- Η ΑΛΛΗ ΟΨΙΣ - https://alopsis.gr -

Κυριακή Αγίων Πάντων: Ομιλία περί αρετής (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(Ματθ. ι’ 32-33, 37-38, ιθ’ 27-30)

***

Ὁμιλία εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον τῆς Α΄ Κυριακῆς

(Ἁγίων Πάντων)

 

Ἀρχιεπίσκοπος Αστραχὰν & Σταυρουπόλεως

Νικηφόρος Θεοτόκης

Πρὸς σκέψιν τῶν μεγάλων τῆς ἀρετῆς ἀνταποδημάτων διεγείρει τὸν νοῦν ἡμῶν τοῦ σημερινοῦ εὐαγγελίου ἡ ψυχοσωτήριος ὑπόθεσις. Διὰ τῶν λόγων τούτων «Ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει» (Ματθ. ιθ΄, 29), ἐφανέρωσεν εἰς ἡμᾶς ὁ Θεάνθρωπος, ὅτι οἱ ἐργάται τῆς ἀρετῆς καὶ εἰς τοῦτον τὸν κόσμον εἰσὶν ἔνδοξοι καὶ εἰς τὸν μέλλοντα αἰῶνα τρισμακάριοι. ὁ ἐνάρετος ἄνθρωπος οὐδόλως ζητεῖ τὰς τιμὰς καὶ περιποιήσεις τοῦ κόσμου, ἀλλ’ ὁ κόσμος τιμᾶ καὶ περιποιεῖται αὐτόν, ὅπου κι ἄν εὑρεθῇ καὶ εἰς ὁποίαν κατάστασιν τύχῃ. Αὐτοῦ εἰς πάντα καιρὸν καὶ εἰς πάντα τόπον, καθὼς ἡ σκιὰ τρέχει ὀπίσω ἡμῶν, ὅταν ἡμεῖς φεύγωμεν.

Φέρουσιν οἱ Ἰσμαηλῖται τὸν Ἰωσὴφ εἰς τὴν Αἴγυπτον. Ἐκεὶ ἀγοράζει αὐτὸν δ’ἀρχιευνοῦχος τοῦ βασιλέως, ὁ Πετεφρῆς. Αὐτός, ὡς ἄνθρωπος πλούσιος καὶ ἀξιωματικός, εἶχε βέβαια καὶ ἄλλους πολλοὺς καὶ ἀξίους δούλους, προετίμησεν ὅμως πάντων τῶν ἄλλων τὸν Ἰωσῆφ, κατέστησεν αὐτὸν κύριον τῆς οἰκίας αὐτοῦ, παρέδωκεν εἰς τὰς χείρας αὐτοῦ πάντα, ὅσα εἶχε. «Καὶ ἐπέτρεψε πάντα, ὅσα ἦν αὐτῷ εἰς χεῖρας Ἰωσήφ» (Γεν. μθ΄, 6). Ὥστε ὁ Ἰωσὴφ  οὐκ ἔστι δοῦλος, ἀλλὰ κύριος τῆς οἰκίας τοῦ Πετεφρῆ καὶ δεσπότης τῶν ἄλλων δούλων. ὁ Πετεφρῆς οὐδεμίαν φροντίδα εἶχε περὶ τῶν ὑπαρχόντων αὐτοῦ, οὐδὲ ἔβλεπεν ἄλλο τι εἰμὴ τὸν ἄρτον, ὅν ἔτρωγε καθ’ ἡμέραν. «Καὶ οὐκ ἤδει τῶν καθ’ αὐτὸν οὐδέν, πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός» (Γεν. μθ΄, 7). Ἀλλὰ πόθεν προετράπη ὁ Πετεφρῆς νὰ τιμήσῃ τόσον ἄνθρωπον ξένον, δοῦλον, ἠγορασμένον, νέον, ἀλλόγλωσσον, ἀλλογενῆ; Πόθεν ἐγνώρισε, λέγει ἡ θεία γραφή, ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ.  «ἤδει δὲ ὁ Κύριος αὐτοῦ, ὅτι Κύριος ἦν μετ’ αὐτοῦ» (Γεν. μθ΄, 8). Ἀλλὰ πῶς ἐγνώρισε τοῦτο; ἔβλεπε τὴν φρόνησιν τῆς ψυχῆς, τὴν σεμνότητα τοῦ λόγου, τὴν κοσμιότητα τοῦ ἤθους, ἔβλεπεν ἑνὶ λόγῳ τὴν ἀρετὴν τοῦ νέου. Διότι ἡ ἀρετὴ ἀστράπτει εἰς τὸ πρόσωπον, ἀκούεται εἰς τὰ λόγια, φαίνεται εἰς τὸ σχῆμα, καταλάμπει εἰς τὰ ἔργα. ἔβλεπεν ὅτι ἦλθεν εὐλογία Κυρίου εἰς πάντα τὰ ὑπάρχοντα αὐτοῦ ἀπ’ ἐκείνης τῆς ἡμέρας, ἀφ’ ἦς ὁ Ἰωσὴφ εἰσέβη εἰς τὸν οἶκον αὐτοῦ. Ἐκ τούτων, λοιπόν, γνωρίσας, ὅτι ὁ Ἰωσὴφ ἦν ἄνθρωπος τοῦ Θεοῦ καὶ ὁ Θεὸς ἦν μετ’ αὐτοῦ, ὑπερετίμησεν αὐτόν.

