Κυριακή ΙΕ’ Λουκά (Ζακχαίου): Ομιλία περί ωφελίμου και ανωφελούς μετανοίας (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(Λουκ. ιθ’ 1-10)

– Οὔτε τὸ βᾶρος, οὔτε τὸ πλῆθος τῶν ἁμαρτημάτων, οὔτε ἡ πολυχρόνιος ἐπιμονὴ στὴν ἁμαρτία, νικᾶ τῆς μετανοίας τὴν δύναμη. Εἶναι ὅμως ἡ μετάνοιά μας ἀληθινή; Πῶς θὰ τὸ γνωρίζουμε αὐτό;

– Ποιὰ εἶναι ἔργα τῆς μετανοίας;

– Μετανόησε ὁ Ἰούδας;

– Εἶναι κάθε μετάνοια σωτηριώδης;

***

Ὁμιλία περὶ ὠφελίμου καὶ ἀνωφελοῦς μετανοίας

Ὅταν μὲν στοχάζωμαι ταῦτα τὰ λογια τοῦ Κυρίου Ἰησοῦ καὶ Σωτῆρος μου «ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός» (Λουκ. ιθ΄, 10), μεγάλη ἐλπὶς στάζει εἰς τὴν καρδίαν μου καὶ χαρᾶς πολλῆς πληροῦται ἡ ψυχή μου· ἐπειδή, ἐὰν ὁ υἱὸς τοῦ Θεοῦ διὰ τοῦτο ἦλθεν εἰς τὸν κόσμον, ἵνα ζητήσῃ καὶ σώσῃ τὸ ἀπολωλὸς καὶ ἐμὲ λοιπὸν ζητήσει καὶ σώσει τὸν ἀπολωλότα καὶ ἁμαρτωλόν· Ὅταν δὲ πάλιν συλλογίζωμαι ὅσα ἔπραξεν αὐτὸς ὁ ζητηθεὶς καὶ σωθείς, ἤγουν Ζακχαῖος, τότε φεύγει ἡ ἐλπὶς ἀπὸ τῆς καρδίας μου, καὶ ἄμετρος λύπη ὁμοῦ καὶ φόβος πίπτει εἰς τὴν ψυχήν μου. Θέλω καὶ ἐγώ, καὶ ζητῶ ἰδεῖν τὸν Κύριόν μου τὸν Ἰησοῦν, καθὼς ἐζήτει Αὐτὸν ὁ Ζακχαῖος· «καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν» (Λουκ. ιθ΄, 3). Ἐκεῖνος μὲν ἐζήτει· ἀλλ’ ἐπειδὴ μικρὸς ἦν κατὰ τὸ ἀνάστημα τοῦ σώματος, ὁ περιεστὼς λαὸς ἐμπόδιζε τὴν ὅρασιν· «Καὶ οὐκ ἠδύνατο, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν» (Λουκ. ιθ΄, 3)· ἐγὼ δὲ ζητῶ αὐτόν, ἀλλ’ ἐπειδὴ ψυχρός εἰμι κατὰ τὴν θείαν ἀγάπην, ἐμποδίζει με τὸ πλῆθος τῶν παθῶν μου, καθὼς ἐκεῖνον ὁ ὄχλος τῶν ἀνθρώπων· ἐκεῖνος ὅμως, ἀνδρεῖος καὶ μεγαλόψυχος, ἔσχισε τὸν ὄχλον, προέτρεξεν ἔμπροσθεν τοῦ πλήθους, καὶ ἀναβὰς ὑψηλὰ εἰς τὴν συκομωρέαν, εἶδε τοῦ κόσμου τὸν Σωτῆρα· ἐγώ, ἀσθενὴς καὶ μικρόψυχος, οὐδὲ καταδαμάζω τὰ πάθη μου, οὐδὲ ἐγκαταλείπω αὐτὰ ὀπίσω μου, οὐδὲ σπεύδω ἵνα ἀναβῶ ἐπάνω εἰς τὸ ὄρος τοῦ Θεοῦ, τὸ ὄρος τὸ ὑψηλὸν τῆς ἀρετῆς, «τὸ πῖον, τὸ τετυρωμένον» (Ψλμ. ξζ΄, 17), καὶ ἵνα ἐκεῖθεν θεωρήσω καὶ ἐγὼ τὸν γλυκύτατον Ἰησοῦν, τὸν νυμφίον τῆς ψυχῆς μου. Ἐνατενίζεις καὶ εἰς ἐμέ, πολυεύσπλαγχνε, κἄν κάτω κατάκημαι, καθὼς καὶ εἰς τὸν Ζακχαῖον, τὸν εἰς τὰ ὑψηλὰ ἀναβάντα, διότι θέλεις καὶ τὴν ἐμὴν σωτηρίαν, καθὼς καὶ τὴν ἐκείνου· ἀλλ’ εἰς ἐκεῖνον ἐνατενίσας, εἶδες μετανοίας διάθεσιν καὶ γνώμην ἐπιστροφῆς· ὅταν δὲ εἰς ἐμὲ ἐνατενίζῃς, Κύριέ μου, τὶ ἄλλο βλέπεις εἰμὴ γνώμην ἀμετανόητον καὶ διάθεσιν ἐπιμονῆς εἰς τὰ κακά μου θελήματα; Σὺ αὐτόκλητος ἦλθες εἰς τοῦ Ζακχαίου τὸν οἶκον· ἐγὼ δὲ τολμῶν διὰ τῆς μεταλήψεως τῶν μυστηρίων, προσκαλῶ Σε καὶ ἐμβάζω Σε εἰς τὸν οἶκον τῆς ψυχῆς μου. Σύ, ἐλθὼν εἰς τὸν οἶκον τοῦ Ζακχαίου, εὗρες ἐλεημοσύνην, εὗρες δικαιοσύνην, εὗρες ἀρετῆς λαμπρότητα καὶ τόπον ἄξιον τῆς ὑποδοχῆς Σου· ὅθεν ἔμεινας ἐκεῖ, καὶ ἔδωκας αὐτῷ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ τῆς ψυχῆς αὐτοῦ τὴν σωτηρίαν· ἐρχόμενος δὲ εἰς τὸν οἶκον τῆς ψυχῆς μου οὐδὲν ἄλλο εὑρίσκεις εἰμὴ ἀνελεήμονα καρδίαν, καὶ πολλὰς ἀδικίας, καὶ ἁμαρτίας βόρβορον, σπήλαιον ληστῶν εὑρίσκεις καὶ οὐχὶ κατάλυμα ἄξιον τῆς βασιλείας Σου· ὅθεν, μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι, ἀντὶ νὰ μείνῃς μετ’ ἐμοῦ φεύγεις, καὶ ἀντὶ νὰ ἐξαλείψῃς τὰς ἁμαρτίας μου ὀργίζεσαι καὶ μακρύνεις ἀπ’ ἐμοῦ τοῦ τρισαθλίου.

