(Λουκ. ιε’ 11-32)
– Ποιος είναι ο τύπος της αληθινής μετάνοιας και εξομολογήσεως;
– Ποια είναι η αρχή της μετάνοιας;
– Πριν την εξομολόγηση θα πρέπει κανείς να εξετάζει με πολλή σκέψη την συνείδησή του.
– Πότε μετανοεί κανείς πραγματικά;
– Η ευσπλαγχνία του Θεού είναι άπειρη. Ποιους όμως ευσπλαγχνίζεται;
***
Ἀρχιεπισκόπου Ἀστραχᾶν καὶ Σταυρουπόλεως Νικηφόρου Θεοτόκη
Ὁμιλία μετὰ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τῆς Κυριακῆς τοῦ Ἀσώτου
Διὰ τῆς μετανοίας καὶ ἐπιστροφῆς τοῦ ἀσώτου παρέδωκεν ὁ Θεάνθρωπος τὸν τύπον καὶ κανόνα τῆς ἀληθινῆς μετανοίας καὶ ἐξομολογήσεως. Ἐὰν περιερευνήσωμεν τοῦτον τὸν κανόνα, καὶ στοχασθῶμεν τίνι τρόπῳ ἡμεῖς τὴν σήμερον μετανοοῦμεν καὶ ἐξομολογούμεθα, εὑρίσκομεν τόσην διαφορὰν μεταξὺ αὐτῶν, ὅσην ἔχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς. Ἀρχὴ τῆς μετανοίας τοῦ ἀσώτου ἐστὶ τὸ «Εἰς ἑαυτὸν δὲ ἐλθών»· ἀληθῶς δὲ τοῦτό ἐστιν ἡ πρώτη ἀρχὴ τῆς ἀληθινῆς μετανοίας, χωρὶς δὲ τούτου οὐδεὶς ἔρχεται εἰς μετάνοιαν· διότι, ἐὰν μὴ γνωρίσῃς τὰς ἁμαρτίας σου, πῶς δύνασαι νὰ μετανοήσῃς; ἐὰν δὲ μὴ συλλογισθῇς ὅσα ἔπραξας, πῶς δύνασαι νὰ γνωρίσῃς τὰς ἁμαρτίας σου; ἐὰν δὲ μὴ συνάξῃς τὸν νοῦν σου, καὶ ἀφιερώσῃς αὐτὸν εἰς τὴν ἔρευναν τοῦ ἑαυτοῦ σου, πῶς δύνασαι νὰ ἀναλογισθῇς τὰς πράξεις σου; Ὁ ἄσωτος ἀποχωρήσας τὸν νοῦν αὐτοῦ ἀπὸ τῶν λογισμῶν τῆς ἀσωτείας, περιέκλεισεν αὐτὸν εἰς τὴν θεωρίαν καὶ ἔρευναν τῆς ἰδίας καταστάσεως· ἐξερευνῶν δὲ τὴν ἰδίαν κατάστασιν, τοὺς λογισμοὺς δηλαδή, τὰ λόγια καὶ τὰς πράξεις αὐτοῦ, εἶδεν εὐθὺς πάσας τὰς ἀνομίας αὐτοῦ· ὅθεν ἐγνώρισε τίνα παρώργισεν, ὑπὸ τίνος ἐχωρίσθη, πόθεν ἐξέπεσε καὶ ποῦ κατεποντίσθη· εἶδε τὸν βόρβορον τῶν ἀνομιῶν αὐτοῦ, τὴν στέρησιν τῆς θείας χάριτος καὶ τὴν ἀπώλειαν τῆς ψυχῆς αὐτοῦ· «Εἰς ἑαυτὸν δὲ ἐλθών·» ἐσυλλογίσθη τῆς πρώτης καταστάσεως αὐτοῦ τὴν ἀθωότητα καὶ τὴν ἀρετήν, καὶ ἀνεμνήσθη τῆς δόξης καὶ τιμῆς καὶ τῶν θείων ἀγαθῶν, ὧν ἀπολαμβάνουσιν ἐκ περισσοῦ πάντες οἱ τῷ Θεῷ δουλεύοντες καὶ μετ’ αὐτοῦ διαμένοντες. Αὐτὴ δὲ ἡ παράθεσις τῆς πρώτης καταστάσεως τῆς ἁγίας καὶ τῆς δευτέρας τῆς ἁμαρτωλοῦ ἔπληξε καιρίως τὴν κεκαρωμένην αὐτοῦ καρδίαν, καὶ ἔφερεν εἰς τὸ στόμα αὐτοῦ ταῦτα τὰ κατανυκτικὰ λόγια· «Πόσοι μισθίοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι»1! Ταῦτα δὲ σύμφωνά εἰσι τοῖς λόγοις, οὕς ἐλάλησεν ὁ Θεὸς διὰ τοῦ προφήτου Ἠσαΐου· «Τάδε λέγει Κύριος, ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε»2.