Ἐπιβάλλει μετὰ ταῦτα ἡ γυνὴ τοῦ Πετεφρῆ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ τὸ κάλλος τοῦ Ἰωσὴφ καὶ πειράζει σφόδρα τὴν σωφροσύνην αὐτοῦ. ἀλλ’ ὁ Ἰωσὴφ νικᾶ τῆς πειραζούσης τὸν πόλεμον καὶ φυλάττει ἀμίαντον τῆς σωφροσύνης τὸν θησαυρόν. Μεταβάλει τὸν ἔρωτα εἰς ἔχθραν καὶ συκοφαντίαν ἡ ἀναιδεστάτη Αἰγυπτία. Ὅθεν τίθεται ὁ Ἰωσὴφ πρὸς καιρὸν εἰς τὴν φυλακήν. ἀλλὰ καὶ εἰς τὴν φυλακήν – καὶ τὶς ἄν μὴ θαυμάσῃ τῆς ἀρετῆς τὴν δύναμιν; – καὶ εἰς τὴν φυλακὴν τιμή, ἐξαίρεσις, περιποίησις. Εὐλαβεῖται αὐτὸν ὀ δεσμοφύλαξ καὶ παραδίδωσιν εἰς τὰς χείρας αὐτοῦ ὅλον τὸ δεσμωτήριον. ὑποτάσσει εἰς τὴν ἐξουσίαν αὐτοῦ πάντας τοὺς δεσμίους καὶ πᾶσαν τὴν ἐκεῖ ἀναγκαίαν οἰκονομίαν καὶ φροντίδα. «Καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ἰωσὴφ καὶ πάντας τοὺς ἀπηγμένους, ὅσοι ἐν τῷ δεσμωτηρίῳ καὶ πάντα, ὅσα ποιοῦσιν ἐκεῖ, αὐτὸς ἦν ποιῶν. Οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκων δι’ αὐτὸν οὐθέν. Πάντα γὰρ ἦν διὰ χειρὸς Ἰωσὴφ διὰ τὸ τὸν Κύριον μετ’ αὐτοῦ εἶναι. Καὶ ὅσα αὐτὸς ἐποίει, ὁ Κύριος εὐώδου ἐν ταῖς χερςὶν αὐτοῦ» (Γεν. μα΄, 22-23). Εἰς τὴν φυλακήν, διὰ τὴν ἀρετὴν αὐτοῦ, φωτισθεὶς ὑπὸ Θεοῦ, ἐξηγεῖ ταὰ ἐνύπνια τοῦ ἀρχισιτοποιοῦ. ὅθεν ἐξαγαγόντες αὐτὸν ἐκ τῆς φυλακῆς, φέρουσιν εἰς τὰς βασιλείους αὐλάς, ἵνα ἐξηγήσῃ καὶ τοῦ Φαραὼ τὸ ἐνύπνιον, ὅπερ καὶ ἐξήγησε. Διὸ ὁ Φαραώ, εἰς ἀντάμειψιν τῆς τοσαύτης εὐεργεσίας, κατέστησεν αὐτὸν ἄρχοντα πάσης γῆς Αἰγύπτου. «Εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ, ἰδοὺ καθιστημί σε σήμερον ἐπὶ πάσῃ γῇ Αἰγύπτου» (Γεν. μα΄, 41)· ὅλη ἡ Αἴγυπτος ὑπὸ τὴν ἐξουσίαν τοῦ Ἰωσήφ, ὅλη ἡ Αἴγυπτος ὑπακούει, προσκυνεῖ καὶ σέβεται αὐτὸν ὡς ἡγεμόνα καὶ ἐξουσιαστὴν καὶ ἄρχοντα. Ἀκούετε τὰ κατορθώματα τῆς ἀρετῆς; τοὺς δούλους καθιστᾷ δεσπότας, τοὺς πτωχοὺς πλουσίους, τοὺς ἀργυρωνήτους ἄρχοντας, τοὺς δεσμίους ἐνδόξους καὶ ὑπερτίμους ἡγεμόνας. Αὐτὴ ἐστὶ τῆς ἀρετῆς ἡ ἀνταπόδοσις.

