(Ματθ. 14, 14-22)
– Ο απ. Ματθαίος αναφέρει ότι οι μαθητές είπαν στον Ιησούν, να απολύσει το πλήθος, ενώ ο απ. Ιωάννης αναφέρει ότι ο Ιησούς είπε προς τον Φίλιππον, από που να αγοράσουν άρτους για να φάει το πλήθος. Είναι αυτά τα ιστορούμενα υπό των αποστόλων αντίθετα;
– Γιατί ο Ιησούς λέγει στους μαθητές του να μοιράσουν αυτοί τις τροφές και δεν την δίνει ο Ίδιος;
– Όπου υπάρχει αδυναμία φύσεως εκεί ενεργεί η δύναμις και η τελειότης της χάριτος.
– Γιατί ο Ιησούς ζήτησε να του πάνε τους πέντε άρτους και τους δύο ιχθύες και δεν πραγματοποίησε το θαύμα Του με έναν Του μόνο λόγο;
– Γιατί ο Ιησούς προσέταξε να καθίσει ο λαός στο χορτάρι κατά ομάδες;
– Αφού ο ίδιος έχει την εξουσία να πράξει το θαύμα γιατί κοιτάζει προς τον ουρανόν πριν την πραγματοποίησή του;
– Τι διδασκόμαστε από την ευλογία των τροφών υπό του Ιησού;
– Γιατί ο Ιησούς κόβει τους άρτους πριν τους δώσει στους μαθητές Του, για να τους δώσουν αυτοί με την σειρά τους στον λαό;
– Γιατί ενώ χόρτασε ο λαός επερίσσευσαν οι τροφές; Και γιατί δώδεκα κοφίνια και όχι λιγότερα ή περισσότερα;
***
Ἀρχιεπισκόπου Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ἐρμηνεία εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον τῆς Η΄ Κυριακῆς
Εἰς τυφλοὺς καὶ χωλούς, κυλλοὺς καὶ λεπρούς, ὑδρωπικοὺς καὶ παραλύτους, κωφοὺς καὶ ἀλάλους, ποῤῥέσοντας, αἱμοῤῥοῦντας, δαιμονιζομένους ἔδειξεν ὁ Θεάνθρωπος Ἰησοῦς τὴν θείαν Αὐτοῦ εὐσπλαγχνίαν, καὶ τὴν ἄπειρον Αὐτοῦ δύναμιν· ἐθεράπευσε πᾶσαν νόσον καὶ ἀσθένειαν, ἐδίωξε δαιμόνια, ἀνέστησε νεκρούς, ἐξήγειρε καὶ ἐκ τοῦ τάφου τὸν τεταρταῖον Λάζαρον· ἐποίησε θαυμάσια πολλά, μεγάλα καὶ ἐξαίσια. Καὶ ἄλλο δὲ εἶδος θαύματος ἐκήρυξε σήμερον τὸ ἱερὸν εὑαγγέλιον, μέγα ὁμοίως καὶ θαυμασιώτατον· διὰ πέντε ἄρτων, καὶ δύο ὀψαρίων ἐχόρτασε πεντακισχιλίους ἄνδρας χωρὶς τῶν ἐκεῖ εὑρεθεισῶν γυναικῶν καὶ τῶν παιδίων· ἐπερίσσευσαν δὲ ἄρτων κόμματα δώδεκα κοφίνου πλήρεις. Τοῦτο οὐ μόνον ἀποδεικτικόν ἐστι τῆς τοῦ Ἰησοῦ Χριστοῦ εὐσπλαγχνίας καὶ παντοδυναμίας, ἀλλὰι καὶ ἐνστάζει εἰς τὰς καρδίας τῶν εἰς Αὐτὸν πιστευόντων θάῤῥος πολὺ καὶ ἐλπίδα μεγάλην. Ὅστις μετὰ πίστεως ἀνοίξῃ τὴν ἀκοήν, καὶ μετὰ εὐλαβείας προσηλώσῃ τὸν νοῦν αὐτοῦ εἰς τὴν ἑρμηνείαν τῶν σημερινῶν λόγων, ἐκεῖνος βλέπει τοῦ Θεοῦ τὴν πρόνοιαν οὐ μόνον θεραπεύουσαν τὰς ἀσθενείας ἡμῶν, ἀλλὰ καὶ προφθάνουσαν πᾶσαν χρείαν καὶ ἀπαλλάτουσαν ἡμᾶς πάσης ἀνάγκης. Διότι οὖν ἀκοήν, προσοχήν, πίστιν, εὐλάβειαν, ἵνα ἔλθῃ εἰς τὰς καρδίας ὑμῶν τοῦ Θεοῦ ἡ ἐλπὶς ἡ ἁγία καὶ σωτήριος.
