- Η ΑΛΛΗ ΟΨΙΣ - https://alopsis.gr -

Κυριακή ΙΒ’ Λουκά: Ερμηνεία του Ευαγγελίου (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

Θεραπεία των δέκα λεπρών
(Λουκά ιζ’ 12-19)

– Γιατί ο Ιησούς στέλνει τους δέκα λεπρούς στους ιερείς;

– Έχει ανάγκη από τις ευχαριστίες μας ο Θεός;

– Γιατί σημειώνεται ότι ο ένας από τους λεπρούς που ευχαρίστησε τον Θεάνθρωπο ήταν Σαμαρείτης;

– Οι υπόλοιποι εννέα λεπροί που δεν ευχαρίστησαν τον Ιησού, δεν πίστευαν σε Αυτόν;

***

 

Ἀρχιεπισκόπου Ἀστραχὰν καὶ Σταυρουπόλεως Νικηφόρου Θεοτόκη  

Ἑρμηνεία εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς ΙΒ΄ Κυριακῆς

 

«Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας»1! Τῆς λέπρας τὸ πάθος φθορὰ ἐστὶν ὅλου τοῦ αἵματος· ὅθεν καὶ τὰ περιέχοντα αὐτὸ ἀγγεῖα, τῆς ἐλαστικῆς αὐτῶν δυνάμεως στερούμενα, οὐδὲ τρίβουσιν, οὐδὲ ἐξωθοῦσι τὰ ἐν τῷ αἵματι ἄλατα καὶ ἐτεροειδῆ μόρια· ἐκ τούτου δὲ στάσεις αὐτῶν γίνονται εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος· ἐξ αὐτῶν δὲ ἀναζέσεις καὶ πυρώσεις, καὶ ἡ βλεπομένη μεταβολὴ τοῦ φυσικοῦ χρώματος, καὶ ἡ ἀλλοίωσις τοῦ δέρματος, καὶ τοῦ κρέατος καὶ τῶν μελῶν ἡ διαφθορά. Τῆς ἀληθινῆς λέπρας τὸ πάθος, ὅταν φθάσῃ εἰς τὴν ἀκμήν, καὶ εἰς τὸν τέλειον αὐτοῦ βαθμόν, γίνεται πάντῃ ἀνίατον· ἰατρεύετο ἐνίοτε παρὰ τοῖς Ἰουδαῖοις, ὡς φαίνεται εἰς τὴν νομοθεσίαν τοῦ Μωϋσέως, ἐπειδὴ μετὰ μεγάλης προσοχῆς παρετηρεῖτο εὐθὺς εἰς τὴν ἀρχήν, ὅτε οὐδὲ αὔξησιν εἶχεν, οὐδὲ πρόοδον, ἀλλὰ μόνον τὸ πρῶτον αὐτοῦ ἴχνος ἐδείκνυε. Τοῦτο τὸ φθοροποιὸν καὶ ἀνίατον πάθος δι’ ἑνὸς νεύματος ὁλοτελῶς ἐθεράπευσεν ὁ θεάνθρωπος Ἰησοῦς· «Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας»! Οὐχὶ ἕνα, οὐδὲ δύο, ἀλλὰ δέκα λεπρούς, πάσῃς ἰατρείας ἀπηλπισμένος, ὁμοῦ ἐν μιᾷ στιγμῇ καιροῦ διὰ τῆς παντουργικῆς αὐτοῦ δυνάμεως ἐκαθάρισεν ὁ παντοδύναμος σωτήρ. Τὴν περὶ τούτων σύντομον ἱστορίαν ἠκούσατε εἰς τὸ σημερινὸν ἀναγνωσθὲν εὐαγγέλιον· νῦν δὲ καὶ τὴν πλατυτέραν αὐτῆς ἔκφρασιν καὶ ἐξήγησιν ἀκούσατε.

«Τῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἵ ἔστησαν πόῤῥωθεν»2.