Χριστιανοί, ἐγὼ πιστεύω καὶ ὁμολογῶ, ὅτι ὁ Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ἦλθεν εἰς τὸν κόσμον ἵνα καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ βλέπω δὲ φανερά, ὅτι εἰς ὅσους μετενόησαν ἠνοίχθη ὁ παράδεισος, καὶ ἐδόθη ἡ σωτηρία· ἀλλ’ ὅταν στοχάζωμαι τὴν μετάνοιαν ἡμῶν, τότε ἀπελπίζομαι. Ναί, ἀληθῶς, μεγάλη ἡ δύναμις τῆς μετανοίας· οὐδὲ τὸ βᾶρος, οὐδὲ τὸ πλῆθος τῶν ἁμαρτημάτων, οὐδὲ ἡ πολυχρόνιος ἐπιμονὴ εἰς τὴν ἁμαρτίαν, οὐδὲ ἄλλη περίστασις οὐδεμία νικᾷ τῆς μετανοίας τὴν δύναμιν· μετενόησας; ἔλαβες τὴν συγχώρησιν· μετενόησας; ἐσώθης. Ταῦτά εἰσιν ἀληθῆ καὶ βέβαια· ἐπειδὴ εἰσιν ἐστηριγμένα ἐπάνω εἰς τὰ λόγια τῶν προφητῶν, ἐπάνω εἰς τὸ κήρυγμα τῶν ἀποστόλων, ἐπάνω εἰς τὰ παραδείγματα τῶν μετανοησάντων, ἐπάνω εἰς τὴν ἀπόφασιν τοῦ Θεοῦ, ὅστις ἐξαπέστειλε τὸν υἱὸν αὐτοῦ οὐχ ἵνα καλέσῃ τοὺς δικαίους, ἀλλὰ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν· «Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν» (Ματθ. θ΄, 13). Περὶ τούτου λοιπὸν οὐδεμίαν ἔχομεν οἱ εἰς Χριστὸν πιστεύοντες ἀμφιβολίαν· ὅλη ἡ ἀμφιβολία πίπτει εἰς τὸ ἐὰν ἡ μετάνοια ἡμῶν ὑπάρχῃ μετάνοια ἀληθινή. Ὅταν ἀναγινώσκω εἰς τὰς ἁγίας γραφὰς τὰ ἔργα τῶν ἀληθῶς μετανοησάντων, καὶ βλέπω τὰ ἔργα τῆς μετανοίας ἡμῶν, φοβοῦμαι, ὅτι ἡμεῖς τὴν σήμερον ἀντὶ νὰ μετανοήσωμεν παίζομεν καὶ πλανῶμεν ἑαυτούς, νομίζοντες μετάνοιαν ἀληθινὴν ἐκεῖνο τὸ ἔργον, τὸ ὁποῖον οὐδὲ κἄν σχῆμα ἔχῃ μετανοίας.