Πολλοὶ στοχάζονται, ὅτι τὰ βραβεῖα τῶν ἐναρέτων ἀνθρώπων εἰσὶ μόνον οὐράνια καὶ ὅτι οἱ ἐνάρετοι τιμῶνται καὶ δοξάζονται μόνον εἰς τὸν οὐρανὸν καὶ εἰς τὴν μέλλουσαν ζωήν. Πλανῶνται ὅμως. Διότι ὁ Θεός, ὁ ἐξουσιαστὴς καὶ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὑπεσχέθη καὶ τὰς ἐπιγείους καὶ τὰς ἐπουρανίους ἀμοιβάς, εἰπών, «Ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει» (Ματθ. ιθ΄, 29). Τοῦτο δὲ ἐμφαντικώτερα ἐξέφρασεν ὁ εὐαγγελιστὴς Μάρκος εἰπών : «ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον» (Μαρκ. ι΄, 30). Ἡμεῖς δὲ βλέπομεν τοῦ Κυρίου τὸν λόγον πεπληρωμένον οὐχὶ μόνον εἰς τοὺς παλαιοὺς ἁγίους, ἀλλὰ καὶ εἰς τοὺς σημερινοὺς φίλους τῆς ἀρετῆς. πόσην τιμὴν καὶ δόξαν ἔχουσιν οἱ ἐν ἀρεταῖς διαπρέψαντες εἰς τὸν κόσμον τοῦτον, φανερὸν ἐστὶ καὶ πασίδηλον. ἔχουσι μνημόσυνα ἐνιαύσια, δοξολογίας καθημερινάς, ναοὺς περικαλεστάτους, ἑορτὰς καὶ πανηγύρεις εἰς τιμὴν τοῦ ὀνόματος αὐτῶν. ἡγεμόνες, ἄρχοντες, βασιλεῖς, ἄμετρα πλήθη εὐσεβῶν Χριστιανῶν σέβονται αὐτούς, προσκυνοῦσι τὰ λείψανα αὐτῶν καὶ τὰς εἰκόνας αὐτῶν μετ’ εὐλαβείας τιμῶσι. Ταύτην δὲ τὴν τιμὴν οὐχὶ μόνον μετὰ θάνατον, ἀλλὰ καὶ ἔτι ζῶντες ἀπελάμβανον οἱ ἅγιοι. Τόσην εὐλάβειαν εἶχον οἱ πιστοὶ εἰς τὸν Πέτρον, ὥστε ἐπὶ κλινῶν καὶ κραββάτων ἔφερον τοὺς ἀσθενεῖς αὐτῶν εἰς τοὺς δρόμους, ἵνα ἡ σκιὰ αὐτοῦ ἐγγίξῃ τὸ σῶμα αὐτῶν. «Ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα, ἐρχομένου Πέτρου, κἄν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν» (Πραξ. ε΄, 15). Τόσον σέβας προσέφερον εἰς τὸν Παῦλον, ὥστε καὶ ταὰ μανδήλια καὶ περιζώματα αὐτοῦ μετὰ πολλῆς εὐλαβείας ἐλάμβανον καὶ δι’ αὐτῶν ἐθεράπευον ταὰς τῶν ἀσθενῶν ἀρρωστίας. «Ὥστε ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἤ σιμικίνθια καὶ ἀπαλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τὰ τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ’ αὐτῶν» (Πραξ. ιθ΄, 12). Ἐσημειώσατε δὲ ἆρά γε καὶ τὸ ῥηθὲν ὑπὸ τοῦ Ἀποστόλου Παύλου, ἤγουν τὸ «Ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες» (β΄Κορ. στ΄, 10); Τοῦτο δηλοῖ, ὅτι οἱ ἅγιοι τὰ πάντα ἐγκατέλειπον διὰ τὴν Ἀγάπην τοῦ Χριστοῦ, πένητες ἦσαν, μηδὲ ὀβολὸν ἔχοντες. «Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι» (Πραξ. γ΄, 6), ἔλεγεν ὁ Πέτρος πρὸς τὸν χωλόν, τὸν ζητοῦντα παρ’ αὐτοῦ ἐλεημοσύνην. ὑπέρπλουτοι ὅμως ἦσαν, ἐξουσιάζοντες πάντων τῶν εὐσεβῶν τὰ ὑπάρχοντα. Διότι οἱ πιστοί, βλέποντες τὸν ζῆλον, τὴν ἁπλότητα, τὴν ἀγάπην, τὴν καθαρότητα τοῦ βίου αὐτῶν καὶ τὰ ὑπερθαύμαστα αὐτῶν κατορθώματα, τόσην εὐλάβεια εἶχον πρὸς αὐτοὺς καὶ ἀγάπην, ὥστε ἐπροθυμοποιοῦντο, ἵνα χαρίσωσιν εἰς αὐτοὺς οὐ μόνον τὰ ὑπάρχοντα αὐτῶν, ἀλλ’ ἐὰν ἦν δυνατὸν καὶ τοὺς ἴδιους αὐτῶν ὀφθαλμούς. «Μαρτυρῶ γὰρ ὑμῖν», λέγει ὁ θεσπέσιος Παῦλος περὶ τῶν Γαλατῶν, «ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἄν, ἐδώκατέ μοι» (Γαλ. γ΄, 15). Καὶ μὴ νομίσητε, ὅτι οἱ ἀπόστολοι τοῦ Χριστοῦ μόνοι τοιαύτας ἀμοιβὰς ἔλαβον παρὰ τῶν ἀνθρώπων. Διότι καὶ οἱ μετ’ αὐτοὺς κατὰ διαφόρους καιροὺς φιλάρετοι ἄνθρωποι ἅπαντες ἐτιμήθησαν καὶ ὑπεραγαπήθησαν ὑπὸ τῶν Ὀρθοδόξων βασιλέων καὶ ἡγεμόνων καὶ ὑπὸ πάντων τῶν εὐσεβῶν Χριστιανῶν. κἄν δὲ τινες ἐξ αὐτῶν περιέπεσον εἰς διαφόρους πειρασμοὺς καὶ καταδρομάς, ὅμως ὕστερον ηὔξησε διὰ τούτων ἡ τιμὴ καὶ ἡ δόξα αὐτῶν.