Αὕτη ἡ κώμη, ἤγουν ἡ μικρὰ πόλις, ἔκειτο μεταξὺ τῆς Σαμαρείας καὶ Γαλιλαίας· διότι, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ἐπορεύετο εἰς τὴν Ἱερουσαλήμ, διαβαίνων διὰ τῆς Σαμαρείας καὶ Γαλιλαίας, τότεν κατήντησεν εἰς αὐτὴν τὴν κώμην3. Ὅτε δὲ ἐπλησίασε, καὶ ἔμελλεν εἰσελθεῖν εἰς αὐτήν, τότε ἀπήντησαν αὐτῷ οἱ δέκα ἄνδρες οἱ λεπροί, οἵτινες μακρόθεν ἐστάθησαν μὴ τολμήσαντες πλησιάσαι εἰς τὸν Ἰησοῦν Χριστόν, μηδὲ πεσεῖν εἰς τοὺς πόδας αὐτοῦ· ἐπειδὴ ὁ Ἰουδαϊκὸς νόμος ἀπηγόρευεν εἰς τοὺς λεπροὺς τὴν μετὰ τῶν καθαρῶν ἀναστροφὴν καὶ ἀνάμειξιν, λέγων «Κεχωρισμένος καθήσεται (ὁ λεπρός), ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή»4· ὅθεν ὁ Ἰώσηπος ὁ Φλάβιος περὶ τοῦ Μωϋσέως εἶπε, «Τοὺς δὲ λεπροὺς εἰς τὸ παντελὲς ἐξήλασε τῆς πόλεως, μηδενὶ συνδιαιτώμενος, καὶ νεκροῦ μηδὲν διαφέροντες».

«Καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς»5.

Ἐπειδὴ μακρὰν ἦσαν οἱ λεπροὶ ἀπὸ τοῦ Ἰησοῦ Χριστοῦ, ἵνα ἀκούσῃ αὐτούς, ὕψωσαν τὴν φωνὴν αὐτῶν, καὶ μεγαλοφώνως ἐκραύγασαν· «Ἐπιστάτα», ἤγουν Κύριε, κηδεμών, ἔφορε, «ἐλέησον ἡμᾶς». Αὐτοὶ ἐνδεχομένως ἤκουσαν τῶν ἐξαισίων τοῦ Χριστοῦ θαυμάτων τὸ πλῆθος· διὸ πιστεύσαντες, ὅτι δύναται θεραπεῦσαι αὐτούς, ἐζήτουν παρ’ αὐτοῦ τὴν ἰατρείαν τοῦ πάθους αὐτῶν, κραυγάζοντες μεγάλῃ τῇ φωνῇ «Ἐλέησον ἡμᾶς». Τὶ δὲ ἐποίησεν ὁ φιλανθρωπότατος, ἀκούσας τὴν ἐλεεινὴν αὐτῶν φωνήν;

«Καὶ ἰδών, εἶπεν αὐτοῖς, πορευθέντες, ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν»6.

