Κυριακή Ε’ Ματθαίου: Ερμηνεία του Ευαγγελίου (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(27 άτομα το έχουν διαβάσει)

(Ματθ. η’ 28 – 34, θ’ 1)

  • Η έρευνα των λόγων του Θεού είναι έργο της ευλάβειας και προθυμίας των πιστών, η κατανόηση όμως αυτών των λόγων και η εξ αυτών καρποφορία, είναι έλεος του πανοικτίρμονος Θεού.
  • Γιατί ο Μάρκος και ο Λουκάς στη διήγηση του θαύματος αναφέρουν ένα δαιμονιζόμενο στη χώρα των Γαδαρηνών, ενώ ο Ματθαίος στη δική του, αναφέρει δύο δαιμονιζόμενους και στην χώρα των Γεργεσηνών;
  • Γιατί οι δαιμονιζόμενοι ζούσαν στα μνήματα;
  • Θα κριθούν και οι δαίμονες κατά την ημέρα της Κρίσεως;
  • Γιατί οι δαίμονες παρεκάλεσαν να εισέλθουν στην αγέλη των χοίρων και γιατί ο Κύριος τους έδωσε άδεια;
  • Γιατί ο δικαιότατος Θεός επέτρεψε να ζημιωθούν οι ιδιοκτήτες των χοίρων;
  • Γιατί οι κάτοικοι της πόλης ζήτησαν από τον Ιησούν να φύγει από την περιοχή τους, αντί να θαυμάσουν και να ευχαριστήσουν για την θεραπεία των δαιμονιζόμενων;

 

***

 

Ἀρχιεπισκόπου Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη 

Ἑρμηνεία εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον τῆς Ε΄ Κυριακῆς

 

Καθὼς ὁ βοτανικὸς ὁ ἔμπειρος ὅσον ἐρευνᾷ τῶν χόρτων τὰ ἰδιώματα, τόσον ἀρμοδιώτερα εὑρίσκει τῶν ἀσθενειῶν τοῦ σώματος τὰ ἀντιφάρμακα, οὕτω καὶ ὁ εὐλαβὴς χριστιανός, ὅσον στοχάζεται τοῦ Θεοῦ τὰ λόγια, τόσον περισσότερον εὑρίσκει τῶν παθῶν τῆς ψυχῆς τὰ βότανα. Ἐὰν ἀπερισκέτπως ἤκουσας τὴν σημερινὴν τοῦ Εὐαγγελίου ἱστορίαν, μίαν μόνην θαυματουργίαν κατενόησας, ἤγουν τὴν τῶν δαιμονιζομένων θεραπείαν· ἐὰν δὲ περιεργασθῇς πάσας ταὰς περιστάσεις τῆς ἱστορίας, εὑρίσκεις νοήματα εἰς τὴν ψυχήν σου πολλὰ ὠφέλιμα. Διὰ τοῦτο ὁ μὲν Θεάνθρωπος Ἰησοῦς παρήγγειλε τοῖς Ἰουδαῖοις, ἵνα ἑρευνῶσι τὰς θείας γραφάς, καθότι ἐκεῖναι παρέχουσι τὰς περὶ αὐτοῦ μαρτυρίας· «Ἑρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεὶναι εἰσὶν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ»·1 ὁ δὲ προφητάναξ Δαβὶδ μακαρίζει ἐκείνους, οἵτινες, ἐξ ὅλης καρδίας ἐκζητοῦντες μαθεῖν τὰ περὶ τοῦ Θεοῦ, ἑρευνῶσι τὰ θεία Αὐτοῦ λόγια «Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν»·2 Ἡ τοιαύτη ἕρευνα φωτίζει τὸν νοῦν εἰς τὴν γνῶσιν καὶ διάκρισιν τῶν καλῶν καὶ πονηρῶν ἔργων καὶ θερμαίνει τὴν ψυχὴν εἰς τὸν γλυκερὸν ἔρωτα τοῦ ὄντως ἐρασμίου καὶ ἀγαπητοῦ Θεοῦ· ἠ μὲν ἕρευνα τῶν τοῦ Θεοῦ λόγων ἔργον ἐστὶ τῆς εὐλαβείας ἡμῶν καὶ προθυμίας, ἡ δὲ κατανόησις αὐτῶν καὶ ἡ ἐξ αὐτῶν καρποφορία ἔλεος ἐστὶ τοῦ πανοικτίρμονος Θεοῦ, εἰς ὅν ἐλπίζοντες, προβάλλομεν τοῦ σημερινοῦ Εὐαγγελίου τὴν ἑρμηνείαν.

