(Ματθ. α’ 1-25)
– Ο γεννηθείς εκ της παρθένου Ιησούς, εστίν ο καθαιρέτης της αμαρτίας, ο διώκτης της λύπης, ο χορηγός της χαράς, ο διανομεύς της ευλογίας, ο δοτήρ της χάριτος, ο Σωτήρ του κόσμου.
– “Ιδού ούτος κείται εις πτώσιν και ανάστασιν πολλών εν τω Ισραήλ, και εις σημείον αντιλεγόμενον” (Λουκ. 2, 34). Πώς όμως είναι δυνατόν το ίδιο πρόσωπο (ο Ιησούς) να γίνεται αιτία και πτώσεως και αναστάσεως; Και πώς είναι δυνατόν ο Ιησούς να γίνεται αίτιος πτώσεως πολλών;
– Τι συμβαίνει με όσους πιστεύουν και ομολογούν το μυστήριον της θείας ενανθρωπίσεως αλλά έχουν ασθενή θέληση; Πρόκειται και αυτοί να κολασθούν όπως οι άπιστοι και όσοι περιφρονούν του θείου λόγου την σάρκωση;
****
Ἀρχιεπισκόπου Ἀστραχᾶν & Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ὁμιλία μετὰ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον
τῆς Κυριακῆς πρὸ τῆς Χριστοῦ Γεννήσεως
Λαμπροὶ μὲν οἱ χαρακτῆρες τοῦ Ἰησοῦ Χριστοῦ, ὅσους ὁ ἄγγελος ἐφανέρωσεν εἰς τὸν Ἰωσήφ, πολλῷ δὲ λαμπρότεροι ἐκεῖνοι, ὅσους ὁ Ἀρχάγγελος Γαβριὴλ ἀνήγγειλεν εἰς τὴν Παρθένον Μαρίαν. Ἐὰν προβάλῃς ὅσα εἶπεν ὁ ἄγγελος πρὸς τὸν Ἰωσήφ, πολλῷ δὲ λαμπρότεροι ἐκεῖνοι, ὅσους ὁ ἀρχάγγελος Γαβριὴλ ἀνήγγειλεν εἰς τὴν ἁγίαν Παρθένον Μαρίαν. Ἐὰν παραβάλῃς ὅσα εἶπεν ὁ ἄγγελος πρὸς τὸν Ἰωσὴφ μετ’ ἐκείνων, ὅσα ἐδηλοποίησεν ὁ ἀρχάγγελος πρὸς τὴν παρθένον, βλέπεις, ὅτι τὰ εὐαγγέλια τοῦ ἀρχαγγέλου καθαρώτερα ἐφανέρωσαν τοῦ Ἰησοῦ Χριστοῦ τὴν θεότητα· τοῦτο δὲ οὐκ ἔστι παράδοξον· διότι, ὅσον ὑπερεῖχεν ἡ ἁγιότης τῆς Θεοτόκου τὴν ἀρετὴν τοῦ Ἰωσήφ, τόσον καὶ τὰ πρὸς αὐτὴν εὐαγγέλια ὑπερέβησα τὰ εἰς ἐκεῖνον εὐαγγελισθέντα.
Ὁ ἄγγελος, φανεὶς κατ’ ὄναρ εἰς τὸν Ἰωσήφ, διώκει τῆς ἁμαρτίας τὸν φόβον, εἰπών, «Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου»1· ὁ ἀρχάγγελος παρασταθεὶς ἐνώπιον τῆς παρθένου, ὅτε αὐτὴ ἦν ἔξυπνος, ἐξορίζει μὲν ἀπὸ τῆς ψυχῆς αὐτῆς τὸν φόβον τῆς ἀπάτης διὰ τοῦ λόγου «Μὴ φοβοῦ, Μαριάμ»2, πλὴν ἀναγγέλει καὶ τὴν χάριν, τὴν ὁποῖαν αὐτὴ εὗρεν ἐνώπιον τοῦ Θεοῦ· «Εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ»3· διώκει τὸν φόβον, πλὴν διώκει καὶ τὴν λύπην, καὶ φέρει τὴν χαράν· «Χαῖρε, κεχαριτωμένη»3· κηρύττει τὴν ἕνωσιν τοῦ Θεοῦ μετὰ τοῦ ἀνθρώπου· «Ὁ Κύριος μετὰ σοῦ», καὶ εὐαγγελίζει τὴν εὐλογίαν· «Εὐλογημένη σὺ ἐν γυναιξί». Βλέπε δὲ πῶς ἡ μὲν σαρκικὴ προμήτωρ, ἡ Εὔα, διὰ τὴν ἁμαρτίαν αὐτῆς ἤκουσε τὸ «Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα»4, ἤκουσε τὸ «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου»· ἡ δὲ πνευματικὴ μήτηρ, ἡ Μαριάμ, διὰ τὴν ὑπερβάλλουσαν αὐτῆς ἀρετὴν ἐδέχθη τὸ ἀντίδοτον τῆς λύπης, ἤγουν τὴν χαράν, καὶ τῆς κατάρας τὸ βάλσαμον, ἤγουν τὴν εὐλογίαν «Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν».