Ἀληθῶς ἄλλο μετάνοια καὶ ἄλλο τῆς μετανοίας τὰ ἔργα· μετάνοια ἀληθινὴ ἔστιν ἡ ἀναγνώρισις τῆς ἁμαρτίας, καὶ ἡ μετὰ κατανύξεως ἐξομολόγησις τῶν ἁμαρτημάτων, καὶ ἡ ἀπόφασις τῆς τελείας ἀποχῆς ἀπὸ τῶν ἁμαρτιῶν· ὅστις τοιουτρόπως μετανοεῖ, ἐκεῖνος λαμβάνει τῶν ἁμαρτιῶν αὐτοῦ τὴν συγχώρησιν· «Καὶ εἶπε Δαβὶδ τῷ Νάθαν, ἡμάρτηκα τῷ Κυρίῳ. Καὶ εἶπε Νάθαν πρὸς Δαβίδ, καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου» (Β΄ Βασιλ. ιβ΄, 13). «Ἡμάρτηκα τῷ Κυρίῳ», ἰδοὺ ἡ ἀναγνώρισις τῆς ἁμαρτίας. «Καὶ εἶπε Δαβὶδ τῷ Νάθαν»· ἰδοὺ ἡ ἐξομολόγησις· βλέπεις δὲ καὶ τὴν ἀπόφασιν τῆς τελείας ἀποχῆς ἀπὸ τῆς ἁμαρτίας εἰς τὰ μετὰ τὴν μετάνοιαν ἔργα τοῦ Δαβίδ. «Καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου»· ἰδοὺ τῆς ἁμαρτίας ἡ συγχώρησις. Ἔργα δὲ τῆς μετανοίας εἰσὶν ἡ τελεία ἀποχὴ καὶ ἀποστροφὴ τῶν προγεγονότων ἁμαρτημάτων, καὶ ἡ νηστεία, καὶ ἡ προσευχή, καὶ τὰ δάκρυα καὶ ἡ κακουχία τοῦ σώματος, καὶ ὅσα ἄλλα ἀπομακρύνουσι τὸν ἄνθρωπον ἀπὸ τῆς ἁμαρτίας, καὶ στηρίζουσιν αὐτὸν εἰς τὴν ἀρετήν· Κἄν δὲ ἄλλο ἡ μετάνοια καὶ ἄλλα τῆς μετανοίας τὰ ἔργα, ὅμως τοσοῦτον συνδεδεμένα καὶ συνηνωμένα εἰσὶν ἀλλήλοις, ὥστε, ὅταν λείπωσι τῆς μετανοίας τὰ ἔργα, ἡ μετάνοια οὐκ ἔστιν ἀληθινὴ καὶ ὠφέλιμος, ἀλλὰ ψευδὴς καὶ ματαία· διὰ τοῦτο δὲ ὁ θεῖος Πρόδρομος τοῦ Σωτῆρος ἐκήρυττεν εἰς τοὺς μετανοοῦντας, λέγων, «Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας» (Ματθ. γ΄, 8).