«Τῷ καιρῷ ἐκείνῳ ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χῶραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι, ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης»3.

Οἱ ἅγιοι εὐαγγελισταὶ Μάρκος καὶ Λουκᾶς, τὴν αὐτὴν ἱστορίαν διηγούμενοι, λέγουσιν, ὅτι εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ἐγένετο ἡ θαυματουργία4, καὶ ὅτι οὐχὶ δύο, ἀλλ’ ἕνα δαιμονιζόμενον ἐθεράπευσεν ὁ Κύριος· σὺ δὲ μὴ νομίσῃς ὅτι ἐναντιολογοῦσιν οἱ θεῖοι εὐαγγελισταί· διότι αὐτὴ ἡ πόλις ἔχει δύο ὀνόματα, Γάδαρα καὶ Γέρασα ἤ Γέργεσα5· κἄν δὲ δύο ἦσαν οἱ πόλεις, ὅμως ἡ μία ἀπεῖχε τῆς ἄλλης μόνον δύο ὥρας. Ὅθεν, ἐπειδὴ τὸ θαῦμα ἐγένετο ἔξω τῶν πόλεων, κἄν δὲ δύο ἦσαν οἱ πόλεις, ὅμως ἡ μία ἀπεῖχε τῆς ἄλλης δύο ὥρας. Ὅθεν, ἐπειδὴ τὸ θαῦμα ἐγένετο ἔξω τῶν πόλεων, ἤγουν εἰς τὸ σύνορον τῷ μεταξὺ αὐτῶν, διὰ τοῦτο οἱ μὲν δύο εὐαγγελισταὶ ἀναφέρουσι τὸ ἔργον τὸ γεγενημένον εἰς τὴν πόλιν τῶν Γαδαρηνῶν, ὁ δὲ ἄλλος εἰς τὴν τῶν Γεργεσηνῶν· περὶ δὲ τοῦ ἑνὸς καὶ τῶν δύο δαιμονιζομένων σημείωσαι, ὅτι, κἄν οἱ δύο εὐαγγελισταὶ ἑνὸς μὲν δαιμονιζομένου ἐμνημόνευσαν, τοῦ ἐπισημοτέρου καὶ γνωστοῦ τοῖς πᾶσιν, ὅστις ἦν πολίτης τῆς πόλεως τῶν Γαδαρηνῶν, ὡς μαρτυρεῖ ὁ θεῖος Λουκᾶς, οὐκ εἶπον ὅμως, ὅτι εἶς μόνος ἦν ὁ δαιμονιζόμενος· ἐπειδὴ δὲ βλέπομεν, ὅτι ὁ Μάρκος καὶ ὁ Λουκᾶς διηγοῦνται περὶ τοῦ ἑνὸς δαιμονιζομένου πολλὰ περισσότερα παθήματα6 ἥπερ ὁ Ματθαῖος περὶ τῶν δύο, εὐλογοφανῶς συμπεραίνομεν, ὅτι, κἄν καὶ οἱ δύο ἐβασανίζοντο ὑπὸ τῶν δαιμόνων, ὁ εἷς ὅμως ὁ ἐκ τῆς πόλεως ἔπασχε περισσότερον ἥπερ ὁ ἄλλος. Ὅθεν, ἐπειδὴ ὁ Ματθαῖος ἐφανέρωσε μόνον ὅσα πάθη ἔπασχον ἐπίσης καὶ οἱ δύο δαιμονιζόμενοι, διὰ τοῦτο ὁ δὲ Μᾶρκος καὶ ὁ Λουκᾶς περιγράψαντες λεπτομερῶς πάντα τὰ βασανιστήρια, ὅσα ἐποίουν οἱ δαίμονες, ἠναγκάσθησαν μνημονεῦσαι ἑνὸς μόνου δαιμονιζομένου, ἐκείνου δηλονότι, ὅστις ἐβασανίζετο περισσότερον καὶ ἦν γνωστὸς ἐπισημότερος. Ἀκούων δέ, ὅτι οἱ δαιμονιζόμενοι, ἐκ τῶν μνημείων ἐξερχόμενοι, ὑπήντησαν τῷ Κυρίῳ Ἰησοῦ, μὴ νομίσῃς, ὅτι ἡ ἀπάντησις ἐγένετο κατὰ τύχην καὶ συμβεβηκός· διότι οὐδὲν γίνεται χωρὶς τῆς τοῦ Θεοῦ εὐδοκίας καὶ θελήσεως· «Πᾶσαι αἱ τρίχες τῆς κεφαλῆς ἡμῶν ἠριθμημέναι εἰσίν». Ὁ Θεάνθρωπος, ὡς τὰ πάντα εἰδώς, σπλαγνχισθεὶς ἐπὶ τοὺς βασανιζομένους ὑπὸ τῶν δαιμόνων, ἐπίτηδες ἦλθεν ἐκεῖ κατ’ ἐκείνην τὴν ὥραν, καθ’ ἥν κατ’ οἰκονομίαν Θεοῦ οἱ δαιμονιζόμενοι ἐξῆλθον ἐκ τῶν μνημείων· διὸ καὶ ὑπήντησαν αὐτῷ. Καὶ τοῦτο δὲ περιεργείας ἄξιον, ἤγουν ὅτι ἔκπαλαι τινὲς πλανώμενοι ἐνόμιζον, ὅτι αἱ ψυχαὶ τῶν ἀποθανόντων γίνονται δαίμονες· σχεδὸν δὲ ὁμοίαν πλάνην ἔχουσιν ἄχρι τῆς σήμερον τινὲς ἀμαθέστατοι ἄνθρωποι, οἵτινες πιστεύουσι τὰ περὶ τῶν βρυκολάκκων· οἱ οὖν δαίμονες, ἵνα τὴν πονηρὰν ταύτην πλάνην στηρίξωσιν, ἠνάγκαζον τοὺς δαιμονιζόμενους, ἵνα κατοικῶσιν εἰς τὰ μνήματα7. Ἦσαν δὲ, λέγει ὁ εὐαγγελιστής, οὗτοι οἱ δαιμονιζόμενοι λίαν χαλεποί, ἤγουν πολλὰ σκληροὶ καὶ ἄγριοι, ὥστε διὰ τὰ φόβητρα καὶ τὰς ἐπιβουλὰς αὐτῶν οὐδεὶς ἠδύνατο διαπερᾶσαι δι’ ἐκείνης τῆς ὀδοῦ, ὅπου αὐτοὶ παρέμενον· τοιοῦτοι δὲ ἦσαν οὐχὶ κατὰ φύσιν ὡς ἄνθρωποι, ἀλλὰ παρὰ φύσιν ὡς ὑπὸ δαιμόνων κινούμενοι καὶ ἐνεργούμενοι. Ὅτι δὲ ὑπαντήσαντες τὸν Ἰησοῦν Χριστὸν ἐπλησίασαν εἰς Αὐτόν, τότε οἱ δαίμονες κατετρόμαξαν.

«Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τὶ ἡμῖν καὶ σοῖ, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ, ἦλθες ὦδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς»;8

Μεγάλη, Κύριε, ἡ δύναμίς σου! καὶ οἱ δαίμονες ἐγνώρισαν καὶ ὡμολόγησαν, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἐστὶν ὁ υἱὸς τοῦ Θεοῦ· «Τὶ ἡμῖν καὶ σοί», ἐκραύγασαν, ἤγουν ποίαν ὑπόθεσιν ἔχομεν μεταξὺ ἡμῶν, τὶ ζητοῦμεν ἤ ἡμεῖς παρὰ σοῦ ἤ σὺ παρ’ ἡμῶν; Ὁμοίαν φράσιν εὑρίσκεις καὶ εἰς τὸ δέκατον ἕκτον κεφάλαιον τῆς δευτέρας τῶν βασιλειῶν, καὶ εἰς τὸ τριακοστὸν πέμπτον τῆς δευτέρας τῶν παραλειπομένων, καὶ εἰς τὸ δεύτερον κεφάλαιον τοῦ κατὰ Ἰωάννην εὐαγγελίου. Ταῦτα δὲ ἐξεβόησαν οἱ δαίμονες, ἐπειδὴ ἐφοβήθησαν μήπως ὁ Ἰησοῦς Χριστός, τῇ δυνάμει τῆς θεότητος αὐτοῦ καταπέμψει αὐτοὺς εἰς τὰς βασάνους τοῦ ἅδου· μήπως ἦλθες, λέγουσιν, εἰς τὸν τόπον τοῦτον, ἵνα βασανίσῃς ἡμᾶς πρὸ καιροῦ, ἤγουν πρὸ τῆς ἡμέρας τῆς κρίσεως; Ἐκ τούτου δύο τινὰ διδασκόμεθα· πρῶτον, ὅτι οὐχὶ μόνον οἱ προαποθανόντες ἀσεβεῖς καὶ ἀμετανόητοι ἁμαρτωλοί, ἀλλ’ οὐδὲ οἱ δαίμονες ἔλαβον ἄχρι τῆς σήμερον τὴν τελείαν κόλασιν, τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως περιμένοντες· τοῦτο δὲ σαφέστατα ἐδίδαξαν καὶ οἱ δύο ἀπόστολοι, ὁ τε Πέτρος λέγων, «Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τετηρημένους»9. καὶ ὁ Ἰούδας ὁμοίως, «Ἀγγέλους τοὺς μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν, ἀλλ’ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοὶς ἀἱδίοις ὑπὸ ζόφον τετήρηκε»10.  δεύτερον, ὅτι τόσον φοβερὰ ἐστὶν ἡ κόλασις, ὥστε καὶ οἱ δαίμονες φρίττοντες αὐτήν, προκρίνουσι τῆς καταδίκης ἐκείνης τὴν μετὰ τῶν ἀκαθάρτων χοίρων συγκατοίκησιν, ὡς δηλοποιοῦσι τὰ ἐφεξῆς εὐαγγελικὰ λόγια·

