- Η ΑΛΛΗ ΟΨΙΣ - https://alopsis.gr -

Αποστολικό ανάγνωσμα Κυριακής Αγίων Πάντων: Ομιλία περί του, ότι έκαστος έχει προκείμενον ίδιον αγώνα, και περί του, πώς δύναται τούτον διανύσαι αξιοπρεπώς (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

Κυριακή Α’ Ματθαίου

(Εβρ. ΙΑ΄ 33 – ΙΒ΄ 2)

– Πολλοί οι υπέρ της αρετής αγώνες και κατά της αμαρτίας. Γιατί τότε ο απόστολος Παύλος δεν είπε πληθυντικώς, τους προκειμένους ημίν αγώνας, αλλ’ είπε ενικώς;

– Με ποιον τρόπο μπορούμε να αγωνισθούμε τον κατά της αμαρτίας και τον υπέρ της αρετής δικό μας αγώνα;

– Ποιοι είναι οι τρεις εχθροί που σπέρνουν της αμαρτίας τα σπέρματα και με ποιόν τρόπο μπορούμε να τους κατανικήσουμε;

– Η ενατἐνιση της περιόδου της παναγίας ζωής του Ιησού Χριστού και του κοσμοσωτηρίου πάθους Του, βοήθεια στον αγώνα των Χριστιανών εναντίον της αμαρτίας και υπέρ της απόκτησης των αρετών.

 

***

 

Άρχιεπισκόπου Ἀστραχὰν & Σταυρούπολεως Νικηφόρου Θεοτόκη

Ὁμιλία μετὰ τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν τοῦ Παύλου τὴν ἀναγινωσκομένην τῇ πρώτῃ Κυριακῇ ἐν ῇ καὶ ἡ ἑορτὴ τῶν Ἁγίων Πάντων

 

Καθὼς ἀναρίθμητόν ἐστι τῶν ἁμαρτημάτων τὸ πλῆθος, οὕτως ἀμέτρητός ἐστι καὶ τῶν ἀρετῶν ὁ ἀριθμός· ὅστις φύγῃ πᾶσαν ἁμαρτίαν, κατορθώσῃ δὲ πᾶσαν ἀρετήν, ἐκεῖνός ἐστιν ὁ ἀληθινὸς ἀγωνιστής, καὶ ὁ ἄξιος κληρονόμος τῆς ἐπουρανίου βασιλείας. Πάσης δε ἁμαρτίας ἡ φυγή, καθὼς καὶ πάσης ἀρετῆς ἡ κατόρθωσις, ἴδιον ἔχει κόπον καὶ δυσκολίαν καὶ ἀγῶνα· ἄλλον κόπον δοκιμάζεις, ἵνα φύγῃς τὴν κοιλιοδουλείαν, καὶ ἄλλον, ἵνα ἀποστραφῇς τὴν ἀσέλγειαν· ἄλλην δυσκολίαν, ἵνα καταργήσῃς τοῦ νοός σου τὴν ὑπερηφάνειαν, καὶ ἄλλην, ἵνα ἐκῤῥιζώσῃς τὸ μῖσος ἐκ τῆς καρδίας σου. Ὁμοίως ἄλλος ἀγὼν πρόκειταί σοι, ἵνα κατασταθῇς πρᾷος καὶ ἀνεξίκακος, καὶ ἄλλος, ἵνα ἀναδειχθῇς νήστης καὶ σώφρων· ἄλλος ἀγών, ἵνα στερεωθῇς εἰς τὴν ἀρετὴν τῆς ἀγάπης, καὶ ἄλλος, ἵνα καταφρονήσῃς πᾶσαν τοῦ κόσμου τὴν ματαιότητα· ἐκ τούτου φανερόν ἐστιν, ὅτι πολλοί, μᾶλλον δὲ ἄμετροί εἰσιν οἱ ὑπὲρ τῆς σωτηρίας ἡμῶν ἀγῶνες. Διὰ τὶ οὖν ὁ ἀπόστολος Παῦλος οὐκ εἶπε πληθυντικῶς, τοὺς προκειμένους ἡμῖν ἀγῶνας, ἀλλ’ εἶπεν ἐνικῶς· «Τὸν προκείμενον ἡμῖν ἀγῶνα»1; Τοιουτοτρόπως ἐλάλησε, πρῶτον μέν, ἵνα διδάξῃ, ὅτι πάντες οἱ κατὰ τῆς ἁμαρτίας, καὶ οἱ ὑπὲρ τῆς ἀρετῆς ἀγῶνες εἰς ἕνα περιέχονται ἀγῶνα, τὸν ὑπὲρ τῆς ψυχικῆς ἡμῶν σωτηρίας· δεύτερον, δέ, ἵνα φανερώσῃ, ὅτι εἰς τὸν καθένα πρόκειται κατ’ ἐξοχὴν ἴδιος ἀγών, ἵνα δι’ αὐτοῦ, ἐὰν θέλῃ, ἀγωνισθῇ, καὶ νικήσας, λάβῃ τὸν στέφανον τῆς θείας μακαριότητος. Βλέπομεν δὲ περὶ τούτου πολλὰ παραδείγματα.