Εἴπατέ μοι νῦν, Ποῖος ἐξ ἡμῶν τὴν σήμερον βάλλει ἀρχὴν τῆς μετανοίας αὐτοῦ τὴν ἐπιστροφὴν τοῦ νοὸς αὐτοῦ εἰς τὴν θεωρίαν τῆς ἰδίας ζωῆς καὶ πολιτείας; τὶς λέγω μετανοῆσαι θέλων, ἀποσπᾷ πρῶτον τὸν νοῦν αὐτοῦ ἀπὸ τῶν σαρκικῶν καὶ κοσμικῶν διαλογισμῶν καὶ ἐνθυμήσεων, καὶ ἔπειτα ἐρευνᾷ τὴν συνείδησιν αὐτοῦ, καὶ συλλογίζεται ὅσα ἥμαρτε κατὰ διάνοιαν, ὅσα διὰ λόγου, ὅσα διὰ τῶν πράξεων; τὶς συλλογίζεται, ὅτι διὰ τῆς ἁμαρτίας αὐτοῦ ἐγένετο ἀνάξιος τῆς θείας βασιλείας, καὶ ὑπόδικος τῆς αἰωνίου κολάσεως; τὶς συγκρίνει τὴν κατάστασιν αὐτοῦ μετὰ τῆς ζωῆς καὶ μακαριότητος τῶν δικαίων; – Οὐδείς· τὴν σήμερον καθεὶς βάλλει ἀρχὴν καὶ θεμέλιον τῆς μετανοίας αὐτοῦ ταῦτα τὰ λόγια, Ὑπάγω εἰς τὸν πνευματικόν, ἵνα ἐξομολογηθῶ. – Ἄνθρωπε, τὶ ποιεῖς; ἐὰν ἔμελλες ὑπάγειν εἴς τινα τῶν μεγάλων ἀρχόντων, ἵνα ζητήσῃς συγχώρησιν διὰ τὸ κατ’ αὐτοῦ σφάλμα σου, ἆρά γε ἐτόλμας ἐλθεῖν πρὸς αὐτὸν οὕτως ἀνετοίμως καὶ ἀπερισκέπτως; ἔλεγες ἆρά γε καὶ τότε, «Ὑπάγω εἰς τὸν ἄρχοντα, ἵνα φανερώσω τὸ σφάλμα μου»; Οὐχί· πολλοὶ στοχασμοὶ πρῶτον ἀνέβαινον εἰς τὸν νοῦν σου περὶ τοῦ βάρους τῶν σφαλμάτων σου· ἔπειτα πολλὴν σκέψιν ἐποίεις περὶ τοῦ πῶς νὰ παρασταθῇς ἐνώπιον τοῦ ἄρχοντος, καὶ πολλὴν ἑτοιμασίαν τῶν λόγων, ὧν ἔμελλες εἰπεῖν ἐνώπιον αὐτοῦ καὶ ζητῆσαι τὴν συγχώρησιν· πολὺς δὲ καὶ φόβος ἐνέπιπτεν εἰς τὴν καρδίαν σου, μήπως ἀντὶ συγχωρήσεως λάβῃς τιμωρίαν· μέλλων δὲ παρασταθῆναι ἐνώπιον τοῦ Θεοῦ, τοῦ δημιουργοῦ καὶ ἐξουσιαστοῦ πάστης