Ὅταν εἶδεν ὁ Ἰούδας, ὅτι ὁ ὑπ’ αὐτοῦ παραδοθεὶς Ἰησοῦς Χριστὸς κατεκρίθη εἰς θάνατον, τότε μετεμελήθη καὶ μετενόησεν· ἐγνώρισε τὴν ἁμαρτίαν αὐτοῦ, ἐξωμολογήθη παῤῥησίᾳ «Ἥμαρτον», εἶπεν ἔμπροσθεν τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, «ἥμαρτον, παραδοὺς αἷμα ἀθῶον» (Ματθ. κζ΄, 4). Ναί, μετάνοια ἡ μετάνοια τοῦ Ἰοῦδα, ἀλλ’ ἄμοιρος τῶν καρπῶν τῆς μετανοίας· αὐτὴ ἀντὶ ἀρετῆς, ἐκαρποφόρησε κακίαν, ἀντὶ προσευχῆς καὶ δακρύων, ἐκαρποφόρησε θυμὸν καὶ ὀργήν· «Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησεν» (Ματθ. κζ΄, 5)· ἀντὶ ἐλπίδος, ἐκαρποφόρησεν ἀπελπισμόν, καὶ ἀντὶ ἐλέους καὶ συμπαθείας, αὐτοχειρίαν· «Καὶ ἀπελθὼν ἀπήγξατο» (Ματθ. κζ΄, 5). Βλέπετε, λοιπόν, ὅτι οὐχὶ πᾶσα μετάνοιά ἐστι σωτηριώδης· βλέπετε, ὅτι ἡ μετάνοια ἡ γυμνὴ τῶν ἔργων τῶν ἀξίων τῆς μετανοίας βλάβην καὶ οὐχὶ ὠφέλειαν προξενεῖ.

Ἰδοὺ καὶ ἄλλη μετάνοια ὁμοίᾳ τῇ μετανοίᾳ τοῦ Ἰούδα. Ὁ Φαραὼ μετενόησε· τοῦτό ἐστιν ἀληθέστατον· διότι δὶς ἐξεφώνησε τὸ ἥμαρτον, δὶς ἐξωμολογήθη ἔμπροσθεν τοῦ Μωυσέως καὶ Ἀαρών· πρῶτον μέν, ὅταν εἶδε τὸν ἐκ τῆς χαλάζης ἀφανισμόν· «Ἀποστείλας δὲ Φαραώ, λέγει ἡ θεία γραφή, ἐκάλεσε Μωυσῆν καὶ Ἀαρών, καὶ εἶπεν αὐτοῖς· Ἡμάρτηκα τὸ νῦν· ὁ Κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς» (Ἔξοδ. θ΄, 27)· ὑπεσχέθη δὲ καὶ τὴν διόρθωσιν τῆς σκληροκαρδίας αὐτοῦ· «Καὶ ἐξαποστελῶ, εἶπεν, ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν» (Ἔξοδ. θ΄, 28)· μετενόησεν, ἀλλ’ ἔλειψε τὸ πρῶτον τῆς μετανοίας ἔργον, ἤγουν ἡ ἀποχὴ τῆς ἁμαρτίας· διότι μετ’ ὀλίγον ἔπεσε πάλιν εἰς τὸ αὐτὸ ἁμάρτημα τῆς σκληροκαρδίας· «Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἱσραήλ» (Ἔξοδ. θ΄, 35). Δευτέρα δὲ μετάνοια καὶ ἐξομολόγησις, ὅταν εἶδε τὸ ἄμετρον πλῆθος τῆς ἀκρίδος καὶ τὴν ἐξ αὐτῆς φθοράν· «Κατέσπευδε δὲ Φαραὼ καλέσαι Μωυσῆν καὶ Ἀαρών, λέγων, Ἡμάρτηκα ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ εἰς ὑμᾶς· προσδέξασθέ μου τὴν ἁμαρτίαν ἔτι νῦν» (Ἔξοδ. ι΄, 16, 17) . μετενόησεν, ἀλλὰ καὶ αὐτὴ ἡ δευτέρα μετάνοια οὐκ εἶχε τῆς μετανοίας τὰ ἔργα· διότι ὅταν ἔπαυσεν ἡ ἀκρίς, ὁ Φαραὼ πάλιν ὁ αὐτός, πάλιν σκληρός, πάλιν οὐκ ἐξαποστέλλει τοὺς Ἰσραηλίτας· «Καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἰσραήλ» (Ἔξοδ. ι΄, 20). Γνωστὸν δέ ἐστι τὸ τέλος καὶ ὁ καπρὸς τῆς τοιαύτης ψευδομετανοίας· τέλος τοῦ κακῶς μετανοήσαντος Φαραὼ ὁ εἰς τὴν Ἐρυθρὰν θάλασσαν καταποντισμὸς αὐτοῦ σὺν τοῖς ἄρμασι καὶ ἀναβάταις, καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ.