Εἰς τὸν Ἰωσὴφ πρόκειται τὸ περὶ σωφροσύνης ἀγωνιστήριον· ἡ μὲν Αἰγυπτία ἐστὶ κυρία καὶ δέσποινα ἐν τῷ οἴκῳ τοῦ Πετεφρῆ· ὁ δὲ Ἰωσὴφ δοῦλος αὐτῆς ἀργυρώνητος· αὐτὴ ἀναίσχυντος καὶ ἀκρατής· ἐκεῖνος ἀκμαῖος, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς νεότητος αὐτοῦ· ἐκείνη προσκαλεῖ αὐτόν· «Κοιμήθητι μετ’ ἐμοῦ»2, λέγει· ἡ κυρία παρακαλεῖ τὸν δοῦλον· ὦ πόσον ἰσχυρὸν ὅπλον τῆς κυρίας ἡ ἱκεσία· ὁ δὲ δοῦλος νέος καὶ εὔρωστος· ὦ πόσον ἐξάπτει ἡ νεότης τῆς ἐπιθυμίας τὸ πῦρ. Ἀλλ’ ὁ Ἰωσὴφ ἄτρωτος καὶ ἄφλεκτος τῇ δυνάμει τοῦ φόβου τοῦ Θεοῦ· «Καὶ πῶς ποιήσω», ἀποκρίνεται πρὸς τὴν κυρίαν αὐτοῦ, τὴν προσκαλοῦσαν αὐτὸν πρὸς τὴν ἁμαρτίαν, «Καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ»3; Ὦ τόλμη ἁγία, ὦ ἀνυποταξία θεάρεστος εἰς πάντα τὰ ἄλλα ὑπήκοος εἰς τὴν κυρίαν αὐτοῦ, εἰς τὸ ἔργον τῆς ἁμαρτίας παντελῶς ἀνυπότακτος· ἐκείνη ἐν μιᾷ τῶν ἡμερῶν ἰδοῦσα, ὅτι οὐδείς ἐστιν ἐν τῷ οἴκῳ αὐτῆς, ἐπιλαμβάνεται τοῦ ἱματίου αὐτοῦ, καὶ σύρει καὶ βιάζει αὐτὸν πρὸς τὴν ἁμαρτίαν· ὦ πάλη, ὦ κίνδυνος· αὐτὸς φεύγει εὐθὺς καὶ ἀφίησιν εἰς τὰς χείρας αὐτῆς τὸ ἱμάτιον αὐτοῦ. Καὶ παύει μὲν ὁ περὶ τῆς σωφροσύνης πόλεμος, ἐπειδὴ ὁ ἔρως τῆς ἀσελγοῦς προσκρούσας ἐπὶ τὴν πέτραν τῆς σωφροσύνης, μετεβλήθη εἰς θυμὸν καὶ μῖσος, πλὴν ἄρχεται ἄλλο ἆθλον ὀδυνηρόν· συκοφαντεῖ ἡ ἀσυνείδητος καὶ κατακλείει εἰς τὴν φυλακὴν τὸν ἀθλητὴν τὸν καρτερόψυχον· ὁ δὲ ἀθλητὴς ὑποφέρει γενναίως καὶ τῆς συκοφαντίας τὸ ὄνειδος, καὶ τὴν κακουχίαν τῆς φυλακῆς.