Τῷ καιρῷ ἐκείνῳ εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ εὐσπλαγχνίσθη ἐπ’ αὐτούς, καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν.1
Ἀκούσας ὁ Κύριος τὴν ἄδικον σφαγὴν τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου2, ἀνεχώρησεν ἀπὸ τῶν Ἱεροσολύμων, καὶ ἦλθεν εἰς τὴν ἔρημον τὴν πλησίον τῆς πόλεως Βηθσαϊδά, ἵνα μετὰ τῶν μαθητῶν Αὐτοῦ ἀναπαυθῇ ἐκεῖ κατὰ μόνας. Μαθὸν δὲ τὸ πλῆθος τοῦ λαοῦ τῶν πέριξ πόλεων, ὅτι ἀνεχώρησεν ἀπὸ τῆς Ἱερουσαλήμ, εὐθὺς σὺν γυναιξὶ καὶ τέκνοις μετὰ τοσαύτης σπουδῆς ἔτρεξαν ὀπίσω Αὐτοῦ, καὶ ἦλθον εἰς τὴν ἔρημον ἐκείνην, ὥστε οὐδεμίαν τροφὴν μεθ’ ἑαυτῶν ἔλαβον. Ἰδὼν δὲ ὁ πολυεύσπλαγχνος τὴν τοσαύτην πίστιν καὶ προθυμίαν αὐτῶν, εὐσπλαγχνίσθη ἐπ’ αὐτούς, καὶ πρῶτον μὲν ἐδίδαξεν αὐτοὺς πολλά, ὡς λέγει ὁ εὐαγγελιστὴς Μάρκος, ἔπειτα, κἄν οὐδεὶς Αὐτὸν παρεκάλεσεν, ἰάτρευσε πάντας τοὺς ἀῤῥώστους, ὅσους ἐκεῖ ἔφερον. Ἐκ τούτου ἐλπὶς μεγάλη βλαστάνει εἰς τὰς καρδίας ἡμῶν· ἐὰν ὁ φιλάνθρωπος χωρίς τινας μεσιτείας διὰ μόνην τὴν πίστιν καὶ προθυμίαν τοῦ λαοῦ σπλαγχνισθεὶς ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν, πολλῷ μᾶλλον σπλαγχνίζεται ἐφ’ ἡμᾶς, ὅταν ἡμεῖς, ἀσθενεῖς ὄντες, μετὰ πίστεως καὶ εὐλαβείας ἐκτείνοντας τὰς χεῖρας, παρακαλῶμεν Αὐτόν, ἵνα ἱατρεύσῃ τὰς ἀσθενείας ἡμῶν. Ὡς φαίνεται δὲ πολλὰς ὥρας παρέτειενεν ὁ Θεάνθρωπος τῆς διδασκαλίας τὸν λόγον, ἤ τοσοῦτον ἦν τὸ πλῆθος τῶν ἀῤῥώστων, ὥστε ἕως ἄν πλησιάσῃ ὁ καθεὶς εἰς Αὐτόν, καὶ λάβῃ τὴν ἴασιν, παρῆλθεν ἡ ἡμέρα καὶ ἔφθασε τὸ ἐσπέρας· διότι λέγει ὁ εὐαγγελιστής·
Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· ἔρημος ἐστὶν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα, ἀπελθόντες εἰς τὰς κώμας, ἀγοράσωμεν ἑαυτοῖς βρώματα3.