Τὴν αὐτὴν τιμὴν καὶ περιποίησιν βλέπομεν ἄχρι τῆς σήμερον εἰς πάντας τοὺς ἐργάτας τῆς ἀρετῆς. Ὅστις τὴν σήμερον ἐμποδίζει τὴν γλῶσσαν ἀπὸ παντὸς ψεύδους καὶ ἔχει πάντοτε εἰς τὸ στόμα τὴν ἀλήθειαν, ὅστις εἶναι φίλος τῆς δικαιοσύνης καὶ ἐχθρὸς τῆς ἀδικίας, τῆς ταπεινοφροσύνης ἐραστὴς καὶ τῆς ὑπερηφανείας ἀντίπαλος, φρόνιμος τὸν νοῦν, σώφρων τὸ ἦθος, εὐεργετικὸς τὴν γνώμην, φιλόστοργος τὸν τρόπον, τοῦ τοιούτου ἀνθρώπου ὁ λόγος ἐστὶ νόμος καὶ ἡ ὑπόσχεσις πάσης συγγραφῆς ἰσχυροτέρα. ἡ συναναστροφὴ αὐτοῦ ἐστὶ τιμή, ἡ συμβουλὴ φῶς, ἡ συνομιλία διόρθωσις, ἡ παρουσία ὠφέλεια, τὸ παράδειγμα ζωῆς κανὼν καὶ τύπος. Εἴπατέ μοι τὶς τὸν τοιοῦτον ἄνθρωπον οὐ τιμᾶ; τὶς οὐ περιποιεῖται; Τὶς οὺ προσφέρει αὐτῷ βαθύτατον σέβας; Καὶ τὸν ἐχθρὸν νικᾶ τῆς ἀρετῆς ἡ δύναμις καὶ κινεῖ τὸν νοῦν αὐτοῦ θάμβος καὶ ἔκπληξιν. «Ἀρετὴν ἀνδρὸς οἶδε θαυμάζειν καὶ πολέμιος»[1].

Οὐ μόνον δὲ ἡ δόξα καὶ ἡ τιμὴ ἐστὶν ἡ ἀμοιβὴ τοῦ ἐναρέτου, ἀλλὰ καὶ ἄλλο ἀγαθὸν μεῖζον, ἡ εἰρήνη. «Δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν» (Ρωμ. β΄, 10). Πολλοὶ εἰρηνεύουσι ἀκατάπαυστον μετὰ τῆς συνειδήσεως αὐτῶν. ἔξω εἰρήνη, ἔσω πόλεμος. ἔξω εἰρήνη, ἔσω ταραχὴ καὶ θόρυβος. Τῆς συνειδήσεως ὁ ἔλεγχος ἐστὶ μάστιξ, ὑπὸ θεοῦ ὁρισθεῖσα πρὸς τιμωρίαν τοῦ ἁμαρτωλοῦ. «Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ» (Ψλμ. μη΄, 14-15). Ὅθεν ὁ ἁμαρτήσας προφήτης, μὴ φέρων τοὺς τιμωρητικοὺς τῆς συνειδήσεως ἐλέγχους, ἐβόα «Ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ μὲ ἀπελθεῖν» (Ψλμ. μη, 19)! Καὶ ἀληθῶς. ὤ πόσον βασανιστικὸς τῆς συνειδήσεως ὁ ἔλεγχος! Θλιβερὸς ὁ πλοῦτος, ὅταν ἡ συνείδησις ἔνδοθέν σου ἐλέγχῃ ἀδικίαν καὶ ἀρπαγήν. Λυπηρὰ τὰ ἀξιώματα, ὅταν ἔνδον μαστίζῃ σε ἡ συνείδησίς σου, ὡς μὴ ἀναπληροῦντα τοῦ ἀξιώματός σου τὸ χρέος. Πικρὰ ἡ τρυφὴ τοῦ βίου, ὅταν σὲ βασανίζει ἡ συνείδησή σου ὡς ἀσελγῆ καὶ ἄσωτον. ἑνὶ λόγῳ ὁ ἔλεγχος τῆς συνειδήσεως μεταβάλλει εἰς πικρίαν καὶ αὐτὰ τὰ γλυκύτατα τοῦ κόσμου πράγματα. Ἡ ἁμαρτία προξενεῖ τῆς συνειδήσεως τὸν ἔλεγχον καὶ τὴν λυπηρὰν ταραχήν. ὅταν λείψῃ ἡ ἁμαρτία καὶ ἔλθῃ ἡ ἀρετή, αὐτὴ καθησυχάζει τὴν συνείδησιν, καὶ φέρει εἰς τὴν ψυχὴν τοῦ ἐναρέτου τὸ ἐπουράνιον τῆς εἰρήνης δώρημα. Αὐτὸς ποὺ ἔχει τῆς συνειδήσεως τὴν εἰρήνην, εἰρηνεύει μετὰ πάντων τῶν ἄλλων ἐν παντὶ καιρῷ καὶ τόπῳ, κατὰ τὸ «Εἰρηνεύετε ἐν ἀλλήλοις» (Μαρκ. θ, 5). Εἰρηνεύει δὲ καὶ ἐν ἑαυτῷ κατὰ τὸ «Εἰρηνεύετε ἐν ἑαυτοῖς». ἐπειδὴ μένει ἡ συνείδησις αὐτοῦ ἐλευθέρα καὶ ἥσυχος ἀπὸ τῆς ἁμαρτίας τὸν ἔλεγχον. Ἡ τοιαύτη δὲ εἰρήνη ἐστὶν ἐν τῶν μεγάλων τῆς ἀρετῆς βραβείων. ἐπειδὴ αὐτὴ προξενεῖ εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου ἡδονὴν καθαρὰν καὶ χαρὰν ἀδιάκοπον καὶ γλυκύτητα ἀένναον. ἔρχεται εἰς αὐτὸν ἐνίοτε ἡ βροχή, ἤγουν ἡ ὁρμὴ τῆς πονηρᾶς ἐπιθυμίας, ζητοῦσα νὰ ἐξαλείψῃ τῆς εἰρήνης τὸν γλυκασμόν. ἀλλὰ μένει ἀνενέργητος, ἐπειδὴ προβάλλει ἐπὶ τὴν πέτραν τῆς ἀρετῆς αὐτοῦ. ἔρχονται ἐνίοτε οἱ ποταμοί, ἤγουν τοῦ διαβόλου οἱ πειρασμοί, συκοφαντίαι, ἐπιβουλαί, διωγμοί, ζητοῦσι νὰ ἐξαφανίσωσι τῆς εἰρήνης τὴν τρυφήν. ἀλλὰ καὶ ταῦτα μένουσιν ἄπρακτα, ἐπειδὴ αὐτός, ἔχων τὴν συνείδησιν αὐτοῦ καθαράν, τέρπεται ἐπὶ τῇ μαρτυρίᾳ τῆς συνειδήσεως αὐτοῦ, καὶ χαίρει ἐν τοῖς παθήμασιν ὡς πάσχων ὑπὲρ Χριστοῦ. Πνέουσιν ἐνίοτε κατ’ αὐτοῦ τῆς ματαιότητος οἱ ἄνεμοι, ζητοῦντες νὰ ἐκριπίσωσι τὴν εὐφροσύνην τῆς καρδίας αὐτοῦ, ἀλλ’ οὐδὲν δύνανται, ἐπειδὴ ἀντικρούονται καὶ ἐκνευρίζονται ἀπὸ τῆς παντοδυνάμου Χάριτος τοῦ Θεοῦ. νικητής, τροπαιοῦχος, εἰρηνικός, ἐπιλανθάνεται τῶν ὄπισθεν, ἐκτείνεται εἰς τὰ ἔμπροσθεν, ἐλπίζει τῶν μελλόντων τὴν ἀπόλαυσιν. Πάντοτε χαίρει, ἀδιαλείπτως προσεύχεται, ἐν παντὶ εὐχαριστεῖ, πάντα σκύβαλα νομίζει, ἔχει μεθ’ ἑαυτοῦ τὸν Χριστόν, αἰσθάνεται τῆς ἐπουρανίου αὔρας τῆς αἰωνίου μακαριότητος.