Στέρησις πάντων τῶν ὑπαρχόντων, θάνατος τῶν τέκνων, πληγαὶ εἰς ὅλον τὸ σῶμα τοῦ πολυάθλου Ἰώβ, ἐν μιᾷ καιροῦ στιγμῇ ὁ ὑπέρπλουτος Ἰὼβ γίνεται πάμπτωχος· ὁ πολύτεκνος, ἄτεκνος· ὁ ὑγιῆς, κατατετραυματισμένος· αὕτη ἡ σειρὰ τῶν συμφορῶν ἐστιν ὁ προκείμενος ἀγὼν τοῦ Ἰώβ· ηὔξανον δὲ τοῦτο οἱ φίλοι ἐλέγχοντες, καὶ ἡ ἰδία γυνὴ αὐτοῦ συμβουλεύουσα αὐτῷ, ἵνα βλασφημήσῃ κατὰ τοῦ Θεοῦ· ἀλλὰ νικᾷ ἀνδρειότατα, καὶ θριαμβευτὴς ἐξέρχεται τοῦ ἀγῶνος ὁ ἀδαμάντινος. «Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ Κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ»4.

Ὁ φθόνος τοῦ Σαούλ ἐστιν ὁ προκείμενος ἀγὼν εἰς τὸν Δαβίδ· ἐπιβουλάς, διωγμούς, καταδρομὰς κινεῖ κατ’ αὐτοῦ ὁ Σαούλ,  ζητῶν παντοιοτρόπως θανατῶσαι αὐτόν· ὅταν οὖν εἶδεν ὁ Δαβὶδ τὸν ἐχθρὸν αὐτοῦ τὸν Σαούλ, εἰσελθόντα μόνον δι’ ἀνάγκην σωματικὴν εἰς τὸ σπήλαιον, τὸ ἐν τῇ ἐρήμῳ Ἐνγαδδί, ὅπου αὐτὸς ἐκρύπτετο, πόσον ἠγωνίσθη τότε, ἵνα μὴ ὑπακούσῃ εἰς τὰς συμβουλὰς τῶν μετ’ αὐτοῦ, οἵτινες ἔλεγον πρὸς αὐτόν· «Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἥν εἶπε Κύριος πρός σε παραδοῦναι τὸν ἐχθρόν σου εἰς χεῖρας σου»; πόσον ἠγωνίσθη τότε, ἵνα ἡσυχάσῃ τὰς ὀρμὰς τῆς φύσεως τὰς ἐξεγερθείσας ἐναντίον ἐκείνου, ὅστις ἐζήτει ἀδίκως καὶ παραλόγως θανατῶσαι αὐτόν; πόσην δὲ στεναχωρίαν ἐδοκίμασε τὸ πνεῦμα αὐτοῦ, ὅταν εὕρε τὸν Σαοὺλ καὶ τοὺς φύλακας αὐτοῦ κοιμωμένους ἐν τῷ βουνῷ τῷ Ἐχελᾶ, καὶ ὅταν ὁ Ἀβεσσὰ εἶπε πρὸς αὐτόν· «ἀπέκλεισε Κύριος σήμερον τὸν ἐχθρόν σου εἰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ, καὶ οὐ δευτερώσω αὐτῷ»5; ἀλλ’ ἐνίκησεν ὁ γενναιότατος καὶ ταῖς συμβουλαῖς τῶν φίλων παρακούσας, καὶ τὰ κύματα τῆς φύσεως κατευνάσας, «Μηδαμῶς μοι», εἶπε, «παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου».