Ὁ ἄγγελος εἶπε συντόμως εἰς τὸν Ἰωσήφ, ὅτι τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος ὁ Χριστὸς συνελήφθη εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου»5· ὁ ἀρχάγγελος ἐφανέρωσε πλατύτερον εἰς τὴν παρθένον τῆς θείας ἐνανθρωπίσεως τὸ ἔργον, εἰπών, ὅτι οὐ μόνον τῇ ἐπελεύσει τοῦ ἁγίου πνεύματος, ἀλλὰ καὶ τῇ δυνάμει τοῦ Θεοῦ καὶ Πατρὸς ἐτελεσιουργήθη τῆς σαρκώσεως τοῦ λόγου τὸ μέγα μυστήριον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»6. Ὁ ἄγγελος ἐξεφώνησε τοῦ Χριστοῦ τὸ ὄνομα· «Τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥΝ»7· ταὸ αὐτὸ εἶπε καὶ ὁ ἀρχάγγελος, πλὴν προσέθηκεν, ὅτι ὁ Ἰησοῦς ἐστὶ μέγας καὶ υἱὸς ὑψίστου, καὶ ὅτι ἡ βασιλεία αὐτοῦ ἐστιν αἰώνιος καὶ ἀτελεύτητος· «Οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος»8· εἶπε τέλος πάντων, ὅτι αὐτός ἐστιν ὁ ἅγιος, αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ· «Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ»9.
Ὁ γεννηθεὶς λοιπὸν ἐκ τῆς Παρθένου ἐστὶν ὁ καθαιρέτης τῆς ἁμαρτίας, ὁ διώκτης τῆς λύπης, ὁ χορηγὸς τῆς χαρᾶς, ὁ διανομεὺς τῆς εὐλογίας, ὁ δοτὴρ τῆς χάριτος, ὁ Ἰησοῦς, ὁ Σωτὴρ τοῦ κόσμου· αὐτὸς ἐπελεύσει πνεύματος ἁγίου καὶ δυνάμει τοῦ Θεοῦ καὶ πατρὸς συνελήφθη εἰς τὴν κοιλίαν τῆς μητρός, καὶ σάρκα ἐηξ αὐτῆς λαβὼν ἐγεννήθη· αὐτός ἐστιν ὁ μέγας, ὁ υἱὸς τοῦ ὑψίστου, ὁ βασιλεὺς τῶν αἰώνων, ὁ ἔχων βασιλείαν ἀτελεύτητον· αὐτός ἐστιν ὁ ἅγιος· αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ· αὐτός ἐστιν ὁ Θεὸς καὶ ἄνθρωπος. Οὗτοί εἰσιν οἱ λαμπροὶ χαρακτῆρες τοῦ Ἰησοῦ Χριστοῦ, τοὺς ὁποίους ἐζωγράφησαν οἱ ἅγιοι ἄγγελοι· αὐταί εἰσιν αἱ μαρτυρίαι τῶν ἐπουρανίων δυνάμεων, διὰ τῶν ὁποίων ἐμαρτυρήθη τοῦ Ἰησοῦ Χριστοῦ ἡ θεότης πρὶν ἦ γεννηθῇ· μαρτυρίαι, αἵτινες εὐφραίνουσι τὴν καρδίαν, καὶ πληροῦται τὴν ψυχὴν τῶν ἀνθρώπων τῆς ἐλπίδος τῆς σωτηρίας. Ἐὰν ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ κατῆλθεν ἀπὸ τοῦ ὕψους τῆς θείας αὐτοῦ δόξης εἰς τὸ βάθος τῆς ἀνθρωπίνης ταπεινώσεως, καί, θεὸς ὦν ἀληθινός, «ἐκένωσεν ἑαυτὸν μοφὴν δούλου λαβών»10, ἐὰν ἀνέλαβε τὸ ὄνομα «ὑπὲρ πᾶν ὄνομα»11, ἤγουν τὸ ΙΗΣΟΥΣ, τουτέστι τὸ σωτήρ, ἐὰν ἦλθεν «εἰς τὸν κόσμον, οὖχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ»12, ἐὰν ἦλθεν εἰς τὸν κόσμον «ἁμαρτωλοὺς σῶσαι», χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε· χαρὰ ἐπέλαμψε καὶ ἀγαλλίασις καὶ σωτηρία εἰς πάντας τοὺς ἐν κόσμῳ ἀνθρώπους· ἐξηλείφθη ἡ ἁμαρτία, ἔπαυσεν ἡ λύπη, ἐλύθη ἡ κατάρα, ἐξήνθησεν ἡ εὐλογία, ἐκλείσθη ἡ θύρα τῆς κολάσεως καὶ ἤνοιξεν ἐκείνη τοῦ παραδείσου· πάντες ἐσμὲν σεσωσμένοι, πάντες κληρονόμοι τῆς ἐπουρανίου βασιλείας.