τῆς κτίσεως, τοῦ δικαίου καὶ φοβεροῦ κριτοῦ, ἵνα ἐξομολογηθῇς ἐνώπιον αὐτοῦ τὰς ἀνομίας σου, καὶ ὁμολογήσῃς, ὅτι παρέβης τὰς ἐντολὰς αὐτοῦ, καὶ ζητήσῃς παρ’ αὐτοῦ τὴν συγχώρησιν τοῦ πλήθους τῶν ἁμαρτιῶν σου, τολμᾷς καὶ ἔρχεσαι, μὴ συλλογισθεὶς πρότερον μηδὲν τὸν ἀριθμὸν μηδὲ τὸ βάρος τῶν ἁμαρτημάτων σου, μηδὲ τὸ τὶ νὰ λαλήσῃς, μηδὲ διὰ ποίων λόγων νὰ ζητήσῃς τὴν συγχώρησιν; αὐτό, ὅπερ λέγεις, Ὑπάγω, ἵνα ἐξομολογηθῶ χωρίς τινος ἄλλου προστοχασμοῦ καὶ προετοιμασίας, οὐκ ἔστιν ἀρχὴ μετανοίας, ἀλλ’ ἀσυλλογιστία, καὶ αὐθάδεια, καὶ περιφρόνησις τῆς σωτηρίας σου.
Ἐνατενίσατε πάλιν εἰς τῆς μετανοίας τὸν τύπον· στοχασθῆτε, λέγω, τί ἔπραξεν ὁ ἄσωτος μετὰ τὴν πρώτην προετοιμασίαν, ἥν ἠκούσατε· «Ἀναστάς», εἶπε, «προσεύσομαι πρὸς τὸν πατέρα μου»3. Ἀκούεις; «Ἀναστάς», εἶπε· καὶ μὴ νομίσῃς, ὅτι ἐκάθητο, καὶ διὰ τοῦτο εἶπεν, Ἀναστάς, διότι αὐτὸς οὐκ ἦν καθήμενος ἐπὶ τὴν πέτραν τῆς ἀρετῆς, ἀλὰ πεπτωκὼς ἦν καὶ κατακείμενος εἰς τῆς ἁμαρτίας τὸ βάραθρον· σημαίνει δὲ τὸ Ἀναστὰς τὴν ἀπόφασιν τῆς φυγῆς, καὶ τῆς τελείας ἀποχῆς ἀπὸ τῆς ἁμαρτίας, καὶ τῆς πρὸς τὸν Θεὸν ἐπιστροφῆς αὐτοῦ· διό, εἰπὼν τὸ Ἀναστάς, προσέθηκεν εὐθὺς καὶ τὸ «Πορεύσομαι πρὸς τὸν πατέρα μου». Ἄκουσον δὲ πῶς προητοίμασε καὶ τὰ λόγια τῆς ἐξομολογήσεως αὐτοῦ· «Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου»· ἔτι δὲ καὶ τὰ λόγια, διὰ τῶν ὁποίων ἐζήτησε παρὰ Θεοῦ τὴν συγχώρησιν· «Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου».