Ὁ μὲν προφήτης Ἠλίας ἔχει προκείμενον ἀγῶνα τὴν ἐξάλειψιν τῆς εἰδωλολατρείας· κατ’ αὐτῆς ἀγωνίζεται μεγαλοψύχως ἐναντίον τοῦ Ἀχαάβ, καὶ παλαίει ἐμφρόνως κατὰ τῶν διωγμῶν καὶ τῶν φοβερισμῶν τῆς προστάτιδος τῶν εἰδώλων, τῆς πονηρᾶς, λέγω, Ἰεζάβελ· νικήσας δὲ θεοπρεπῶς, ἐξουδένωσε τὴν εἰδωλολατρείαν, καὶ ἀνεστήλωσε τῆς ὀρθῆς πίστεως τὸ σέβας· οἱ δὲ Μακαββαῖοι, καὶ ἡ μήτηρ αὐτῶν Σολομονή, καὶ ὁ διδάσκαλος αὐτῶν ὁ Ἐλεάζαρος, ἔχουσι προκείμενον ἀγῶνα τὴν διατήρησιν τοῦ θείου νόμου· κολακεῖαι, φοβερισμοί, τήγανα, λέβητες, γλωσσοτομίαι, ἀρκωτηρισασμοί, ἐκδάρσεις σώματος, πῦρ καιόμενον, θάνατος ἄδικος πρόκεινται αὐτοῖς, ἵνα καταφρονήσωσι τοῦ Θεοῦ τὸν νόμον· κατὰ τούτων δὲ πάντων ἀγωνίζονται θαρσαλέως, καὶ νικῶσι θαυμασίως, καὶ στέφονται ἐνδόξως διὰ τῶν τοῦ μαρτυρίου στεφάνων. Ἐὰν δὲ παρατηρήσετε τὰς ἱερὰς ἱστορίας, βλέπετε, ὅτι πᾶς δίκαιος ἠγωνίσθη μὲν κατὰ διαφόρους τρόπους, εἶχεν ὅμως προκείμενον αὐτῷ ἴδιον ἰδιαίτατον ἀγῶνα.

Τοῦτον τὸν ἰδιαίτατον ἑνὸς ἑκάστου ἀγῶνα, σταυρὸν ὠνόμασεν ὁ θεάνθρωπος Ἰησοῦς, εἰπών· «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι»6. Εἰς ταύτην τὴν κοιλάδα τοῦ κλαυθμῶνος, ἐν ᾗ ζήσωμεν καὶ πολιτευόμεθα, οὐδεὶς εὑρίσκεται ἔξω παντὸς ἀγῶνος, οὐδείς ἐστιν, ὅστις οὐκ ἔχει σταυρὸν ἤγουν συμφοράν, ἀσθένειαν, πᾶθος, θλίψιν. Οὐδὲ αὐτοὶ οἱ βασιλεὶς τῆς γῆς, οἱ νομιζόμενοι πανενδοξότατοι καὶ πανευτυχέστατοι εἰσὶν ἀμέτοχοι ἀγῶνος, καὶ ἐλεύθεροι σταυροῦ. Εἰς ταύτην τὴν πρόσκαιρον ἡμῶν παροικίαν τοῦτον μὲν φλογίζει ἀκαταπαύστως ἡ φλογερὰ ἐπιθυμία τῆς σαρκός· αὐτὴ δέ ἐστιν ὁ προκείμενος αὐτῷ ἀγών, αὐτή ἐστιν ὁ σταυρὸς αὐτοῦ. Ἐὰν οὖν ἄρῃ αὐτόν, ἤγουν ἐὰν σβέσας τὴν φλόγα νικήσῃ, δοξάζεται ὡς ὁ Ἰωσήφ, ὁ τῆς Αἱγυπτίας νικητής. Ἐκεῖνος πάσχει ὑπὸ διαφόρων συμφορῶν, καὶ ἀσθένεια δὲ ὀδυνηρὰ βασανίζει αὐτόν, οὐδὲ ἰατρὸν ἔχει, οὐδὲ βοτάνην, οὐδὲ ἄνθρωπον, ἵνα ἐπισκεφθῇ τὰς ἀνάγκας αὐτοῦ· ταῦτά εἰσιν ὁ προκείμενος αὐτῷ ἀγών, οὗτός ἐστιν ὁ σταυρὸς αὐτοῦ· ἐὰν οὖν ἄρη αὐτόν, ἤγουν ἐὰν ὑπομείνῃ ἀνδρειοφρόνως, μακαρίζεται ὡς ὁ Ἰώβ, καὶ καταντᾷ εἰς τὸν κόλπον τοῦ Ἀβραάμ, ὡς ὁ Λάζαρος. Εἰς τοῦτον ἄμετρον θλίψιν προξενοῦσιν οἱ φθονεροί. Ὁ φθόνος οὖν πρόκειται αὐτῷ ὡς ἀγών, ὁ φθόνος τῶν φθονούντων αὐτόν, ἐστὶν ὁ σταυρὸς αὐτοῦ. Ἐὰν οὖν ἄρῃ τὸν σταυρὸν αὐτοῦ, ἤγουν ἐὰν ὑπομείνῃ μεγαλοψύχως τὴν τῶν φθονερῶν βλάβην, μεγαλύνεται καὶ ὑπερυψοῦται, ὡς ὁ Δαβίδ, ὁ μετὰ τοσαύτης καρτερότητος ὑπομείνας τὸν φθόνον τοῦ Σαούλ. Τὸν ἄλλον δυναστεύει Ὁ κατὰ τῆς εὐσεβείας διωγμός. Οὗτος οὖν ἐστιν ὁ προκείμενος αὐτῷ ἀγών. Ἐὰν δὲ εἰς τοῦτον τὸν ἀγῶνα παλαίσῃ μεγαλοψύχως, ὑψοῦται ἕως εἰς τὸν οὐρανόν, ὡς ὁ ἀρματηλάτης Ἠλίας. Πολλοὶ βιάζονται οὐχὶ ὑπὸ τοῦ Ἀντιόχου, ἀλλ’ ὑπὸ τοῦ πάθους τῆς κοιλιοδουλείας, ἵνα καταφρονήσωσι τῆς νηστείας τοὺς νόμους. Ἐὰν εἰς τοῦτον τὸν ἀγῶνα πολεμήσωσιν ἀνδρείως, καὶ ἀναφανῶσι νικηφόροι κατὰ τοῦ δαίμονος τῆς γαστριμαργίας, στεφανοῦνται ὡς οἱ ἅγιοι Μακκαβαῖοι.