Ἀλλ’ ἐν τῷ μέσῳ ταύτης τῆς χαρᾶς εὑρισκόμενος, ἀκούω τὴν φωνὴν ἑνὸς δικαίου καὶ πνευματοφόρου ἀνδρός, τοῦ Συμεὼν λέγω, ὅστις ἔλαβεν ἀποκάλυψιν πνεύματος ἁγίου «μὴ ἰδεῖν θάνατον πρὶν ἤ ἴδῃ τὸν Χριστὸν Κυρίου»13· αὐτός, ὅτε εἶδεν αὐτὸν ὡς βρέφος, καὶ ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ, καὶ εἶπε τὸ «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμα σου ἐν εἰρήνῃ»14, τότε, στραφεὶς πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, εἶπε ταῦτα τὰ ἀξιοσημείωτα λόγια, «Ἰδοὺ οὖτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον»15.
«Σημεῖον ἀντιλεγόμενον»· φανερὰ δὲ ἡ ἀντιλογία τούτου τοῦ σημείου. Ὁ Ἰησοῦς ἐν οὐρανῷ ὑπὸ τῶν ἀγγέλων ὡς παντοκράτωρ λατρευόμενος, ὁ αὐτὸς ἐπὶ γῆς ὑπὸ τῆς παρθένου ὡς βρέφος σπαργανούμενος πανταχοῦ παρὼν ὡς ἀπεριόριστος, ἐν τῷ ἱερῷ ὡς περιοριστὸς ὑπὸ τοῦ Συμεὼν ἐναγκαλιζόμενος, ἐν τοῖς κόλποις τοῦ πατρὸς ἄνω, ἐν ταῖς ἀγκάλαις τῆς μητρὸς κάτω· ἄναρχος καὶ ἐν χρόνῳ· ἄναρχος ὡς συνάναρχος τῷ ἀνάρχῳ πατρί, ἐν χρόνῳ ὡς γεννηθεὶς ἐκ μητρὸς «Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου»16· ἀόρατος καὶ ὁρατός· ἀόρατος ὡς πνεῦμα, ὁρατὸς ὡς σάρξ· ἀψηλάφητος καὶ ψηλαφητός, ἀπρόσιτος καὶ προσιτός, ὁ αὐτὸς θεὸς ὁμοῦ καὶ ἄνθρωπος. Ἰδοὺ τὸ ἀντιλεγόμενον εἰς τὴν δύναμιν καὶ γνῶσιν καὶ διάθεσιν τοῦ ἀνθρώπου, μηδεμίαν ἀντιλογίαν ἔχον εἰς τὴν παντοδυναμίαν καὶ σοφίαν τοῦ Θεοῦ καὶ τὴν ἀγαθότητα.