Ἡ ἀρετή, ἀδελφοί μου, ἔχει τὴν πρώτην αὐτῆς ἀρχὴν ἀπὸ τοῦ Θεοῦ. Ἡ οὐσία τῆς ὑπερουσίου θεότητος ἐστὶν ἡ πηγή, ἐξ ἧς ἀναβλύζει καὶ ἡ ῥίζα, ἑξ ἧς βλαστάνει ἡ ἀρετή. Ἡ ἀγάπη, ἡ δικαιοσύνη, ἡ χρηστότης, ἡ μακροθυμία, τὸ ἔλεος καὶ πᾶσα ἄλλη ἀρετή, καρποφορήματα εἰσὶ τῆς δημιουργικῆς φύσεως· διὰ τοῦτο ὅταν ὁ ἄνθρωπος ἐργάζηται τῆς ἀρετῆς τὰ κατορθώματα, τότε ἀληθῶς γίνεται εἰκὼν ζῶσα καὶ ὁμοία τῷ Θεῷ, καθὼς ὑπ’ Αὐτοῦ ἐπλάσθη. Ἕχει ὁ ἄνθρωπος τὸ κατ’ εἰκόνα Θεοῦ· ἀυτεξούσιος ὁ Θεός, αὐτεξούσιος καὶ ὁ ἄνθρωπος· προνοητικὸς ὁ Θεός, προνοητικὸς καὶ ὁ ἄνθρωπος· νοῦς καὶ λόγος καὶ πνεῦμα ὁ Θεός, νοῦν καὶ λόγον καὶ πνεῦμα ἔχει καὶ ὁ ἄνθρωπος· κατὰ τοῦτο ὁ ἄνθρωπος ἐστὶν εἰκὼν τοῦ Θεοῦ. Ἐὰν δὲν κατασταθῇ φιλόστοργος, δίκαιος, ἀγαθός, μακρόθυμος, ἐλεήμων, ἐάν, λέγω, κατορθώσῃ τὰς ἀρετάς, τότε ἐστὶν εἰκὼν οὐχὶ νεκρὰ καὶ ἀνομοία, ἀλλὰ ζῶσα καὶ ὁμοία τῷ Θεῷ. Τότε γίνεται ὁ ἄνθρωπος κατὰ Χάριν Θεός· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες» (ψλμ. πα΄, 6).