Ἀλλὰ ποῖός ἐστι, λέγεις ὁ τρόπος δι’ οὗ δυνάμεθα ἀγωνισθῆναι τὸν κατὰ τῆς ἁμαρτίας καὶ τὸν ὑπὲρ τῆς ἀρετῆς προκείμενον ἡμῖν ἀγῶνα; Ἐδίδαξε τὸν τρόπον αὐτὸς ὁ θεόπνευστος Παῦλος. Αὑτὸς γράφων πρὸς τοὺς εἰς Χριστὸν πιστεύσαντας Ἑβραίους, οἵτινες τότε εὑρίσκοντο εἰς τὸ ἀγωνιστήριον τῶν φοβερῶν διωγμῶν, καὶ συμβουλεύων αὐτούς, ἵνα διαπερῶσι προθύμως τὸ προκείμενον αὐτοῖς ἀγωνισιτικὸν στάδιον, ἐφανέρωσε καὶ τὸν τρόπον, δι’ οὗ ὁ ἀγωνιστὴς προθυμοποιούμενος, τελειοῖ εὐτυχῶς τοῦ προκειμένου αὐτῷ ἀγῶνος τὸν δρόμον. «Δι’ ὑπομονῆς», εἶπε, «τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα· ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν»7. Ἰδοὺ ὁ τρόπος. Ἔχε διαπαντὸς ἀνεῳγμένα τῆς ψυχῆς σου τὰ ὅμματα, καὶ βλέπε διαπαντὸς τὸν Ἰησοῦν Χριστόν· τοῦτο σὲ ἐνδυναμοῖ πρὸς φυγὴν πάσης ἁμαρτίας, καὶ πρὸς κατόρθωσιν πάσης ἀρετῆς.