«Ἦν δὲ μακρὰν ἀπ’ ἀυτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη· οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων»11.

Μακρὰν ἀπὸ τοῦ τόπου ἐκείνου, ὅπου ἦσαν οἱ δαιμονιζόμενοι, ἔβοσκεν ἀγέλη πολλῶν χοίρων· οἱ δὲ δαίμονες παρεκάλουν τὸν Ἰησοῦν Χριστόν, λέγοντες, Κύριε, ἐὰν διὰ τῆς προσταγῆς σου ἐκβάλῃς ἡμᾶς ἐκ τῶν σωμάτων τῶν ἀνθρώπων τούτων, δὸς ἡμῖν ἄδειαν, παρακαλοῦμεν σε, ἵνα ὑπάγωμεν εἰς τὴν ἀγέλην τῶν χοίρων. Βλέπε οὖν πόση ἐστὶν ἡ δύναμις τῆς παρουσίας τοῦ Κυρίου Ἰησοῦ, καὶ πόση τῶν δαιμόνων ἡ ἀσθένεια, οἵτινες, ἐὰν οὐδὲ τοὺς χοίρους χωρὶς παραχωρήσεως Θεοῦ δύνανται βλάψαι, πολλῷ μᾶλλον τοὺς ἀνθρώπους τοὺς κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν πλασθέντας. Καθὼς δὲ τότε ἡ παρουσία τοῦ Κυρίου Ἰησοῦ ἐφυγάδευε τὰ δαιμόνια, οὕτω νῦν ὁ τύπος τοῦ σταυροῦ καὶ ἡ ἐπίκλησις τοῦ παναγίου ὀνόματος αὐτοῦ καταδιώκει αὐτά· «Ἐν γὰρ τῷ ὀνόματί αὐτοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων»12. Ὅταν οὖν ἔρχωνται οἱ δαίμονες καὶ πειράζωσί σε, τότε ἐὰν θέλῃς, διώκεις αὐτοὺς μακρὰν ἀπὸ σοῦ, τῷ τύπῳ τοῦ σταυροῦ σημειούμενος, καὶ τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ ἐπικαλοῦμενος. Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὴν προκειμένην τοῦ εὐαγγελικοῦ λόγου σειράν. Ἐπήκουσεν ὁ Κύριος τὴν δέησιν τῶν δαιμόνων.

«Καὶ εἶπεν αὐτοῖς, ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν»13.