Ἀλλὰ πῶς ὁ αὐτὸς κεῖται εἰς πτῶσιν, κεῖται καὶ εἰς ἀνάστασιν πολλῶν, ἤγουν πῶς ὁ αὐτὸς πτώσεως γίνεται αἴτιος καὶ ἀναστάσεως; αὐτὸς μὲν οὐκ ἔστιν αἴτιος προσκόμματος, αὐτὸς οὐδένα κατακρημνίζει, ἀλλά, φῶς ὤν τοῦ κόσμου, φωτίζει πάντας, ἵνα ἀναστηθῶσιν ἀπὸ τοῦ σκότους τῆς ἀπιστίας καὶ τοῦ βυθοῦ τῆς ἁμαρτίας. Ὁ ἤλιος ἀνατέλλων ἐφαπλοῖ τὰς ἀκτῖνας αὐτοῦ πανταχοῦ· ὅσοι κλείουσι τὰ ὅμματα, ἐκεῖνοι οὐ βλέπουσι τὸ φῶς, ἀλλὰ διαμένουσιν ἐσκοτισμένοι. Τίς δὲ ὁ αἴτιος τοῦ σκότους αὐτῶν; ὁ ἤλιος, ὅστις λάμπει καὶ ἐπίσης φωτίζει πάντας, ἤ αὐτοὶ οἱ κλείοντες τὰ ὄμματα καὶ μὴ θέλοντες ἰδεῖν τὸ φῶς; – Φανερόν, ὅτι οὐχὶ ὁ ἤλιος, ἀλλ’ αὐτοὶ οἹ μὴ θέλοντες ἰδεῖν τὰς ἀκτῖνας τοῦ φωτός· ἡ ἤλιος ἀνατέλλων πέμπει πανταχοῦ τὸ φῶς· ἀλλ’ ὅσοι ἔχουσιν ἀσθένειαν εἰς τὰ ὅμματα, ἀτενίζοντες εἰς τὸ φῶς, βλάπτονται. Τὶ δὲ τὸ αἴτιον τῆς βλάβης; τὸ φῶς ἤ ἡ ἀσθένεια τῶν ὁμμάτων; – Φανερόν ἐστιν, ὅτι ἡ ἀσθένεια τῶν ὀμμάτων καὶ οὐχὶ τὸ φῶς.
Ἀνέτειλεν ἐν Βηθλεὲμ τὸ φῶς τῆς χάριτος τοῦ Ἰησοῦ Χριστοῦ· ἡ ἐκ παρθένου μητρὸς γέννησις, ὁ λαμπρότατος καὶ ἀσυνήθιστος ἀστήρ, ὁ ἐπιφανεὶς ἐπάνω τοῦ σπηλαίου, ἡ δόξα τοῦ Κυρίου, ἥτις περιέλαμψε τοὺς ποιμένας, ὁ ἄγγελος, ὅστις εὐηγγελίσατο αὐτοῖς χαρὰν μεγάλην, καὶ ἐφανέρωσεν εἰς αὐτοὺς τὸ σημεῖον τοῦ γεννηθέντος, εἰπὼν «Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ»17· τὸ πλῆθος τῆς ἐπουρανίου στρατιᾶς τῶν ἁγίων ἀγγέλων τῶν αἰνούντων τὸν Θεὸν καὶ λεγόντων «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία»18· οἱ ἀπὸ ἀνατολῶν βασιλεῖς, οἱ ἐλθόντες καὶ προσκυνήσαντες αὐτόν, καὶ προσενέγκαντες αὐτῷ τὰ τίμια δῶρα, τὸν χρυσὸν ὡς εἰς βασιλέα τοῦ παντός, τὸν λίβανον ὡς εἰς θνητὸν ἄνθρωπον, καὶ τὴν σμύρναν ὡς εἰς Θεὸν ἀθάνατον· ταῦτα πάντα ἦσαν φῶτα τοῦ ἠλιακοῦ φωτὸς ἀσυγκρίτως λαμπρότερα. Ὅταν δὲ αὐτὸς ἀνέτειλεν εἰς τὴν Ἰερουσαλήμ, τότε τόσον ἔλαμψε τὸ φῶς τῆς ἐπουρανίου αὐτοῦ διδασκαλίας, ὥστε καὶ αὐτοὶ οἱ ἀποσταλέντες πιάσαι αὐτόν, θαυμάσαντες εἶπον, «Οὐδὲποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος»19· τότε τόσον ἐφωτοβόλησε τὸ πλῆθος τῶν ἐξαισίων αὐτοῦ θαυμάτων, ὥστε ἐθαύμαζον οἱ ὄχλοι, λέγοντες, «Ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ»20· ὅσοι ὅμως διὰ τὴν ἀμέλειαν καὶ δυστροπίαν αὐτῶν, κλείσαντες τὰ ὅμματα, οὐκ ἠθέλησαν ἰδεῖν ταῦτα τὰ θεῖα φῶτα, ἐκεῖνοι οὐκ ἐπίστευσαν, ἀλλ’ ἔμειναν εἰς τῆς ἀπιστίας τὸ σκότος, διὸ καὶ κατεκρίθησαν· ἐπειδὴ «Ὁ μὴ πιστεύων ἤδη κέκριται»21· ὅσοι δὲ ἐνητένισαν μὲν καὶ εἶδον τὸ φῶς, εἶχον δὲ τῆς ψυχῆς τὰ ὄμματα ἐσκοτισμένα ὑπὸ τῆς ὑπερηφανείας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων παθῶν, ἔβλαψαν ἑαυτοὺς βλάβην ὑπερβολικὴν καὶ αἰώνιον· διότι οὐ μόνον οὐκ ἐπίστευσαν, ἀλλὰ καὶ κατεξίωξαν, καὶ εἰς θάνατον κατεδίκασαν τὸν φωτοδότην Ἰησοῦν· διὸ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως «ὅψονται εἰς ὅν ἐξεκέντησαν»22. Φανερὸν δέ, ὅτι ἡ κακὴ προαίρεσις, καὶ τὰ ὀλέθρια πάθη, οὐχὶ δὲ τὸ ὑπέρλαμπρον φῶς τῆς θείας ἐνανθρωπίσεως ἔβλαψεν αὐτούς.
Ἐκ τούτου καταλαμβάνομεν, ποῖοι, βλέποντες τοῦτο τὸ οὐράνιον φῶς, ἀνίστανται, καὶ ποῖοι πίπτουσιν· εἰς ποίους γίνεται ἀνάστασις, καὶ εἰς ποίους πτῶσις· ἀνάστασις εἰς τοὺς πιστεύοντας, πτῶσις εἰς τοὺς ἀπίστους· ἀνάστασις εἰς τοὺς φύλακας τῶν ἐντολῶν, τοῦ ὑπὲρ ἡμῶν γεννηθέντος Χριστοῦ, πτῶσις εἰς τοὺς καταφρονητὰς τῶν θείων αὐτοῦ προσταγμάτων· ἀνάστασις εἰς τοὺς μετανοοῦντας, πτῶσις εἰς τοὺς ἀμετανοήτους.
Ἡμεῖς πιστεύομεν καὶ ὁμολογοῦμεν τῆς θείας ἐνανθρωπίσεως τὸ μυστήριον· τί ἆρά γε ἔσται ἡμῖν; πτῶσις ἤ ἀνάστασις; πίπτομεν ἆρά γε ἤ ἀνιστάμεθα; ἆρά γε μέλλει νὰ κολασθῶμεν καὶ ἡμεῖς, καθὼς καὶ οἱ ἄπιστοι οἱ μὴ πιστεύοντες καὶ περιφρονοῦντες τοῦ θείου λόγου τὴν σάρκωσιν; – Τοῦτο κρέμαται ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, καὶ ἀπὸ τῆς θελήσεως ἡμῶν· ἐπειδὴ δὲ ἡ χάρις πάντοτε καὶ εἰς πάντας τοὺς θέλοντας τὴν σωτηρίαν αὐτῶν δίδοται πλουσία, ἐὰν θέλωμεν, ἡ χάρις συνεργεῖ, καὶ ἡμεῖς ἀνιστάμεθα καὶ σωζόμεθα. Ὅταν ἡμεῖς ἀνιστάμεθα καὶ σωζόμεθα. Ὅταν ἡμεῖς οἱ οὐτιδανοὶ καὶ εὐτελέστατοι, ἡμεῖς ὁ πηλὸς καὶ τὸ χῶμα, τῶν σκωλήκων τὸ βρῶμα καὶ τοῦ ἀέρος ἡ δυσωδία, ἀνοίγωμεν τὰ ὄμματα, καὶ βλέποντες τὸν δημιουργὸν τῆς κτίσεως καὶ δεσπότην πάντων τῶν ὁρατῶν καὶ ἀοράτων ἐν εὐτελεῖ σπηλαίῳ κείμενον, καὶ ἐν φάτνῃ τῶν ἀλόγων ἀνακεκλιμένον, καὶ ὡς βρέφος ἐσπαργανωμένον, καὶ διακρίνοντες τὴν θείαν αὐτοῦ κένωσιν καὶ τὴν ὑπερβάλλουσαν ταπείνωσιν, ἀποστρεφώμεθα τῆς ὑπερηφανείας τὴν ἁμαρτίαν, καὶ φρονῶμεν πάντοτε μετὰ πάντων τὰ ταπεινά, ὅταν ἡμεῖς, ἐνατενίζοντες εἰς αὐτόν, καὶ βλέποντες, ὅτι διὰ τὴν ἀγάπην ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐχθρῶν αὐτοῦ γέγονεν ἄνθρωπος, καὶ ὑπέμεινε σταυρὸν καὶ θάνατον, ἀγαπῶμεν καὶ ἡμεῖς ἀλλήλους, καθὼς αὐτὸς ἠγάπησεν ἡμᾶς, ὅταν, λέγω, ἐνατενίζοντες εἰς αὐτόν, καὶ βλέποντες τὸ φῶς τῶν ἐν αὐτῷ θείων ἀρετῶν, σπουδάζωμεν παντὶ τρόπῳ ἵνα ἀκολουθῶμεν τοῖς ἴχνεσιν αὐτοῦ, τότε ἡ ἔνσαρκος αὐτοῦ οἰκονομία γίνεται ἀνάστασις τῶν ψυχῶν ἡμῶν.
Κύριε, σωτὴρ φιλανθρωπότατε καὶ θεὲ τοῦ ἐλέους, πάντες θέλουσι τὴν ἀρετήν, πάντες οἱ εἰς σὲ πιστεύοντες θέλουσι γενέσθαι φύλακες τῶν θείων σου προσταγμάτων· διότι τίς έστιν ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις οὐ θέλει τὴν τιμήν, τὴν δόξαν, τὴν βασιλείαν, τὴν ὁποίαν προξενεῖ ἡ ἀρετή; ἀλλ’ ἡ θέλησις ἡμῶν ἐστιν ἀσθενής, νικᾶται ὑπὸ τῶν παθῶν τῆς σαρκός, φθείρεται ὑπὸ τῆς ματαιότητος τοῦ κόσμου, πλανᾶται ὑπὸ τῶν πειρασμῶν τοῦ διαβόλου. «Σὺ εἶ, Κύριε, ὁ ἐνεργὼν ἐν ἡμῖν καὶ τὸ θέλειν»23· Σὺ λοιπόν, ὅστις, τοσοῦτον ἀγαπήσας ἡμᾶς, τοσοῦτον ἐταπεινώθης ὑπὲρ ἡμῶν, ἐνίσχυσον τὸ ἀσθενὲς τῆς θελήσεως ἡμῶν, καὶ ἐνδυνάμωσον αὐτὴν εἰς τὴν ἐργασίαν καὶ ἐκπλήρωσιν τῶν θείων ἐντολῶν σου· μὴ συγχωρήσῃς ἵνα ἡ ἔνσαρκος οἰκονομία σου γένηται ἡμῖν τοῖς πιστεύουσιν εἰς σὲ εἰς πτῶσιν κολάσεως, ἀλλ’ εὐδόκησον γενέσθαι αὐτὴν εἰς ἡμᾶς ἀνάστασιν ζωῆς αἰωνίου. Ἀμήν.
__________________
Σημειώσεις :
- Ματ. α΄, 20.
- Λουκ. α΄, 30.
- αὐτ. 28.
- Γεν. γ΄, 15-17.
- Ματ. α΄, 20.
- Λουκ. α΄, 35.
- Ματ. α΄, 21.
- Λουκ. α΄, 32, 35.
- αὐτ. 35.
- Φιλιπ. β΄, 7, 9.
- Ἰωαν. γ΄, 17.
- Α΄ Τιμ. 1, 25.
- Λουκ. β΄, 26.
- αὐτ. 20.
- Λουκ. β΄, 34.
- Γαλ. δ΄, 4.
- Λουκ. β΄, 12.
- αὐτ., 14.
- Ἰωαν. 46.
- Ματ. θ΄, 33.
- Ἰωαν. γ΄, 18.
- αὐτ. ιθ΄, 37.
- Φιλιπ. β΄, 13.
Δείτε τον λόγο στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 317 – Έκδοσις 1840), πατώντας εδώ [2] (20/12/2013)
(Επιμέλεια κειμένου: Στυλιανὴ Ἀλαμπάνου)
