καὶ τὰ μὲν χείλη αὐτῶν λέγουσιν, «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν»39, ὁ δὲ νοῦς μελετᾷ τὸ πῶς νὰ βιάσῃ τὸν χρεωφειλέτην, καὶ πῶς νὰ ἐκδικηθῇ τὸν ἐχθρὸν αὐτοῦ· τὸ μὲν στόμα παρακαλεῖ καὶ λέγει, «Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ»40, ἡ δὲ ψυχὴ συλλογίζεται πῶς νὰ ἐκτελέσῃ τὰ πονηρὰ ἔργα τοῦ διαβόλου· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός»41 κραυγάζει τὸ στόμα· ἡ δὲ καρδία ἐξερεύγεται τὰς ἀκαθαρσίας τῆς ἁμαρτίας. Τοιαύτη δὲ προσευχὴ οὐκ ἔστι προσευχή, ἀλλὰ καπνὸς δυσώδης καὶ ἀποτρόπαιος· αὐτὴ ἡ προσευχὴ ἐστὶν ἐκείνη, περὶ ἧς ὁ ἅγιος τοῦ Θεοῦ προφήτης εἶπε, «Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν»42.

Ἀκούσατε, ἀγαπητοί μου ἀδελφοί, τῆς φωνῆς τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἥτις διδάσκει ἡμᾶς τὸν τρόπον τῆς ἀληθινῆς προσευχῆς· «Σὺ δέ», λέγει, «ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖον σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ»43. Ταῦτα διδάσκουσι τὴν προσευχὴν τὴν ἀπόκρυφον· ἡ δὲ ἀπόκρυφος προσευχὴ γίνεται οὐχ ὅταν εἰσέλθῃς εἰς τὸ ὑλικὸν ταμιεῖον τοῦ οἴκου σου, οὐδὲ ὅταν κλείσῃς τὰς ὑλικὰς αὐτοῦ θύρας· διότι καὶ τότε παρατηροῦσί σε οἱ ἄνθρωποι· ἀλλ’ ὅταν κλείσας τὴν θύραν τῶν σωματικῶν περισπασμῶν καὶ φροντίδων, προσηλώσῃς ὅλον τὸν νοῦν σου εἰς τὸν Θεόν· Ἀλλὰ τὶς δύναται, λέγεις, νὰ κατορθώσῃ τοιοῦτον κατόρθωμα; θέλω, καὶ ἀγωνίζομαι, ἵνα εἰς τὸν καιρὸν τῆς προσευχῆς μένῃ ὁ νοῦς μου ἀσάλευτος καὶ εἰς τὸν Θεὸν προσηλωμένος· ἀλλ’ αὐτὸς ἔχει πτερά, αὐτὸς διὰ παντὸς κινεῖται, μετὰ βίας μίαν στιγμὴν ἵσταται, ἔπειτα εὐθὺς πετᾷ ἔνθεν κᾀκεῖθεν, ἀναβαίνει, καταβαίνει, φεύγει, τρέχει, φθάνει εἰς πάντα τόπον, καταντᾷ πολλάκις καὶ εἰς αὐτοὺς τοὺς πονηροὺς διαλογισμούς. Τὸ ἔργον τοῦτο οὐκ ἔστι τοσοῦτον δύσκολον, ὅσον φαίνεται· συμβουλεύει περὶ τούτου ὁ σοφὸς Σειρὰχ συμβουλήν, τὴν ὁποίαν ὅστις φυλάξῃ, ἐκεῖνος προσεύχεται προσευχὴν εὐπρόσδεκτον τῷ Θεῷ καὶ εὐάρεστον», «Μὴ δευτερώσῃς», λέγει, «λόγον ἐν προσευχῇ σου»44. Ἵνα δὲ κατανοήσῃς τὶ διδάσκει οὗτος ὁ ἅγιος διδάσκαλος, ἄκουσον· Πᾶς ἄνθρωπος ἔχει δύο λόγους, τὸν ἐνδιάθετον καὶ τὸν προφορικόν· τὸν ἐνδιάθετον γεννᾷ ὁ νοῦς, τὸν προφορικὸν σχηματίζει τὸ στόμα· ὁ ἐνδιάθετος ἐστὶ κρυπτὸς καὶ ἀνήκουστος, ὁ προφορικὸς ἐστὶ φανερὸς καὶ ἀκουστός· ὅταν ὁ ἐνδιάθετος συμφωνῇ μετὰ τοῦ προφορικοῦ, ἤγουν ὅταν ἐκεῖνο, ὅπερ συλλογίζεται ὁ νοῦς σου, τοῦτο αὐτὸ λαλῇ καὶ τὸ στόμα σου, τότε εἶς καὶ μόνος ἐστὶν ὁ λόγος σου· ὅταν δὲ ἄλλος ὁ ἐνδιάθετος καὶ ἄλλος ὁ προφορικός, ἤγουν ὅταν ἄλλο συνλλογίζησαι, καὶ ἄλλο λαλῇς, τότε δύο ἔχεις λόγους. Ἐὰν λοιπόν, ὅταν προσεύχησαι, τὸν λόγον, ὅν προφέρει τὸ στόμα σου, τὸν αὐτὸν συλλογίζεται καὶ ὁ νοῦς σου, τότε οὐ δευτεροῖς τὸν λόγον σου, ἐπειδὴ ἕνα λόγον ἔχεις καὶ τὸν αὐτὸν καὶ εἰς τὸν νοῦν καὶ εἰς τὸ στόμα· ἐὰν δὲ εἰς τὸν καιρὸν τῆς προσευχῆς ἄλλο λαλῇ τὸ στόμα σου καὶ ἄλλο συλλογίζηται ὁ νοῦς σου, τότε δευτεροῖς τὸν λόγον σου, ἐπειδὴ ἔχεις δύο λόγους, ἄλλον εἰς τὸ στόμα καὶ ἄλλον εἰς τὸν νοῦν. Ὅταν λοιπὸν προσεύχησαι, βάλλε προσοχὴν καὶ ἅκραν ἐπιμέλειαν, ἵνα ἀκούῃ τὸ ὠτίον σου, ὅσα ἐκφωνεῖ τὸ στόμα σου, καὶ αἰσθάνηται ἡ ψυχή σου, ὅσα λαλεῖ ἡ γλῶσσά σου, καὶ συλλογίζηται ὁ νοῦς σου ἐκεῖνα, ὅσα λαλεῖ τὸ στόμα σου· τότε οὐδόλως δευτεροῖς τὸν λόγον σου, ἀλλ’εἶς καὶ ὁ αὐτὸς λόγος ἐστὶν εἰς τὸ στόμα σου καὶ εἰς τὸν νοῦν σου. Τότε δὲ ἀληθῶς εἰσῆλθες εἰς τὸ ταμιεῖον σου, καὶ ἔκλεισας τὴν θύραν σου· τότε ἀληθῶς ἡ προσευχή σου ἀναβαίνει ὡς θυμίαμα ἐνώπιον Κυρίου, καὶ καταβιβάζει οὐρανόθεν τὴν τῶν ἁμαρτιῶν σου συγχώρησιν καὶ τὰ μεγάλα τοῦ φιλανθρώπου Θεοῦ χαρίσματα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