Ὅτα κατὰ πρῶτον ἐφαίνετο εἰς τὸ σῶμα τοῦ ἀνθρώπου μικρὸν καὶ ἀμφίβολον τῆς λέπρας σημεῖον, παρίστατο εὐθὺς ὁ ἄνθρωπος ἐκεῖνος ἐνώπιον τοῦ ἱερέως· ὁ δὲ ἱερεύς, ἐξετάζων ἀκριβῶς τὸ πάθος ἡμέρας δεκατέσσαρας, ἀπεφάσιζε, λέπρα ἐστὶ τὸ πάθος ἐκεῖνο ἤ οὔ· ἐὰν δὲ μετὰ τὴν δοκιμὴν ἐφαίνετο ὁ ἄνθρωπος τῷ ὄντι λεπρός, ἐχώριζεν αὐτὸν ἀπὸ τῶν ἄλλων ἀνθρώπων, καὶ ἐξέβαλεν ἔξω τῆς παρεμβολῆς αὐτοῦ, ἵνα μὴ καὶ τοὺς ἄλλους μιάνῃ7. Μετὰ ταῦτα, ἐὰν ὁ ἄνθρωπος ἐκεῖνος ἐνόμιζεν, ὅτι ἰατρεύθη, παρίστατο πάλιν πρὸς τὸν ἱερέα, ὅστις, ἀκριβῶς ἐξετάσας καὶ πληροφορηθεὶς περὶ τῆς ἀληθοῦς αὐτοῦ θεραπείας8, προσέφερε τὰς περὶ τοῦ καθαρισμοῦ αὐτοῦ θυσίας, καὶ ἀνακηρύττων αὐτὸν καθαρὸν ἀπὸ τῆς λέπρας, ἔδιδεν αὐτῷ ἄδειαν, ἵνα εἰσέλθῃ εἰς τὴν πόλιν, καὶ εἰς τὸν οἶκον αὐτοῦ. Ταῦτα διωρισμένα ἦσαν ἐν τῷ Ἰουδαϊκῷ νόμῳ. Δὶς λοιπόν, κατὰ τὴν προσταγὴν τοῦ νόμου, ὁ λεπρὸς παρίστατο ἐνώπιον τοῦ ἱερέως, πρῶτον, ὅτε ὑπώπτευεν, ὅτι ἐστὶ λεπρός· δεύτερον, ὅτε ἐνόμιζεν, ὅτι ἰατρεύθη ἀπὸ τῆς λέπρας. Ἐπειδὴ οὖν οἱ δέκα λεπροὶ ἔξω τῆς πόλεως ἦσαν, ὅπου ἀπάντησαν τῷ Ἰησοῦ Χριστῷ, καὶ οὐδὲ ἐτόλμησαν πλησιάσαι πρὸς αὐτόν, φανερόν ἐστιν, ὅτι αὐτοὶ παρεστάθησαν πρότερον πρὸς τοὺς ἱερεῖς, καὶ ἔδειξαν τὸ πάθος αὐτῶν, καὶ ἀνακηρυχθέντες ὑπ’ αὐτῶν λεπροί, ἐξωρίσθησαν τῆς πόλεως. Λοιπὸν ὁ θεάνθρωπος Ἰησοῦς, ὅστις εἶδε, καὶ ἰδών, λέγει, ὅτι ἀληθῶς ἦσαν λεπροί καὶ ἀποβεβλημένοι τῆς πόλεως, προορίσας σιωπηλῶς ἵνα καθαρισθῶσι κατ’ αὐτὸν τὸν καιρόν, καθ’ ὅν ἐπορεύοντο πρὸς τοὺς ἱερεῖς, ἀπέστειλεν αὐτοὺς πρὸς τοὺς ἱερεῖς, οὐχ ἵνα αὐτοὶ ἐξετάσωσι τὰ περὶ τῆς λέπρας, ἀλλ’ ἵνα ἀνακηρύξωσιν αὐτοὺς ὑγιεῖς καὶ καθαρούς. Γέγονε δὲ ὡς ὁ παντοδύναμος ἐδιώρισεν· «Ἐν τῷ ὑπάγειν αὐτούς», ἤγουν καθ’ ὅν καιρὸν ἐπορεύοντο πρὸς τοὺς ἱερεῖς, ἐν αὐτῇ τῇ ὀδῷ ἐκαθαρίσθησαν ἀπὸ τῆς λέπρας. Βλέπε δέ, ὅτι οἱ μὲν λεπροὶ κραυγάζουσι τὸ «·», ὁ δὲ ἐπιστάτης Ἰησοῦς, ἐπακούσας τῆς δεήσεως αὐτῶν, ἐκαθάρισεν αὐτοὺς ἀπὸ τῆς λέπρας αὐτῶν. Τύπος τοῦτο τοῦ ἁμαρτωλοῦ· λελεπρωμένην ἔχει ὁ ἁμαρτωλὸς τὴν ψυχήν, καθὼς οἱ δέκα λεπροὶ τὸ σῶμα· ὅταν δὲ αὐτὸς μετὰ κατανύξεως κράζῃ, ὥσπερ ἐκεῖνοι, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με, τότε ὁ παντελεήμων Ἰησοῦς, ἐπακούων τῆς προσευχῆς αὐτοῦ, ἐλεεῖ αὐτόν, καὶ καθαρίζει τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῆς λέπρας τῶν ἁμαρτιῶν αὐτοῦ. Τὶ δὲ ἐποίησαν οἱ λεπροί, ἰδόντες ὅτι τοσοῦτον παραδόξως ἐκαθαρίσθησαν;

«Εἶς ἐξ αὐτῶν ἰδών, ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης»9.