Ὁ Θεός, ὅστις θέλει διὰ τῆς ἀρετῆς νὰ ἀναβιβάσῃ τὸν ἄνθρωπον εἰς ἐξαίσιον ὕψος δόξης καὶ λαμπρότητος, γνωρίζει ἀκριβέστατα πόσος ἐστὶν ὁ ἀγών, πόσος ὁ κίνδυνος καὶ πόσος ὁ κόπος τῶν ἁγίων διὰ τῆς ἀρετῆς τὴν κατόρθωσιν· ὅθεν πότε μὲν προστάσσει, ἵνα μηδεὶς ἐνοχλήσῃ, μηδὲ πονηρευθῇ κατ’ αὐτῶν· «Μὴ ἄπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε» (ψλμ. ρδ΄, 15). Πότε δὲ περιθαρσύνει αὐτοὺς λέγων, ὅστις ψηλαφᾷ τὴν κόρην τοῦ ὀφθαλμοῦ αὐτοῦ· «Ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ ἁπτόμενος τῆς κόρης τῶν ὀφθαλμῶν αὐτοῦ» (Ζαχ. β΄, 8). ἀλλοτε δὲ λέγει, ὅτι θέλει, ἵνα προσφέρωμεν εἰς αὐτοὺς τὴν εὐλάβειαν καὶ τὴν ὑπακοήν, τὴν ὁποίαν προσφέρομεν εἰς αὐτόν· «Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ» (Λουκ. ι΄, 16)· ἵνα δὲ ἐξ ὁλοκλήρου ἀφέλῃ ἀπὸ τῆς καρδίας αὐτῶν τὸν φόβον τοῦ τοιούτου ἀγῶνος, ὑπόσχεται εἰς αὐτοὺς ἀποστεῖλαι τοὺς ἁγίους ἀγγέλους, ἵνα ἐν παντὶ ἔργῳ διαφυλάττωσιν αὐτοὺς ἀπὸ παντὸς κινδύνου καὶ βαστάζωσιν αὐτοὺς ἐν ταῖς χερςὶν αὐτῶν, ἵνα μὴ τύχῃ καὶ μιανθῶσιν ὑπὸ τοῦ ῥύπου τῆς ἁμαρτίας· «Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὀδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου» (ψλμ. ϟ, 11-12). Μὴ διστάζητε, λέγει, διότι πᾶσαι αἱ ἀγγελικαὶ δυνάμεις ἀποστέλλονται παρ’ ἐμοῦ εἰς ὑπηρεσίαν καὶ βοήθειαν ὑμῶν τῶν κληρονόμων τῆς αἰωνίου μακαριότητος· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν» (Ἑβρ. α΄, 14); Τοῦτο ἐστὶν ἄλλη ἀμοιβὴ τῶν ἐναρέτων· εἰς αὐτοὺς οἱ μὲν ἄνθρωποι προσφέρουσι τὴν εὐλάβειαν καὶ τὴν ὑπακοὴν τὴν εἰς τὸν Θεὸν ὀφειλομένην, οἱ δὲ ἄγγελοι τὴν ὑπηρεσίαν καὶ τὴν περιοποίησιν. Τὶ τούτου περισσότερον;

Ὁ Θεὸς δίδωσιν εἰς τὰς χείρας αὐτῶν τὴν ἐξουσίαν τῶν στοιχείων, τοῦ οὐρανοῦ, τῆς γῆς, τοῦ θανάτου καὶ πάσης τῆς κτίσεως· βλέπομεν τοῦτο εἰς τὰς θείας γραφάς· ὁ Μωϋσῆς μεταβάλλει τὸ ὕδωρ εἰς αἷμα, τὸν ἀέρα εἰς σκότος, τὸ χῶμα τῆς γῆς εἰς σκνίπας, τὴν ζωὴν τῶν κτηνῶν καὶ τῶν πρωτοτόκων εἰς θάνατον· ὁ Ἰησοῦς τοῦ Ναυῆ ἐμποδίζει τοῦ ἡλιοῦ τὴν κίνησιν· ὁ Ἠλίας κλείει καὶ ἀνοίγει τὸν οὐρανόν· οἱ τρεῖς παῖδες σβεννύουσι τὴν δύναμιν τοῦ πυρός· ὁ Δανιὴλ ἐμφράττει τῶν λεόντων τὰ στόματα· τὸν Παῦλον σέβεται ἡ ἔχιδνα· τὸν Πέτρον ὑπακούουσιν οἱ νεκροί· ἰδοὺ ὁ λόγος τοῦ Παύλου «Δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν» (Ρωμ. β΄, 10). Τὶ περισσότερον; Αὐτὸς ὁ Θεὸς κατοικεῖ εἰς τὰς ψυχὰς τῶν θεοφιλῶν ἀνθρώπων· «Ἐὰν τὶς ἀγαπᾶ με, τὸν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν»· κατοικητήριον τοῦ Θεοῦ γίνεται ὁ ἐργάτης τῆς ἀρετῆς. Τοῦτο ἐστὶν ἡ τιμή, τοῦτο ἡ δόξα, τοῦτο ἡ εἰρήνη, τοὺτο ἡ ἀγαλλίασις τῆς ψυχῆς· ἰδοὺ αἱ ἑκατονταπλάσιοι ἀμοιβαὶ ἐπὶ τῆς γῆς, τὰς ὁποίας ὑπεσχέθη ὁ Κύριος τοῖς ἀγαπῶσιν Αὐτόν. Μετὰ δὲ τὰς ἐπιγείους ἀμοιβὰς βασιλεία ἀθάνατος, μακαριότης ἀτελεύτητος, ζωὴ αἰώνιος· «Ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει» (Ματθ. ιθ΄, 29).