Ἀληθῶς εὐπερίστατός ἐστιν ἡ ἁμαρτία, εἰσέρχεται εἰς πᾶσαν ὑπόθεσιν, προχωρεῖ εἰς πᾶσαν πρᾶξιν, παρίσταται εἰς πᾶσαν περίστασιν· ὅπου ἄν στραφῇς καὶ ὅπου ἐνατενίσῃς, ἐκεῖ βλέπεις τῆς ἁμαρτίας τὰ σκάνδαλα καὶ τῶν ἀνομιῶν τὰς παγίδας· καὶ εἰς αὐτὴν τὴν καρδίαν ἡμῶν ἐμφωλεύει ἡ ἁμαρτία, καὶ εἰς τὸν νοῦν ἡμῶν ἐμβαίνει. Ἡ σάρξ, ὁ κόσμος, ὁ σατανᾶς, εἰσὶ τρεῖς ἐχθροί, οἵτινες εἰς πάντα λογισμὸν ἡμῶν σπείρουσι τῆς ἁμαρτίας τὰ σπέρματα, καὶ μολύνουσι καὶ αὐτὰ τὰ θεάρεστα ἡμῶν ἔργα. Ἀληθῶς εὐπερίστατός ἐστιν ἡ ἁμαρτία, ἀλλ’ ὅταν εἰς πᾶσάν σου τὴν περίστασιν ἀφορᾷς εἰς τὸν Ἰησοῦν Χριστόν, τότε ἡ εὐπερίστατος ἁμαρτία γίνεται ἀπερίστατος, ἤ παντελῶς ἀδύνατος καὶ ἀτελεσφόρητος. Ὅταν ἐγείρωναται κατὰ σοῦ τῆς σαρκὸς τὰ θανατηφόρα κύματα, τότε βλέπε αὐτὸν πανάμωμον ἐξ ἁγίας παρθένου ἀφθόρως σαρκωθέντα, καὶ μετὰ κατανύξεως κράζε, «Κύριε, σῶσον με»8. Αὐτὸς δὲ ἀοράτως ἐκτείνει τὴν κραταιὰν αὐτοῦ χεῖρα, καὶ σώζει σε ἐκ τοῦ πειρασμοῦ τῆς σαρκός σου, καθὼς τὸν Πέτρον ἐκ τοῦ καταποντισμοῦ τῆς θαλάσσης. Ὅταν προσβάλλῃ εἰς τὸν νοῦν σου τῆς κοσμικῆς ματαιότητος ὁ καπνός, τότε βλέπε, πῶς ὁ Ἰησοῦς κατεφρόνησε πᾶσαν τοῦ κόσμου τὴν ματαιότητα, ἀναχωρήσας μόνος εἰς τὸ ὄρος, ὅταν ἐζήτησαν ἁρπάσαι αὐτόν καὶ ποιῆσαι βασιλέα9. Ὅταν ὁ σατανᾶς ῥίπτῃ κατὰ σοῦ τῆς κοιλιοδουλείας, ἤ τῆς φιλοδοξίας, ἤ τῆς πλεονεξίας τὸ βέλος, τότε βλέπε, πῶς ὁ Ἰησοῦς εἰς τὴν ἔρημον καὶ εἰς τὸ πτερύγιον τοῦ ναοῦ, καὶ εἰς τὸ ὑψηλὸν ὄρος συνέτριψε τοῦτο τὸ σατανικὸν τρίστομον βέλος, ἔπειτα ὑπηρετήθῃ ὑπὸ τῶν ἁγίων ἀγγέλων10. Ἐάν σε ταράττῃ τῆς ἀνυποταξίας τὸ πνεῦμα, καὶ φεύγῃς τὴν ὑπακοήν, νομίζων σεαυτὸν τελειότερον τῶν προεστώτων σου, βλέπε τὸν Ἰησοῦν. Αὑτὸς Θεὸς πανυπερτέλειος, καὶ ὅμως ὑπετάσσετο εἰς τοὺς ἀνθρώπους, εἰς τὸν Ἰωσὴφ δηλαδή, καὶ εἰς τὴν ἑαυτοῦ μητέρα11. Ἐάν σε φυσᾷ τῆς ὑπερηφανείας ὁ ἄνεμος, βλέπε εὐθὺς εἰς αὐτόν. Αὐτός ἐστιν ὁ ποιητὴς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὁ δημιουργὸς πάντων τῶν ὀρατῶν καὶ τῶν ἀοράτων, ὁ δεσπότης καὶ κύριος καὶ πλάστης σου, ὁ ὑπὸ πασῶν τῶν ἐπουρανίων δυνάμεων λατρευόμενος, καὶ ὑπὸ πάσης τῆς κτίσεως δοξολογούμενος, ὁ παντοδύναμός ἐστι καὶ παντεξούσιος, ὁ Θεὸς ὁ ἀληθινός ἐστιν. Αὐτὸς δὲ «ἐταπείνωσεν ἑαυτὸ μορφὴν δούλου λαβών»12, καὶ «ἄνθρωπος γενόμενος, οὐκ ἐπῃσχύνθη καλεῖν τοὺς ἀνθρώπους ἀδελφοὺς αὐτοῦ, καὶ ὁμοιωθῆναι αὐτοῖς κατὰ πάντα»13. Βλέπε αὐτὸν βρέφος ἐν τῇ φάτνῃ τῶν ἀλόγων κατακείμενον, μὴ ἔχοντα, ποῦ τὴν κεφαλὴν κλῖναι, πεινῶντα, μετὰ τὴν νηστείαν, κεκοπιακότα μετὰ τὴν ὁδοιπορίαν, λέντιον ἐζωσμένον μετὰ τὸ δεῖπνον, ὡς δοῦλον νίπτοντα τῶν μαθητῶν τοὺς πόδας. Ὅταν συκοφαντῶσιν, ἤ ὑβρίζωσιν, ἤ κατὰ ἄλλον τρόπον βλάπτωσί σε οἱ ἄνθρωποι, βλέπε αὐτὸν συκοφαντούμενον ὑπὸ τῶν φθονούντων, προδιδόμενον ὑπὸ τοῦ Ἰούδα, συρόμενον εἰς τὰ κριτήρια ὑπὸ τῶν παρανόμων, ῥαπιζόμενον ὑπὸ τοῦ δούλου, κατακρινόμενον ὑπὸ τῶν ἀδίκων κριτῶν, περιπαιζόμενον καὶ ἐμπτυόμενον ὑπὸ τῶν στρατιωτῶν, σταυρούμενον ἐν μέσῳ δύο ληστῶν, βλασφημούμενον, καὶ χολὴν καὶ ὄξος ποτιζόμενον, νεκρούμενον καὶ τὴν πλευρὰν λογχευόμενον. Παρατήρησον δέ, ὅτι ταῦτα πάσχων, «Ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα»14, καθὼς περὶ αὐτοῦ προεφήτευσεν ὁ μέγας προφήτης Ἠσαΐας. Ἐὰν δὲ τὸ μῖσος τῶν ἐχθρῶν σου ζητῇ κατοικῆσαι εἰς τὴν καρδίαν σου, ἐνατένισον εὐθὺς εἰς τοῦ Γολγοθᾶ τὸ ὄρος, καὶ βλέπε τὸν Ἰησοῦν ἐκεῖ ἐν σταυρῷ κρεμάμενον, καὶ ἄσκουσον αὐτὸν προσευχόμενον ὑπὲρ τῶν σταυρωσάντων αὐτόν, καὶ λέγοντα· «Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι, τὶ ποιοῦσιν»15. Εἰς πᾶν εἶδος τῆς εὐπεριστάτου ἁμαρτίας, ἐὰν ἀνοίγῃς τῆς διανοίας σου τὰ ὅμματα, καὶ ἀφορᾷς εἰς τὸν Ἰησοῦν Χριστόν, οὐ μόνον μακρὰν φεύγεις ἀπὸ τοῦ σκότους τῆς ἁμαρτίας, ἀλλὰ καὶ τὸ φῶς τῶν θείων ἀρετῶν περιλάμπει τὴν ψυχήν σου.

Πόσον φωτίζεται ἡ ψυχὴ ἡμῶν, καὶ πόσον στηρίζεται ἐπὶ τὴν ἀρετὴν τῆς ἀγάπης, ὅταν ἐνατενίζοντες εἰς τὸν Ἰησοῦν, βλέπωμεν, ὅτι δι’ ἀγάπην ἡμῶν τῶν ἁμαρτωλῶν ἐγένετο ἄνθρωπος, καὶ διὰ τὴν σωτηρίαν ἡμῶν ἀπέθανεν ἐπάνω εἰς τὸν σταυρόν; πόσον ἁπαρτίζεται ὁ νοῦς ἡμῶν πρὸς τὴν τελειότητα τῆς ἐλεημοσύνης, ὅταν ἐνατενίζοντες εἰς αὐτόν, βλέπωμεν τῆς ἐλεημοσύνης αὐτοῦ τὰ θαύματα, καὶ ἀκούωμεν αὐτὸν παραγγέλοντα εἰς τοὺς ἐλεηθέντας, ἵνα σιωπήσωσι τῆς εὐεργεσίας τὴν χάριν; πόσον θερμαίνεται ἡ ψυχὴ ἡμῶν εἰς τῆς προσευχῆς τὸ ἔργον, ὅταν βλέπωμεν αὐτὸν καὶ εἰς τοὺς ἐρήμους τόπους, καὶ εἰς τὸ ὄρος κατ’ ἰδίαν, καὶ εἰς τὴν Γεθσημανὴν προσευχόμενον; πόσον δὲ προθυμοποιούμεθα εἰς τὴν πράξιν τῆς νηστείας, ὅταν βλέπωμεν αὐτὸν νηστεύοντα ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα; πόσον ὠφελούμεθα, ὅταν ἐνατενίζοντες εἰς αὐτόν, βλέπωμεν τὴν πραότητα, τὴν ἀνεξικακίαν, τὴν ὑπομονήν, τὴν μακροθυμίαν, πάσας τὰς λοιπὰς ἀρετὰς αὐτοῦ, ὅσας ἔδειξεν εἰς πᾶσαν τὴν περίοδον τῆς παναγίας αὐτοῦ ζωῆς, ἐξόχως δὲ εἰς τὸν καιρὸν τοῦ κοσμοσωτηρίου πάθους;