Ὁ λόγος τοῦ Κυρίου ἔργον ἐγένετο. Εἶπεν εἰς τοὺς δαίμονας, Ὑπάγετε· αὐτοὶ δέ, εὐθὺς ὑπακούσαντες, ἐξῆλθον μὲν ἐκ τῶν ἀνθρώπων ἐκείνων εἰσῆλθον δὲ εἰς τὴν ἀγέλην τῶν χοίρων, καὶ ἰδοὺ εὐθὺς οἱ χοῖροι ὥρμησαν εἰς τὸν κρημνόν, ἐκεῖθεν δὲ κατακρημνίσθέντες εἰς τὴν θάλασσαν ἀπεπνίγησαν πάντες ἐντὸς τῶν ὑδάτων τῆς θαλάσσης. Ἀλλὰ διὰ τὶ οἱ μὲν δαίμονες παρεκάλεσαν, ὁ δὲ Κύριος, τῆς δεήσεως αὐτῶν ἐπακούσας, ἔδωκεν ἄδειαν, ἵνα εἰσέλθωσιν εἰς τὴν ἀγέλην τῶν χοίρων; ὅπου οὖν ἐγένετο οἰκονομικῶς, ἵνα μάθωμεν, ὅτι ὅπου ἡ ἀκαθαρσία τῆς ἁμαρτίας καὶ ὁ βόρβορος τῶν αἰσχρῶν πράξεων, ἐκεῖ καὶ ὁ Θεὸς συγχωρεῖ αὐτοῖς τὴν εἴσοδον. Ἀλλὰ πῶς ὁ δικαιότατος Θεὸς ὑπέφερε τὴν ζημίαν, ὅσην ἔπαθον οἱ κύριοι τῶν χοίρων; Πρὸς ποινὴν τῶν δικαίων κατακλυσμὸν παγκόσμιον ὁ Θεὸς ἐπήνεγκε, πόλεις αὐτάνδρους κατέκαυσε, γένη ὁλόκληρα ἐξήλειψεν· εἶτα ἀποροῦμεν περὶ τοῦ πῶς ὑπέφερεν ἡ δικαιοσύνη αὐτοῦ τὴν ζημίαν, ἥν ἔπαθον οἱ κύριοι τῶν χοίρων; Εἰς τὴν πόλιν τῶν Γεργεσηνῶν κατώκουν μὲν ἐθνικοί, πλὴν κατώκουν καὶ Ἑβραῖοι· μήπως οὖν οἱ Ἑβραῖοι, τοὺς συγκατοικοῦντας αὐτοῖς ἐθνικοὺς μιμούμενοι, οὐ μόνον ἔτρεφον τοὺς χοίρους, ἀλλὰ καὶ ἔτρωγον ἀπὸ τῶν χοιρίνων κρεάτων, παραβαίνοντες τὸν μωσαϊκὸν νόμον, ὅθεν πρὸς παιδείαν καὶ σωφρονισμὸν αὐτῶν τοιουτοτρόπως ἐπαιδεύθησαν; Καὶ τοῦτο δὲ σημειώσεως ἄξιον, ἤγουν τὸ ὅτι ἡ ἔφοδος τῶν δαιμόνων εἰς τοὺς χοίρους κατέστησε τὸ θαῦμα ἐπίσημον καὶ περιβόητον, ἑπομένως δὲ καὶ πολλὰ ὠφέλιμον· διότι ἰδόντες οἱ χοιροβοσκοὶ ὅσα ἔπαθον οἱ χοῖροι, διφήμισαν πανταχοῦ τοῦ θαυματουργοῦ τὴν θείαν δύναμιν.

«Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν πάντα, καὶ ταὰ τῶν δαιμονιζομένων»15.

Βλέπετε πῶς τὰ συμβάντα εἰς τοὺς χοίρους κατέστησαν τοὺς χοιροβοσκοὺς διδασκάλους καὶ κήρυκας τοῦ θαύματος; ἐπειδὴ οἱ χοῖροι ἐξηφανίσθησαν, οἱ βόσκοντες αὐτοὺς ἔφυγον εὐθὺς ἐκεῖθεν, καὶ ἐλθόντες εἰς τὴν πόλιν, ἐκήρυττον πάντα, ἤγουν ὅσα ἔπαθον οἱ χοῖροι, προσέτι δὲ καὶ ὅσα συνέβησαν εἰς τοὺς δαιμονιζομένους.

«Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθον εἰς συνάντησιν τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν αὐτόν, ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν»16.