Ἐκ τῶν δέκα καθαρισθέντων λεπρῶν εἶς μόνος ἐφάνη εὐχάριστος, ὅστις ἰδὼν ὅτι ἐκαθαρίσθη τῆς λέπρας, ἐπέστρεψεν εὐθὺς ἀπὸ τῆς ὀδοῦ, καὶ ἐδόξαζε μεγαλοφώνως τὸν Θεόν· πεσὼν δὲ πρὸς τοὺς πόδας τοῦ Ἰησοῦ Χριστοῦ, προσέφερεν αὐτῷ τὴν εὐχαριστίαν διὰ τὴν εὐεργεσίαν αὐτοῦ. Σαμαρείτης δὲ ἦν οὖτος ὁ εὐχάριστος ἄνθρωπος. Ἐπειδὴ δὲ οἱ Σαμαρεῖται οὐδὲ εἰς τὰ περὶ τῆς πίστεως ἦσαν σύμφωνοι τοῖς Ἰουδαῖοις, οὐδὲ τοὺς ἱερεῖς αὐτῶν εὐλαβοῦντο, οὐδὲ συνανεστρέφοντο μετ’ αὐτῶν, οὖτος δὲ ὁ Σαμαρείτης μετὰ τῶν λοιπῶν ἑννέα λεπρῶν τῶν Ἰουδαίων συνανεστρέφετο, καὶ προθύμως ἀπῆλθε πρὸς τοὺς τῶν Ἰουδαίων ἱερεῖς, ὅτε τοῦτο ἐκέλευσεν ὁ Ἰησοῦς Χριστός, φανερόν ἐστιν, ὅτι οὗτος, κἄν Σαμαρείτης ἦν τὸ γένος, ὁμόπιστος ὅμως ἦν τοῖς Ἰουδαῖοις, πιστεύων καὶ δεχόμενος πάντα, ὅσα καὶ ἐκεῖνοι ἐπίστεον καὶ ἐδέχοντο· διὰ τοῦτο δὲ ὁ Ἰησοῦς Χριστὸς οὐκ εἶπε περὶ αὐτοῦ, ὁ ἀλλόπιστος οὖτος, ἤ ὁ ἑτερόδοξος οὗτος, «ἀλλ’ ὁ ἀλλογενὴς οὗτος», σημαίνων, ὅτι ἄλλου μὲν γένους ἦν ὁ ἄνθρωπος, οὐκ ἄλλης δὲ πίστεως.

«Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἑννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰμὴ ὁ ἀλλογενὴς οὗτος»10.

Ἐπειδὴ ὁσάκις ὁ Θεάνθρωπος ἐθεράπευσεν ἀσθενεῖς, ἤ ἀνέστησε νεκρούς, ἤ ἄλλας θαυματουργικὰς εὐεργεσίας ἔπραξε, διδάσκων ἡμᾶς τὴν ταπεινοφροσύνην καὶ τὴν φυγὴν τῆς φιλοδοξίας, οὐ μόνον οὐδέποτε παρ’ οὐδενὸς τῶν εὐεργετηθέντων ἐζήτησε εὐχαριστίαν, ἀλλὰ καὶ παρήγγειλεν αὐτοῖς τὴν σιωπὴν τῆς εὐεργεσίας. Ἵνα μήτις νομίσῃ, ὅτι οὐδεμίαν εὐχαριστίαν ζητεῖ ὁ Θεὸς παρ’ ἡμῶν διὰ τὰς πρὸς ἡμᾶς εὐεργεσίας αὐτοῦ, διὰ τοῦτο, ὅτι ὁ καθαρισθεὶς Σαμαρείτης προσέφερεν αὐτῷ τὴν εὐχαριστίαν, τότε, στραφεὶς πρὸς τοὺς περιεστώτας, ἐμέμφθη μὲν τοὺς ἀχαρίστους, ἐδέχθη δὲ τὴν εὐχαριστίαν τοῦ εὐγνώμονος, εἰπών, Καὶ οἱ δέκα ἐκαθαρίσθησαν, ποῦ δέ εἰσιν οἱ λοιποὶ ἑννέα; αὐτοὶ οὐχ ὑπέστρεψαν, ἵνα προσφέρωσι τὴν εἰς τὸν Θεὸν χρεωστουμένην εὐχαριστίαν· μόνος δὲ οὗτος ὁ ἀλλογενὴς εὐχάριστος ἐφάνη, προσελθὼν καὶ εὐχαριστήσας. Ἀλλογενεῖς δὲ ἦσαν οἱ Σαμαρεῖται καὶ οὐχ ὁμογενεῖς τοῖς Ἰουδαίοις, ἐπειδὴ ἦσαν Ἀσσύριοι τὸ γένος11· διότι ὁ βασιλεὺς τῶν Ἀσσυρίων, καθυποτάξας τὴν Σαμάρειαν, μετέστησε πάντας τοὺς ἐκεῖ κατοικοῦντας Ἰσραηλίτας σὺν τῷ βασιλεῖ αὐτῶν Ὠσηὲ εἰς τὴν τῶν Ἀσσυρίων χώραν, ἀντ’ αὐτῶν δὲ ἀπέστειλεν εἰς τὴν Σαμάρειαν Ἀσσυρίους, οἴτινες κατῴκησαν ἐν αὐτῇ. Ἵνα τὶ δὲ ὁ θεάνθρωπος μετὰ τοσαύτης ἀκριβείας ἐσημείωσεν, ὅτι οὗτος ὁ εὐχάριστος ἄνθρωπος ἦν Σαμαρείτης καὶ ἀλλογενής; ἵνα διδάξῃ πάντας τὸ τοῦ Θεοῦ ἀπροσωπόληπτον, καὶ ὅτι «ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτόν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι»12. Ταῦτα δὲ εἰπὼν ὁ Ἰησοῦς πρὸς τοὺς περιεστῶτας, στραφεὶς πρὸς τὸν εἰς τοὺς πόδας αὐτοῦ πεσόντα Σαμαρείτην, εἶπε·

«Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε»13.

Ἄκουε τῆς ταπεινοφροσύνης τὸ μάθημα· οὐκ ἐγώ, λέγει, ἐθεράπευσα τὴν ἀσθένειάν σου, ἀλλ’ ἡ πίστις σου· ἡ πίστις σου ἐκαθάρισέ σε ἀπὸ τῆς λέπρας· «Ἡ πίστις σου σέσωκέ σε». Τὰ αὐτὰ λόγια εἶπε πρὸς τὴν αἱμοῤῥοοῦσαν14, τὰ αὐτὰ πρὸς τὸν τυφλὸν τὸν Βαρτίμαιον15, ὅτε ἐθεράπευσεν αὐτούς· τὰ αὐτὰ πρὸς τὴν ἁμαρτωλὸν γυναῖκα, ὅτε ἐσυγχώρησε τὰς ἁμαρτίας αὐτῆς. Ἐκ τούτων δὲ φανερόν ἐστιν, ὅτι οὐ μόνον ὁ Σαμαρείτης, ἀλλὰ καὶ οἱ λοιποὶ ἐννέα λεπροὶ ἐπίστευσαν εἰς τὸν Ἰησοῦν Χριστόν16· διότι, ἐὰν οὐκ ἐπίστευον, οὐκ ἐκαθαρίζοντο· ἀλλ’ ὁ μὲν Σαμαρείτης μετὰ τὴν εὐεργεσίαν ἐφάνη εὐχάριστος, οἱ δὲ λοιποὶ ἐννέα ἐφάνησαν ἀχάριστοι καὶ ἀγνώμονες πρὸς τὸν εὐεργέτην αὐτῶν.

 

____________________

Σημειώσεις :

  1. Ψαλ. ρμδ΄, 3.
  2. Λουκ. ιζ΄, 12.
  3. Λουκ. ιζ΄, 11.
  4. Λευϊτ. ιγ΄, 46.
  5. Λουκ. ιζ΄, 13.
  6. Λουκ. ιζ΄, 14.
  7. Λευϊτ, ιγ΄, 14.
  8. αὐτόθι.
  9. Λουκ. ιζ΄, 15-16.
  10. Λουκ. ιζ΄, 17.
  11. Δ΄, Βασ. ιζ΄, 6, 24.
  12. Πῤαξ. Ιθ΄, 35.
  13. Λουκ. ιζ΄, 19.
  14. Ματθ. θ΄, 22.
  15. Μαρκ. ι΄, 52.
  16. Λουκ. ζ΄, 50.

 

Δείτε την ερμηνεία στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 127 – Έκδοσις 1840), πατώντας εδώ [1] (14/1/15)

Κοινοποίηση:
[2] [3]