Ἐπειδὴ ἔφθασε τὸ ἐσπέρας, βλέποντες οἱ θεῖοι ἀπόστολοι τοσοῦτον πλῆθος ἀνθρώπων, οἴτινες ἦσαν νήστεις, καὶ τὸν τόπον ἔρημον, δεικνύοντες τὴν πρὸς τὸν πλησίον ἀγάπην καὶ τὴν ποιμαντικὴν φροντίδα, ἐπλησίασαν πρὸς τὸν ἀρχιποίμενα Χριστόν, καὶ εἶπον αὐτῷ· ἐπειδὴ ὁ τόπος οὗτος ἐστὶν ἔρημος, καὶ ἡ ὥρα παρῆλθεν, οὐδεμίαν τροφὴν εὑρίσκει ὁ λαός· διὸ ἀπόλυσον αὐτούς, ἵνα ὑπάγωσιν εἰς τὰς πλησίον μικρὰς (πόλεις), καὶ ἀγοράσωσι τροφάς. Σημείωσαι δέ, ὅτι ὁ μὲν Ματθαῖος εἶπεν ὅτι οἱ μαθηταί, προσελθόντες πρὸς τὸν Ἰησοῦν Χριστόν, εἶπον αὐτῷ ταῦτα· ὁ δὲ Ἰωάννης λέγει, ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶπε πρὸς τὸν Φίλιππον, «Πόθεν ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;» Καὶ μὴ νομίσῃς, ὅτι ἐναντία εἰσὶ τὰ ὑπὸ τῶν εὐαγγελιστῶν ἱστορούμενα· διότι ὁ Ἰωάννης ἔγραψε τὸ πρότερον γενόμενον καὶ ὑπὸ τοῦ Ματθαῖου σιωπηθέν· πρῶτον ὁ Ἰησοῦς, «Ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ» καὶ ἰδὼν τὸ πολὺ πλῆθος τοῦ λαοῦ, εἶπε πρὸς τὸν Φίλιππον, «Πόθεν ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;»4 ἔπειτα ἐλθόντες οἱ μαθηταί, εἶπεν αὐτῷ τὰ ὑπὸ τοῦ Ματθαίου ἱστορηθέντα. Καλῶς δὲ τοῦτο ἐσημείωσεν ὁ Ἰωάννης· διότι ἐκ τούτου πληροφορούμεθα, ὅτι ὁ Θεὸς καὶ πρὸ τῆς αἰτήσεως ἡμῶν βλέπει τὴν ἀνάγκην ἡμῶν, καὶ ὡς φιλάγαθος πατὴρ φροντίζει περὶ τῆς θεραπείας αὐτῆς· ἐκ τούτου δὲ ἀναζωοποιεῖται εἰς τὰς καρδίας ἡμῶν ἡ πρὸς τὸν Θεὸν ἐλπίς, καὶ ἐπιστηρίζεται, καὶ ἀναθάλλει. Τὶ δὲ ἀπεκρίθη ὁ Ἰησοῦς Χριστός, ὅτε ταῦτα εἶπον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ;
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν5.
Βλέπε τῶν λόγων τοῦ Θεανθρώπου τὴν ταπείνωσιν εἰπὼν «Οὐδεμίαν ἔχουσι χρείαν», ἵνα ἀπελθόντες ἀγοράσωσι τροφάς, οὐ λέγει Ἐγὼ δώσω, καὶ χορτάσω αὐτούς, ἀλλὰ «Δότε», λέγει, «ὑμεῖς αὐτοῖς φαγεῖν»· ὑμεῖς θρέψατε αὐτούς. Τοῦτο δὲ καὶ ἐγένετο· διότι αὐτὸς μέν, ὡς κατωτέρῳ διηγεῖται ὁ εὐαγγελιστής, διὰ τῆς εὐλογίας αὐτοῦ ἐπλήθυνε τοὺς ἄρτους καὶ τὰ ὀψάρια· οἱ δὲ μαθηταὶ αὐτοῦ ἔδωκαν αὐτὰ εἰς τὸν πεινῶντα λαὸν καὶ ἐχόρτασαν αὐτόν. Σὺ δὲ σημείωσον, ὅτι, ὅπου ἀπορία καὶ ἀδυναμία φύσεως, ἐκεῖ ἐνεργεῖ ἡ δύναμις καὶ ἡ τελειότης τῆς χάριτος, καθὼς διὰ στόματος τοῦ θεηγόρου Παύλου εἶπεν ὁ Θεός, «Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται»6. Διὰ τοῦτο πρῶτον ἐφανερώθη εἰς πάντας ἡ κατὰ φυσικὸν λόγον ἀπορία τῶν τροφῶν, ἔπειτα ἔλαμψε τῆς παντοδυνάμου δεξιᾶς ἡ χάρις· ἡ ἀπόκρισις τῶν ἀποστόλων ἐφανέρωσεν εἰς πάντας, ὅτι οὐδεὶς τρόπος εὑρίσκετο πρὸς τὸ θρέψαι εἰς τὴν ἔρημον ἐκείνην τόσας λαοῦ χιλιάδας.
Οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰμὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.7
Εἰς ταύτην, λέγουσι, τὴν ἔρημον οὐκ ἔχομεν εἰμὴ πέντε ἄρτους καὶ δύο ὀψάρια. Ἐκ τούτου φαίνεται, ὅτι οἱ θεῖοι ἀπόστολοι προλαβὸν ἑρεύνησαν, ἐὰν ὁ λαὸς ἐκεῖνος ἔφερε τροφάς· πλατύτερον δὲ τοῦτο ἱστορεῖ ὁ εὐαγγελιστὴς Ἰωάννης, λέγων, ὅτι ὁ ἀπόστολος Ἀνδρέας ἀπεκρίθη τῷ Ἰησοῦ, «Ἕστι παιδάριον ἕν ὦδε, ὅ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ τί ἐστὶν εἰς τοσούτους»8; Αὕτη δὲ ἡ περιεστατωμένη ἀπόκρισις ἐφανέρωσεν οὐ μόνον τὴν προλαβοῦσαν ἀκριβῆ ἕρευναν, ἀλλὰ καὶ τὴν ποιμαντικὴν τῶν ἀποστόλων μέριμναν καὶ φιλόστοργον περιποίησιν ὑπὲρ τῶν πεινώντων. Πρὸς ταῦτα δὲ ἰδοὺ τί ἀποκρίνεται ὁ Ἰησοῦς.
Ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὦδε· καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε, καὶ κλάσας, ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις9.
Ἀκούσατε πόσα μαθήματα περιέχουσι ταῦτα τοῦ Ἰησοῦ Χριστοῦ τὰ λόγια· πρῶτον «Φέρετέ μοι», λέγει, «αὐτοὺς ὦδε»· ἔπειτα προστίθησι «Καὶ λαβὼν τοὺς πέντε ἄρτους, καὶ τοὺς δύο ἰχθύας». Ἠθέλησεν ὁ φιλάνθρωπος οὐχὶ μόνον ἰδεῖν, ἀλλὰ καὶ ἰδίαις χερσὶ ψηλαφῆσαι τὴν τροφὴν τὴν εἰς τοὺς πεινῶντας δοθησομένην, ἵνα μάθῃς πόση προσοχὴ καὶ ἐπιμέλεια ἀναγκαία ἐστὶ διὰ τὴν ἐλεημοσύνην. Διὰ τοῦ ἔργου τούτου λέγει σοι ὁ Κύριος· Βλέπε καὶ ψηλάφα τὴν τροφὴν ἤ τὸ ἱμάτιον ἤ ὅ,τι ἄλλο δίδως εἰς τὸν πτωχόν· διότι, ἐὰν μηδὲ ἴδῃς μηδὲ ψηλαφήσῃς, ἀλλ’ ἐμπιστεύσῃς εἰς τὸν δοῦλον σου ἤ εἰς ἄλλον τινὰ τὸ ἔργον, ἐκεῖνος, ἐὰν τύχῃ κακότροπος, δίδωσι τῷ πτωχῷ ἤ ὀλίγον ἤ τὸ εὐτελέστερον καὶ ἄχρηστον. Δεύτερον «Καὶ κελεύσας λέγει τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρους»· τοῦτο ἐκφράζει πλατύτερον ὁ θεηγόρος Μάρκος, λέγων, ὅτι προσέταξεν ὁ Ἰησοῦς Χριστός, ἵνα πάντες οἱ λαοὶ καθίσωσιν ἐπάνω εἰς τὸν χλωρὸν χόρτον μεμερισμένοι ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα, συμπόσια συστήσαντες, ὥσπερ ποιοῦσιν οἱ εἰς τὸν αὐτὸν μὲν τόπον, εἰς διάφορα δὲ τραπέζια καθήμενοι· «Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα»10. Αὕτη ἡ διάταξις ἐποίησε τὸ μὲν θαῦμα ὁρατὸν εἰς πάντας, τὴν δὲ διανομὴν τῶν τροφῶν εὔκολον καὶ ἰσόμετρον· ἔπαυσε δὲ πάντα θόρυβον, ὥστε μετὰ εὐταξίας καὶ εὐσχημοσύνης καὶ ἡσυχίας ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. Σὺ δέ, μαθὼν ἐκ τούτου, ὅτι ἡ εὐταξία ἀρεστή ἐστι τῷ Θεῷ καὶ ὠφέλιμος, πράττε πάντα τὰ ἔργα σου οὐχὶ ἀτάκτως καὶ μετὰ θορύβου, ἀλλ’ εὐτάκτως καὶ μεθ’ ἡσυχίας, καθὼς καὶ ὁ οὐρανοβάμων Παῦλος παραγγέλει σοι, λέγων, «Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γενέσθω»11. Τρίτον, καὶ βλέπει μὲν ἄνω εἰς τὸν οὐρανόν, ἵνα διδάξῃ, ὅτι ἐκ τοῦ οὐρανοῦ κατέβη, καὶ ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ πάντα ποιεῖ σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Τέταρτον, εὐλογεῖ δὲ τοὺς ἄρτους καὶ τοὺς ἰχθύας, ὡς ὁ θεηγόρος Λουκᾶς ἐπιβεβαιοῖ, λέγων, «Λαβὼν τοὺς πέντε ἄρτους, καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν αὐτούς»12. – «Ἵνα ἡμεῖς τοῦτο μαθόντες», λέγει ὁ θεῖος Χρυσόστομος, «ἐπὶ τραπέζης τοῦτο ἀεὶ ποιῶμεν»13· ἤγουν, ἵνα καὶ ἡμεῖς κατὰ τοῦτο τὸ παράδειγμα τοῦ Ἰησοῦ Χριστοῦ εὐλογῶμεν τὰς τροφὰς ἡμῶν πρὶν ἤ καθίσωμεν ἐν τῇ τραπέζῃ καὶ γευθῶμεν τῆς ἐν αὐτῇ προκειμένης βρώσεως καὶ πόσεως. Πέμπτον, κόπτει μετὰ ταῦτα τοὺς ἄρτους, καὶ δίδωσιν αὐτοὺς εἰς τῶν μαθητῶν τὰς χεῖρας. Ὥσπερ δὲ εἰς τὸν καιρὸν τοῦ προφήτου Ἠλιοὺ ἐπλήθυνεν ὁ Θεὸς τὴν δράκα τοῦ ἀλεύρου καὶ τὸ ἔλαιον τὸ ἐν τῷ καμψάκῃ εἰς τὰς χεῖρας τῆς Σαρεπτίας, οὕτω τότε ὁ Ἰησοῦς Χριστὸς ἐπολλαπλασίασε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας εἰς τὰς χεῖρας τῶν ἀποστόλων. Καθὼς δὲ τὸ ὕδωρ ἐκ τῆς πηγῆς, οὕτως οἱ ἄρτοι καὶ οἱ ἰχθύες ἐκ τῶν χειρῶν αὐτῶν ἀνέβλυζον, καὶ ὑπ’ αὐτῶν διεμερίζοντο εἰς τὰς χιλιάδας τοῦ ἐκεῖ λαοῦ. Ἐκ τούτου μανθάνομεν, ὅτι εἴτι καὶ ἄν δώσωμεν εἰς τοὺς πτωχούς, δίδομεν ἐκ τῶν δοθέντων ἡμῖν ὑπὸ τοῦ Θεοῦ· ἔτι δέ, καὶ ὅτι ἡ ἐλεημοσύνη πολλαπλασιάζει εἰς τοῦ ἐλεήμονος τὰς χεῖρας τὰ ἀγαθὰ αὐτοῦ. Ἔδωκεν οὖν ὁ Ἰησοῦς τοὺς ἄρτους εἰς τῶν μαθητῶν τὰς χεῖρας, ἐμέρισε δὲ καὶ τὰ ὀψάρια, ὡς ἱστορεῖ ὁ ἱερὸς Μάρκος14· οἱ δὲ μαθηταὶ διένειμον αὐτὰ εἰς τὸ πλῆθος τοῦ λαοῦ.
Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις· οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων15.
Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου! Κἄν εἰς μικρότατα καὶ σχεδὸν ἀόρατα ψιχία διαμερίσῃς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, μόλις ἕν μόνον ψιχίον λαμβάνει ἕκαστος τῶν πέντε χιλιάδων· καὶ ὅμως τόσον ἔλαβεν ὁ κάθεὶς αὐτῶν, ἔτι δὲ καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, ὥστε οὐ μόνον ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, ἀλλὰ καὶ ἐπερίσσευσαν δώδεκα κόφινοι πλήρεις. Ἐπερίσσευσαν μὲν οἱ ἄρτοι καὶ οἱ ἰχθύες, ἵνα μὴ φάντασμα φανῇ τὸ θαῦμα· δώδεκα δὲ κόφινοι τὸ περίσσευμα, ἵνα ἕκαστος τῶν ἀποστόλων λάβῃ ἀνὰ ἕνα κόφινον· κλάσματα δέ, ἤγουν κομμάτια, καὶ οὐχὶ ἄρτοι καὶ ἰχθύες ὁλόκληροι ἐπερίσσευσαν, ἵνα ἐμφαίνωσιν, ὅτι λείψανα ἦσαν τῶν εὐλογηθέντων καὶ διατμηθέντων πέντε ἄρτων καὶ δύο ἰχθύων, ἤ πῶς οἱ ἄρτοι καὶ οἱ ἰχθύες ἐπληθύνοντο καὶ ἀνέβλυζον ἐκ τῶν χειρῶν τῶν ἀποστόλων, ἤ πῶς οὐδὲ ὀλιγώτερον, οὐδὲ περισσότερον, ἀλλὰ δώδεκα κόφινοι πλήρεις ἐπερίσσευσαν; Εἷς μόνος οἶδε τὸ πῶς, δηλαδὴ ὁ ταῦτα ποιήσας Θεός. Μόλις δὲ τὸ θαῦμα τέλος ἔλαβε·
Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους16.
Μετὰ τὸ θαῦμα ἤθελεν ὁ Θεάνθρωπος, ὡς φαίνεται ἐκ τῶν κατωτέρῳ λόγων τοῦ αὐτοῦ εὐαγγελιστοῦ Ματθαίου, ἵνα ἀναβὰς μόνος εἰς τὸ ἐκεῖ ὄρος, προσευχηθῇ17· οἱ δὲ καλοὶ καὶ ἠγαπημένοι αὐτοῦ μαθηταὶ οὐκ ἤθελον χωρισθῆναι ἀπ’ αὐτοῦ· διὸ καὶ ἠνάγκασεν αὐτοὺς εὐθὺς ὁ σωτὴρ καὶ διδάσκαλος, ἵνα, ἕως οὗ αὐτὸς ἀπολύσῃ τοὺς ὄχλους, οἴτινες διὰ ξηρᾶς ἔμελλον ἐπιστρέψαι εἰς τὰ ἴδια, ἐκεῖνοι, ἐμβάντες εἰς τὸ πλοῖον, προπορευθῶσιν εἰς τὸ πέραν, ἤγουν εἰς τὸ περαιτέρω, ὅπου ἦν ἡ Βηθσαϊδά18. Ἐδίδαξε δὲ διὰ τούτου, ὅτι πρέπον ἐστίν, ἵνα καὶ περὶ τῆς ὠφελείας τῶν ἀδελφῶν διὰ παντὸς φροντίζωμεν, καὶ τῆς κατὰ μόνας προσευχῆς τὸ ἔργον μηδέποτε ἐγκαταλιμπάνωμεν.
_______________
Σημειώσεις:
- Ματ. ιδ΄, 1, 4.
- αὐτ. 14, 12, 13 & Μαρκ. στ΄, 32, 34.
- Ματ. ιδ΄, 15.
- Ἰωαν. στ΄, 5.
- Μαρ. ια΄, 16.
- Β΄ Κορ. ιβ΄, 9.
- Ματ. ιδ΄, 17.
- Ἰωαν. στ΄, 9.
- Ματ. ιδ΄, 18, 19.
- Μαρκ. στ΄, 29, 49.
- Α΄ Κορ. ιδ΄, 40.
- Λουκ. θ΄, 16.
- Ἐν τῇ εἰς τὸ κατὰ Ματθ. σειρᾶς.
- Μαρκ. στ΄, 41.
- Ματ. ιδ΄, 29.
- Ματ. ιδ΄, 22.
- αὐτ. ιδ΄, 23.
- Μαρκ. στ΄, 45.
Δείτε την ερμηνεία του Ευαγγελίου στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 217 – Έκδοσις 1840), πατώντας εδώ (31/7/2014)



Posted in
Tags: 