Ἀκούετε πόσην περιέργειαν ἐξύπνισεν ἡ ἀκοὴ τοῦ θαύματος; Ἰδού, λέγει, πάντες οἱ κατοικοῦντες ἐν τῇ πόλει τῶν Γεργεσηνῶν, ἄνδρες, γυναῖκες, νέοι, γέροντες, πάσης ἡλικίας, καὶ καταστάσεως ἄνθρωποι, ἀφέντες τὴν πόλιν, ἐξῆλθον εἰς ὑπάντησιν τοῦ Ἰησοῦ Χριστοῦ, σκοπὸν ἔχοντες ἰδεῖν ὀφθαλμοφανῶς, ὅσα ἤκουσαν· «Καὶ ἐξῆλθον», λέγει ὁ ἱερὸς Μάρκος, ὁμοίως καὶ ὁ Λουκᾶς, «ἰδεῖν τὶ ἐστὶ τὸ γεγονός»17. Ἀλλὰ τί ἐποίησαν, καὶ ἀκούσαντες τὸ θαῦμα, καὶ ἰδόντςε ὀφθαλμοφανῶς τοὺς πρότερον δαιμονιζομένους σωφρονοῦντας καὶ ἱματισμένους, καὶ πληροφορηθέντες περὶ τῆς ἀπωλείας τῶν χοίρων; ἆρά γε προσεκύνησαν τὸν θαυματουργόν; ἆρά γε ἀκοῦσαι τὴν διδαχὴν τοῦ διδασκάλου; οὐδὲν τούτων ἔπραξαν· ἀλλὰ παρεκάλεσαν αὐτόν, ἵνα ἀναχωρήσῃ καὶ ἀπὸ τῶν ὁρίων τῆς πόλεως αὐτῶν. Διὰ τὶ δὲ τοῦτο; διὰ τὶ διώκουσι τὸν εὐεργέτην; διὰ τὸν φόβον, λέγει ὁ εὐαγγελιστὴς Λουκᾶς· «Ὅτι φόβῳ μεγάλῳ συνείχοντο»18. Ὥστε καὶ ὁ πολὺς φόβος σκοτίζει τὸν νοῦν, καθὼς καὶ τὰ ἄλλα πάθη, καὶ κατακρημνίζει αὐτὸν εἰς τὴν ἀχαριστίαν καὶ παραλογίαν· ὁ δὲ ἀνεξίκακος Ἰησοῦς, ἐπακούσας τῆς δεήσεως αὐτῶν μετὰ πρᾳότητος καὶ ἀνεξικακίας, ἐμβαίνει εἰς τὸ πλοῖον, καὶ διαπεράσας τὴν θάλασσαν, ἦλθεν εἰς τὴν ἴδιαν πόλιν.

«Καὶ ἐμβὰς εἰς τὸ πλοῖον, διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἴδιαν πόλιν»19.

Ἀναχωρήσας ἐκεῖθεν ὁ θεάνθρωπος ἦλθεν εἰς τὴν Καπερναοῦμ, ὡς ἐπιβεβαιοῖ ὁ εὐαγγελιστὴς Μάρκος, λέγων «Καὶ πάλιν εἰσῆλθεν εἰς Καπερναοῦμ»20. Αὐτὴν δὲ ἰδίαν τοῦ Χριστοῦ πόλιν ὡνόμασεν ὁ ἱερὸς Ματθαῖος, καθότι, κἄν ἐν τῇ Βηθλεὲμ ἐγεννήθη, καὶ ἐν τῇ Ναζαρὲτ ἀνετράφη, ἐν τῇ Καπερναοῦμ ὅμως εἶχε τὴν ἑαυτοῦ κατοίκησιν21.

  

_________________

Σημειώσεις:

  1. Ἰωαν. ε’, 39
  2. Ψλμ. 118, 2.
  3. Ματ. η΄, 28.
  4. Μαρκ. ε΄, 1, Λουκ. ε΄, 25.
  5. Εὐσεβ. περὶ τυπ. ὄνομα, ὅρα τὴν ἅρμον τῶν Γραφῶν.
  6. Λουκ. η΄, 37.
  7. Ματ. ιθ΄, 30.
  8. Χρυσοστ. εἰς τὸ κατὰ Ματθαῖον
  9. Ματ. α΄, 29.
  10. Β΄ Πετρ. β΄, 4.
  11. Ἰουδ. στ΄.
  12. Ματ΄ η΄, 30, 31.
  13. Φιλιπ. β΄, 10.
  14. Ματ. η΄, 32.
  15. ὅρα τὸν Ἰωσηπ. περὶ Ἰουδ.
  16. Ματ. η΄ 31.
  17. Ματθ. η΄, 34.
  18. Μαρκ. ε΄, 15, Λουκ. η΄, 35.
  19. Λουκ. η΄, 57.
  20. Ματ. η΄, 1.
  21. Μαρκ. β΄, 1.
  22. Ματθ. δ΄, 13.

 

Δείτε την ερμηνεία στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 185 – Έκδοσις 1840), πατώντας εδώ (22/7/2016)

 

Κοινοποίηση:
[Ψήφοι: 0 Βαθμολογία: 0]
Both comments and pings are currently closed.
Powered by WordPress and ShopThemes