Λέγομεν ἆρά γε ἡμεῖς πρὸ τῆς ἐξομολογήσεως τὸ Ἀναστὰς τοῦ ἀσώτου; ἤγουν ἀποφασίζομεν πρὸ τῆς ἐξομολογήσεως τὴν τελείαν ἀποχὴν τῶν ἁμαρτημάτων; – Οὐχί· ἀλλ’ οὗτος μέν, ὅταν λέγῃ, Ὑπάγω ἵνα ἐξομολογηθῶ, κρατεῖ σφιγκτὰ εἰς τὰς χεῖρας αὐτοῦ τὸ ξένον πρᾶγμα, ἐκεῖνος δὲ ἀσφαλίζει ἀκριβῶς εἰς τὴν καρδίαν αὐτοῦ τὸ μῖσος καὶ τὸν φθόνον, ὁ ἄλλος ἔχει εἰς τὸ στόμα του τὴν κατάκρισιν τῶν ἀδελφῶν αὐτοῦ, οὗτος οὐ χωρίζεται ἀπὸ τῆς παρανόμου γυναικός, ἐκεῖνος ἔτι συναναστρέφεται τὰ πρόσωπα τὰ ἐξεγείροντα τῆς σαρκὸς τὰς ἐπιθυμίας· πρὶν τῆς ἐξομολογήσεως οὐδὲ μελέτη καὶ ἀνάμνησις τῶν ἁμαρτιῶν γίνεται, οὐδὲ ἀπόφασις τελείας ἀποχῆς ἀπὸ τῆς ἀνομίας, οὐδὲ προετοιμασία τῶν λόγων τῆς ἐξομολογήσεως, οὐδὲ ἄλλο τι τῶν ὅσα ἀναγκαῖά εἰσι διὰ τὴν μετάνοιαν καὶ ἐξομολόγησιν· ἐρχόμεθα δὲ εἰς τὸν πνευματικὸν πατέρα πολλάκις κατ’ αὐτὴν τὴν ἐσχάτην ἡμέραν τῆς νηστείας, εὑρίσκομεν δὲ αὐτὸν προθυμούμενον μὲν ἵνα εὐαρεστήσῃ πᾶν τὸ πλῆθος τῶν περιμενόντων ἐξομολογηθῆναι, ἔχοντα ὅμως καὶ τὸν νοῦν συγκεχυμένον ὑπὸ τῆς παρατεταμένης προσοχῆς, καὶ τὴν γλῶσσαν ἄτονον ὑπὸ τῶν πολλῶν νουθεσιῶν· παρασταθέντες δὲ ἐνώπιον αὐτοῦ, περιμένομεν ἵνα αὐτὸς ἐρευνήσῃ τὰ βάθη τῆς καρδίας ἡμῶν, καὶ ἐρωτήσῃ εἰς ποῖα ἁμαρτήματα περιεπέσαμεν, καὶ ποσάκις, καὶ πότε, καὶ τὰς λοιπὰς τῆς ἁμαρτίας περιστάσεις· περιμένομεν ἵνα αὐτὸς βάλῃ εἰς τὸ στόμα ἡμῶν καὶ τὴν ὑπόσχεσιν τῆς ἀποχῆς τῶν ἁμαρτιῶν, καὶ τῆς μετανοίας τὰ λόγια, ὥσπερ ἄν εἰ οὐκ εἴχομεν οὐδὲ νοῦν, οὐδὲ θέλησιν, οὐδὲ λόγον, οὐδὲ στόμα. Ὤ πόσον ἀμφίβολός ἐστιν ἡ ἄφεσις τῶν ἁμαρτιῶν μετὰ τὴν τοιαύτην ἐξομολόγησιν, κἄν ὁ πνευματικὸς πατὴρ μετὰ κατανύξεως ἀναγινώσκῃ τὴν συγχωρητικὴν εὐχήν! Ὤ! Καὶ πῶς μετὰ τὴν τοιαύτην μετάνοιαν καὶ ἐξομολόγησιν τολμῶντες πλησιάζομεν ε’ςι τὸ θυσιαστήριον τοῦ Θεοῦ, καὶ μεταλαμβάνομεν τῶν ἁγίων καὶ φρικτῶν μυστηρίων;