Ἀρετή, λοιπόν, θησαυρὲ ἐπουράνιε, πλοῦτε πανυπέρτιμε, πηγὴ τῆς ἀληθινῆς δόξης καὶ τιμῆς, ῥίζα τῆς πνευματικῆς εἰρήνης καὶ ἀνέσεως, μήτερ πάσης οὐρανίου καὶ ἐπιγείου εὐτυχίας· ἡμεῖς βλέπομεν ἐν σοὶ παράδοξα· σὺ ὑπερτετιμημένη ὑπὲρ πάντα τὰ ἄλλα πράγματα· διότι ποῖος ἄνθρωπος εὑρίσκεται εἰς τὸν κόσμον, ὅστις οὐ τιμᾷ τὴν ἀρετήν; καὶ σύ περιπεφρονημένη περισσότερον πάντων τῶν πραγμάτων· διότι ποῖος τὴν σήμερον φροντίζει διὰ τὴν κτῆσιν τῆς ἀρετῆς; Ἡμεῖς γνωρίζομεν τῆς ἀρετῆς τὴν ὠφέλειαν καὶ ἡμεῖς ἀποστρέφομεν τὸ πρόσωπον ἡμῶν ἀπὸ τῆς ἀρετῆς τὴν ἐργασίαν· καὶ τὶ ἄλλο ἐστὶ τοῦτο εἰμὴ μωρία μεγάλη καὶ παραφροσύνη φανερά;

Ἀδελφοί μου ἀγαπητοί, μεγάλη πλάνη περικρατεῖ τὴν καρδίαν καὶ κατασκοτίζει τὸν νοῦν ἡμῶν. Χριστιανέ, τὶ ζητεῖς ἀπὸ τοῦ κόσμου τούτου; σὺ ζητεῖς πλοῦτον; εἰς τὴν ἀρπαγήν; εἰς τὴν ἀδικίαν; εἰς τὸ ψεῦδος; εἰς τὴν ἀπάτην; εἰς τὰς ἐπιορκίας; Σφάλλεις καὶ ἀπατᾶσαι ἐλεεινῶς· εἰς τὴν ἁμαρτίαν οὐχ εὑρίσκεις πλοῦτον, ἀλλὰ φόβον· οὐχ εὑρίσκεις χρήματα, ἀλλ’ ἀτιμίαν, ταραχήν, κίνδυνον καὶ ταλαιπωρίαν· σήμερον εὑρίσκεις τῆς ἀνομίας τὸν πλοῦτον καὶ αὔριον φεύγει καὶ μένεις γυμνὸς καὶ τετραχηλισμένος. Θέλεις πλοῦτον; μὴ τρέχῃς τῆς ἁμαρτίας τὸν κρημνόν, ἀλλὰ περιπάτει τῆς ἀρετῆς τὸν δρόμον· θέλεις πλοῦτον; ἄπεχε τῆς ἀδικίας καὶ ἐργάζου δικαιοσύνην, φεῦγε τὸ ψεῦδος καὶ λάλει τὴν ἀλήθειαν, φύλαττε τὰς ἁγίας τοῦ Θεοῦ ἐντολάς· αὐτοῦ εὑρίσκεις πλοῦτον μέγαν καὶ ἀσάλευτον· «Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα» (Γαλ. α΄, 4-7). Αὐτοῦ εὗρεν ὁ Ἀβραὰμ τὸ χρυσίον καὶ τὸ ἀργύριον· αὐτοῦ ὁ Ἰακὼβ τὸν πληθυσμὸν τῶν ποιμνίων· αὐτοῦ ὁ Ἰωσὴφ τὸν πλοῦτον τῆς Αἰγύπτου· αὐτοῦ ὁ Ἰὼβ τὰς χιλιάδας τῶν προβάτων, τῶν καμήλων, τῶν βοῶν, τῶν ὄνων. Τὶ ζητεῖς, χριστιανέ, ἀπὸ τοῦ κόσμου τούτου; σὺ ζητεῖς τὴν δόξαν· ἀλλὰ ποῦ στοχάζεσαι, ὅτι αὑτὴ κατοικεῖ; σὺ νομίζεις, ὅτι ἡ δόξα κάθηται εἰς τὰς βασιλευούσας πόλεις, εἰς τὰ παλάτια τῶν ἀρχόντων, εἰς τὰς αὐλὰς τῶν βασιλέων, ὅθεν ἐκεῖ ζητεῖς αὐτήν· ἀλλὰ πλανᾶσαι· διότι ἐκεῖ μίαν μόνην σκιὰν δόξης εὑρίσκεις, περιπλεγμένην ὑπὸ τοῦ φθόνου, καταδιωκομένην ὑπὸ τῶν δοξομανούντων· ὅθεν σήμερον ἴσως γίνεσαι ἔνδοξος καὶ περίβλεπτος, ἀλλ’ αὔριον μεταβάλλονται τὰ περιστατικὰ καὶ σὺ μένεις περιπεφρονημένος καὶ ἄσημος. Τὶ ζητεῖς, ἄνθρωπε, ἐν τῷ κόσμῳ; τρυφὰς ζητεῖς καὶ ἀνάπαυσιν; θέλεις δὲ νὰ εὕρῃς αὐτὰς εἰς τὰς πολυφαγίας καὶ πολυποσίας, εἰς τὴν ἀπόλαυσιν τῶν ἐπιθυμιῶν τῆς σαρκός σου; Ἡ ἁμαρτία οὐκ ἔστιν ἄνεσις, οὐδὲ χαρά, ἀλλὰ στεναγμὸς καὶ θλίψις· τῆς ἁμαρτίας ἡ τρυφὴ ἐστὶ γλυκόπικρος· ἡ γλυκύτης αὐτῆς μεταβάλλεται εἰς πικρότητα· καὶ ἡ μὲν γλυκύτης διαρκεῖ πολλὰ ὀλίγον, ἡ δὲ πικρότης αὐτῆς παρατείνεται πολὺ καιροῦ διάστημα· μετὰ τὴν ἁμαρτίαν εὐθὺς μεταμέλεια, αἰσχύνη, θλίψις, ἔλεγχος τῆς συνειδήσεως βαρύτατος· αἱ ἡδοναὶ τῶν σαρκικῶν ἐπιθυμιῶν φέρουσιν ἀσθένειαν, ἀῤῥωστήματα ἐλεεινά, φθορὰν τοῦ σώματος, πολλάκις δὲ καὶ θάνατον· «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος» (Ρωμ. στ΄, 23). Ἐὰν θέλῃς χαρὰν ἀληθινήν, νίκησον τὰ πάθη σου· διότι τότε χαίρεις περισσότερον τοῦ ἀρχιστρατήγου, ὅστις ἐνίκησε τὴν ἰσχυρὰν τῶν ἐχθρῶν παρεμβολήν. Ἐὰν θέλῃς ἡδονὴν ἀμετάβλητον, ἅπλωσον τὰς χεῖράς σου πρὸς εὐεργεσίαν τοῦ ὀρφανοῦ, τῆς χῆρας, τῶν πτωχῶν, τῶν ἀδικουμένων· τότε αἰσθάνεται ἡ ψυχή σου ἡδονὴν ἀνεκδιήγητον. Παρὰ τῆς ἀρετῆς ζήτει τὴν ἄνεσιν, τὴν τρυφήν, τὴν τιμήν, τὴν δόξαν· γίνου σώφρων, φιλοδίκαιος, εὐσπλαγχνικός, πρᾷος, ταπεινόφρων· ἇρον ἐπάνω εἰς τοὺς ὤμους σου τὸν ἐλαφρότατον ζυγὸν τοῦ Κυρίου σου· τότε εὑρίσκεις τὴν ἡδονὴν τὴν οὐράνιον καὶ τὴν ἀνάπαυσιν τὴν θείαν· «Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Πόσον μωρὸς φαίνεται καὶ ἀσύνετος ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις ζητεῖ τὸ χρυσίον καὶ τὸ ἀργύριον οὐχὶ εἰς τοὺς μεταλλίτας κόλπους τῆς γῆς, ἀλλ’ εἰς τὴν θάλασσαν ἤ εἰς τὰ φρέατα καὶ εἰς τὰς λίμνας! πόσον μωρὸς καὶ ἀσύνετος ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις διψῶν τρέχει οὐχὶ εἰς τὰς πηγὰς καὶ εἰς τὰ φρέατα, ἀλλ’ εἰς τοὺς ἀνύδρους τόπους καὶ εἰς τὰς ἀνίκμους πέτρας! Πολλῷ ἀφρονέστεροι τούτων ἐσμὲν ἡμεῖς· ἡμεῖς θέλομεν δόξαν, πλοῦτον, ἄνεσιν, οὐδόλως δὲ σπουδάζομεν διὰ τὴν ἀρετήν, ἥτις ἐστὶν ἡ πηγὴ πάσης εὐτυχίας, ἀλλὰ τρέχομεν ὀπίσω τῆς ἁμαρτίας, ἥτις ἐστὶν ἡ μήτηρ πάσης συμφορᾶς καὶ δυστυχίας.