_______________________

  1. Α΄ Πέτρου, β΄, 25.
  2. Ἰωαν. ιζ΄, 1.
  3. Ἰωαν. ιζ΄, 2.
  4. Ἰωαν. ιζ΄, 5.
  5. Ἰωαν. ιζ΄, 9.
  6. Ἰωαν. ιζ΄ 20.
  7. Ψλμ. ρλδ΄, 1.
  8. Ψλμ. κθ΄, 2.
  9. Ψλμ. ν΄, 3.
  10. Ἦσ. μ΄, 22.
  11. Γεν. α΄, 14.
  12. Γαλ. η΄, 7,8.
  13. Α΄ Θεσ. ε΄, 17, 11.
  14. Γεν. δ΄, 4.
  15. Γεν. δ΄, 16.
  16. Γεν. η΄, 20.
  17. Γεν. ιβ΄, 8, Γεν. κστ΄, 25.
  18. Γεν. κη΄, 18, 20.
  19. Ματθ. κστ΄, 41.
  20. Ματθ. στ΄, 6.
  21. Ματθ. στ΄, 9.
  22. Λουκ. θ΄, 28.
  23. Λουκ. ια΄, 1.
  24. Ἰωαν. ια΄, 41.
  25. Ματθ. κστ΄, 39.
  26. Λουκ. κβ΄, 41.
  27. Ἰωαν. ιζ΄, 1.
  28. Λουκ. κγ΄, 34.
  29. Λουκ. κγ΄, 46.
  30. Ματθ. ζ΄, 7.
  31. Μαρκ. ια΄, 24.
  32. Α΄ Βασ. α΄, 10.
  33. Ἰακωβ. ε΄, 17, 18.
  34. Β΄ Βασ. ιβ΄, 13.
  35. Β΄ Παραλ. λγ΄, 13.
  36. Λουκ. ιη΄, 13.
  37. Λουκ. κγ΄, 42.
  38. Α΄ Κορ. ιδ΄, 11.
  39. Ματθ. στ΄, 12.
  40. Ματθ. στ΄, 13.
  41. Ψλμ. ρη΄, 6.
  42. Ματθ. στ΄ 6.
  43. Σειρ. ζ΄, 14.

 

 

Τέλος καὶ τῷ Θεῷ δόξα.

Δείτε την ομιλία στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 108 – Έκδοσις 1840), πατώντας εδώ [1] (21/5/2015)

 

(Ψηφιοποίηση και επιμέλεια κειμένου για την alopsis.gr [2]: Στυλιανή)

Κοινοποίηση:
[3] [4]