Ἀλλ’ ὁ Θεός, λέγεις, ἐστὶν ἀπειροεύσπλαγχνος· ἔτι μακρὰν ἀπ’ αὐτοῦ ἀπεῖχεν ὁ ἄσωτος, καὶ αὐτὸς ἔτρεξε, καὶ ἦλθε πρὸς αὐτόν, καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν· ἔπειτα ἔδωκεν εἰς αὐτὸν πάντα τὰ θεῖα αὐτοῦ χαρίσματα καὶ αὐτὸν τὸν μόσχον τὸν σιτευτόν. Ναὶ ἀληθῶς ταῦτα πάντα εἰσὶν ἀληθῆ καὶ βέβαια· ἀλλὰ πόθεν ἔμαθες ταῦτα; – ταῦτα ἔμαθες ἐκ τοῦ ἁγίου εὐαγγελίου. Διὰ τὶ οὖν ἀναγινώσκεις ἐν τῷ εὐαγελίῳ μόνον τὴν ἀπόδειξιν τῆς ἀπείρου εὐσπλαγχνίας τοῦ Θεοῦ, καὶ οὐ βλέπεις καὶ τὸν τρόπον τῆς μετανοίας τοῦ ἁμαρτωλοῦ; ἤκουσας, ὅτι ὁ Θεὸς ἔδειξεν ἄπειρον εὐσπλαγχνίαν εἰς τὸν ἄσωτον, ἀλλ’ ἤκουσας καὶ τὸ πῶς ὁ ἄσωτος ἐπέτυχε τοῦ τοιούτου ἐλέους· ἤκουσας, ὅτι ἦλθεν εἰς ἑαυτόν, ὅτι ἐσυλλογίσθη πρῶτον τὰς ἁμαρτίας αὐτοῦ, ὅτι ἐλυπήθη διὰ τὴν στέρησιν τῆς Θείας Χάριτος, ὅτι προητοίμασεν ἑαυτὸν εἰς τὴν μετάνοιαν καὶ ἐξομολόγησιν, ὅτι ἐγκατέλιπε τὴν ἁμαρτίαν καὶ ἐπέστρεψεν εἰς τὸν Θεόν· Ἐὰν βλέπῃς μόνον τὸ ἔλεος τῆς εὐσπλαγχνίας, καὶ παραβλέπῃς τὴν προετοιμασίαν τῆς μετανοίας, ὁμοιάζεις ἐκεῖνον τὸν ἄνθρωπον, ὅστις βλέπει μόνον ἕνα βαθμὸν τῆς κλίμακος τὸν ἀνώτατον, τοὺς δὲ ἄλλους παραβλέπει· ὅθεν, ἐκτείνων τὸν πόδα αὐτοῦ ἵνα ἀναβῇ ἀμέσως εἰς τὸν πρῶτον βαθμόν, ἀντὶ νὰ ἀναβῇ πίπτει καὶ κατακρημνίζεται.
Ἡ εὐσπλαγχνία τοῦ Θεοῦ ἐστιν ἄπειρος· ἐκείνους ὅμως ὁ Θεὸς εὐσπλαγχνίζεται, ὅσοι γίνονται ἄξιοι τῆς εὐσπλαγχνίας αὐτοῦ. Ἐὰν μετανοήσῃς, ὡς ὁ ἄσωτος, λαμβάνεις τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ ὅσα θεῖα χαρίσματα ἔλαβεν ἐκεῖνος. Ἐλθὲ πρὸ τῆς ἐξομολογήσεώς σου εἰς τὸν ἑαυτόν σου, ὡς ὁ ἄσωτος, σύναξον τὸν νοῦν σου τὸν ἐσκορπισμένον εἰς τὰς ἠδονὰς καὶ ματαιότητας τῆς σαρκός, καὶ ἀναλόγισαι πᾶσαν ἁμαρτίαν σου μετὰ τῶν αὐτῆς περιστάσεων· συλλογίσθητι, ὡς ἐκεῖνος, ποῖον παρώργισας, καὶ πόσων ἀγαθῶν ἐστερήθης· ἀποφάσισον ἐξ ὅλης ψυχῆς καὶ καρδίας, ἵνα ἐγκαταλείψῃς τὴν ἁμαρτίαν, καὶ ἐπιστρέψῃς εἰς τὸν Θεόν· ἑτοίμασον τῆς ἐξομολογήσεώς σου τὰ λόγια, κατάνυξον τὴν καρδίαν σου, καὶ ἐξάγαγε δάκρυα ἀπὸ τῶν ὀφθαλμῶν σου· τότε δέ, οὕτω προητοιμασμένος, λέγε, Ὑπάγω ἵνα ἐξομολογηθῶ· «Ἀναστάς, πορεύσομαι πρὸς τὸν πατέρα μου»4. Τοιουτοτρόπως προητοιμασμένος ἔρχου πρὸς τὸν πνευματικόν, ὅστις κατὰ τὴν ὥραν τῆς ἐξομολογήσεως παρίστησι τὸ πρόσωπον τοῦ Θεοῦ καὶ σωτῆρος σου· ἐλθὼν δὲ πρὸς αὐτόν, μὴ ὡς ἄφωνος περιμένῃς ἵνα αὐτός σε ἐρωτᾷ, σὺ δὲ ἀποκρίνεσαι μόνον τὸ ναὶ ἤ τὸ οὐ, ἀλλ’ ὡς εὔλαλος εἰπὲ σὺ τὰς ἁμαρτίας σου μετὰ τῶν ἀναγκαίων περιστάσεων· λέγω δὲ αὐτάς, μὴ προφασίζησαι προφάσεις ἐν ταῖς ἁμαρτίαις σου, καὶ μὴ καταδικάζῃς ἄλλους, ἀλλὰ σεαυτὸν ὁμολόγει πταίστην· Ἥμαρτον, λέγε, εἰς τὸν οὐρανὸν καὶ ἐνώπιον τοῦ Θεοῦ· τοιουτοτρόπως ἀναβαίνεις ἀπὸ βαθμοῦ εἰς βαθμὸν τὴν σωτηριώδη τῆς ἀληθινῆς μετανοίας κλίμακα, καὶ φθάνεις εἰς τὸν βαθμόν, ἐν ᾧ εὑρίσκεις τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ, ἥτις συγχωρεῖ πάσας τὰς ἁμαρτίας σου, καὶ ἀξιοῖ σε τῶν θείων χαρισμάτων.
Ἀδελφοί μου ἀγαπητοί, οὗτός ἐστιν ὁ κανὼν τῆς μετανοίας καὶ ἐξομολογήσεως, τὸν ὁποῖον ὁ θεάνθρωπος Ἰησοῦς ἐτύπωσε διὰ τῶν παραβολικῶν λόγων τοῦ σημερινοῦ εὐαγγελίου· καὶ ὅστις μὲν οὐ στοιχεῖ τῷ κανόνι τούτῳ, ἐκείνου καὶ ἡ μετάνοιά ἐστιν ἀμφίβολος, καὶ ἡ ἐξομολόγησις ἀτελής, καὶ ἡ ἄφεσις τῶν ἁμαρτιῶν ἀβέβαιος· μακάριος δέ, ὅστις φυλάττει τοῦτον τὸν θεοπαράδοτον κανόνα· μακάριος, ὅστις τοιουτοτρόπως προετοιάζεται, καὶ τοιουτοτρόπως ἐξομολογεῖται· αὐτὸν ἀναμφιβόλως δέχεται ὁ Θεός, καὶ πίπτει ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταφιλεῖ αὐτόν· ἀναμφίβολόν ἐστιν, ὅτι ὁ μὲν πνευματικὸς πατὴρ ἐκφωνεῖ ὑπὲρ αὐτοῦ ὧδε εἰς τὴν γῆν τὸ Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ὁ δὲ Θεὸς ἐξ οὐρανοῦ ἄνωθεν δίδωσιν εἰς αὐτὸν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν. Ἀναμφίβολόν ἐστιν, ὅτι αὐτὸς ἐνδύεται τῆς σωτηρίας τὸν χιτῶνα, καὶ λαμβάνει τοῦ παναγίου πνεύματος τὴν χάριν, καὶ κατευθύνει τῆς ψυχῆς αὐτοῦ τὰ διαβήματα εἰς τὴν ὀδὸν τῶν θείων ἐντολῶν, καὶ καταξιοῦται θεοπρεπῶς τῆς μεταλήψεως τῶν θείων μυστηρίων· ἀναμφίβολόν ἐστιν, ὅτι, ὅστις ἁμαρτωλὸς τοιουτοτρόπως μετανοήσῃ καὶ ἐξομολογηθῇ, γίνεται υἱὸς Θεοῦ, καὶ κληρονόμος τῆς αἰωνίου αὐτοῦ βασιλείας ἐν Χριστῷ Ἰησοῦ τῷ σωτήρι ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
____________________
Σημειώσεις :
- Λουκ. ιε΄, 17.
- Ἠσ. ξε΄, 13, 14.
- Λουκ. ιε΄, 18.
- Λουκ. ιε΄, 18.
Δείτε τον λόγο στο πρωτότυπο από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 187 – Έκδοσις 1840), πατώντας εδώ [1] (4/2/15)