Στοχασθῆτε τὴν ἄμετρον φιλανθρωπίαν τοῦ Θεοῦ καὶ τὴν σοφωτάτην Αὐτοῦ πρόνοιαν. Ἡ ἀρετὴ σώζει τὸν ἄνθρωπον· ὁ δὲ Θεός, ὡς φιλανθρωπότατος καὶ πάνσοφος προνοητής, ἵνα ἐφελκύσῃ ἡμᾶς πρὸς τὴν σπουδὴν τῆς ἀρετῆς, συνῆψε καὶ συνήνωσεν αὐτῇ πάντα τοῦ κόσμου τὰ ἀγαθά· ἵνα ἀγαπήσωμεν τὴν ἀρετήν, κατέστησεν αὐτὴν πηγὴν πάσης κοσμικῆς εὐτυχίας. Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου! Ἄνθρωπε, λέγει ὁ Θεός, ζήτει τὴν ἀρετὴν καὶ προστεθήσεταί σοι ἅπαντα τοῦ κόσμου τὰ ἀγαθά· ἄνθρωπε, λέγει ὁ Θεός, θέλεις δόξαν; θέλεις τρυφὴν καὶ εὐτυχίαν; Μίαν μόνην μέριμναν ἔχε καὶ μίαν μόνην σπουδήν, τῆς ἀρετῆς τὴν κατόρθωσιν· αὐτὴ ἔχει ἐν ἑαυτῇ καὶ μεταδίδωσιν εἰς τοὺς φίλους αὐτῆς πάσας τὰς εὐτυχίας· σύ, λέγει, ζήτει τὴν βασιλείαν μου καὶ τὴν ἀρετὴν καὶ ἐγὼ δίδωμί σοι προσθήκην πάντα τὰ άγαθά· «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην Αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν» (Ματθ. 33).

_________________________

[1] Γρηγορίου Ναζιανζηνοῦ, Ἐπιτάφιος εἰς τὸν Μέγαν Βασίλειον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, 48-51.

*

(Επιμέλεια ψηφιοποίησης: Ἀλαμπάνου Στυλιανή – alopsis.gr [1])

*

Δείτε στο πρωτότυπο την ομιλία από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 137 – Έκδοσις 1840), πατώντας εδώ [2] (24 Ιουνίου, 2016)