Σημείωσαι δὲ τῆς ἀπείρου σοφίας τοῦ Θεοῦ τὴν πανεύσπλαγχνον οἰκονομίαν· ἡ θεωρία τῆς θείας δόξης ἐστὶν ἡ μακαριότης καὶ ἡ βασιλεία καὶ ἡ ἀπόλαυσις τῶν θείων ἀγαθῶν· ὅταν βλέπωσιν οἱ ἅγιοι τὴν δόξαν τοῦ Θεοῦ, τότε καὶ μακαρίζονται, καὶ βασιλεύουσι, καὶ χορτάζονται τῶν ἐπουρανίων ἀγαθῶν. «Χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου»16. Ὠκονόμησε δὲ ὁ Θεός, ἵνα ἡ ἐπὶ γῆς θεωρία τοῦ Ἰησοῦ Χριστοῦ προξενῇ τὴν ἐπουράνιον αὐτοῦ θεωρίαν· διότι ἐὰν κατὰ τὴν διδασκαλίαν τοῦ Παύλου τότε τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἤγουν τῆς σωτηρίας τὸν δρόμον, ὅταν ἀφορῶμεν εἰς τὸν Ἰησοῦν Χριστόν, φανερόν ἐστιν, ὅτι ἡ ἐπὶ γῆς θεωρία αὐτοῦ πρόξενος γίνεται τῆς ἐπουρανίου. Ἐὰν ἐπιβλέπῃς ὧδε εἰς τὰς ἀρετὰς αὐτοῦ, βλέπεις ἐκεῖ τὴν δόξαν τῆς θείας οὐσίας αὐτοῦ. Ἐὰν ἐπιβλέπῃς ὧδε ἐπὶ τὰ παθήματα αὐτοῦ, βλέπεις ἐκεῖ τὴν δόξαν τῆς ἐκ δεξιῶν καθέδρας τῆς θείας μεγαλοσύνης αὐτοῦ. Ἀδελφοί μου ἀγαπητοί, ἐνατενίζετε ἐν ὅλῃ τῇ προσκαίρῳ ζωῇ ὑμῶν εἰς τὸν Ἰησοῦν Χριστόν, ἵνα καταξιωθῆτε ἰδεῖν τὴν δόξαν τῆς θεότητος αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀμήν.

 

______________________

Σημειώσεις:

  1. Ἑβρ. ιβ΄, 2.
  2. Γεν. λγ΄, 7.
  3. αὐτ.
  4. Ἰώβ. α΄, 22.
  5. Α΄ Βασ. κστ΄, 8, 11.
  6. Μαρκ. η΄, 34.
  7. Ἑβρ. ιβ΄, 1, 2.
  8. Ματθ. ιδ΄, 30.
  9. Ἰωαν. στ΄, 15.
  10. Ματθ. δ΄, 11.
  11. Λουκ. β΄, 51.
  12. Φιλιπ. β΄, 7.
  13. Ἑβρ. β΄, 14, 17.
  14. Ἠσα. 53.
  15. Λουκ. κγ΄, 34.
  16. Ψαλ. ιστ΄, 45.

 

Διαβάστε τον λόγο στο πρωτότυπο από το “Κυριακοδρόμιο εις τας Πράξεις των Αποστόλων”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 112 – Έκδοσις 1840), πατώντας εδώ [1] (14/6/2014) (3.200)

 

Κοινοποίηση:
[2] [3]