Ἀγαπητοί μου ἀδελφοί, ἐγὼ φοβοῦμαι, ὅτι ἡ μετάνοια ἡμῶν ἐστιν ὁμοία οὐ λέγω τῇ μετανοίᾳ τοῦ Ἰούδα, ἀλλὰ τῇ μετανοίᾳ τοῦ Φαραώ· ὁ Φαραὼ διὰ τὸν φόβον τῶν πληγῶν μετενόει, ἐξωμολογεῖτο, ὑπέσχετο διόρθωσιν καὶ ἀποχὴν τῆς ἁμαρτίας αὐτοῦ· μετ’ ὀλίγον δέ, πάλιν σκληροκάρδιος καὶ ἰσχυρογνώμων, οὐκ ἤθελεν ἀπολύσαι τὸν Ἰσραὴλ ἀπὸ τῆς δουλείας· ἐκεῖνος μὲν διὰ τὴν τῶν χριστιανῶν συνήθειαν, οὖτος δὲ διὰ τοῦ κόσμου τὰ ὅμματα· ὁ ἄλλος, ἐπειδὴ ἀναγκάζεται ὑπὸ τῶν συγγενῶν, μετανοεῖ εἰς τὸν καιρὸν τῆς νηστείας, ἐξομολογεῖται ἐνώπιον τοῦ πνευματικοῦ αὐτοῦ πατρὸς τὰς ἁμαρτίας αὐτοῦ, καὶ ὑπόσχεται ἴσως διὰ μόνων τῶν χειλέων, οὐχὶ δὲ καὶ διὰ τῆς καρδίας, τὴν εἰς τὸ ἐξῆς διόρθωσιν καὶ τὴν ἀποχὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, ἴσως δὲ καὶ ἐγκρατεύεται μίαν ἤ δύο ἡμέρας, ἕως ἄν ἀξιωθῇ τῶν θείων μυστηρίων· ἔπειτα καρπὸς τῆς μετανοίας οὐδείς· οὐδὲ δάκρυα, οὐδὲ κατάνυξις, οὐδὲ νηστεία, οὐδὲ σκληραγωγία, οὐδὲ ἄλλο τι τῶν δυναμένων ἐμποδίσαι αὐτὸν ἀπὸ τῆς προτέρας κακῆς συνηθείας· πάλιν αἱ αὐταὶ κινδυνώδεις συναναστροφαί, ὁ αὐτὸς ἀχάλινος βίος, τὸ προλαβὸν ἀνυπόστολον πολίτευμα, τὰ αὐτὰ ἔργα· ὄθεν οἱ καρποὶ τῆς μετανοίας αὐτοῦ εἰσι τὰ ἐπανακυλήματα εἰς τὴν αὐτὴν ἁμαρτίαν ἤ καὶ εἰς ἄλλας περισσοτέρας καὶ χείρονας. Τοιαύτη ἐστὶν ἡ μετάνοια ἡμῶν· καὶ ταῦτα οὐχ ἅπαξ οὐδὲ δίς, ὡς ὁ Φαραώ, ἀλλὰ πολλάκις, καὶ μυριάκις, καὶ ἕως τέλους τῆς ζωῆς· ἔπειτα ἀναπαυόμεθα, καὶ κοιμώμεθα ἥσυχα, καὶ νομίζομεν, ὅτι διάγομεν τὸν βίον ἡμῶν ἐν μετανοίᾳ καὶ ἐξομολογήσει. Οὐαὶ ἡμῖν! παραφρονοῦμεν οἱ ταλαίπωροι, καὶ παίζομεν τὰ ἄπαικτα, πλανῶντες καὶ βλάπτοντες ἑαυτούς, διότι «Θεὸς οὐ μυκτηρίζεται» (Γαλ. η΄, 7).

Βλέπετε πόση διαφορὰ ἐστι μεταξὺ ταύτης τῆς ψευδομετανοίας καὶ τῆς μετανοίας τῆς ἀληθινῆς καὶ ὠφελίμου. Μία πόρνη διὰ τὸν φόβον τῆς κολάσεως μετανοεῖ· αὐτὴ τρέχει εὐθὺς εἰς τὴν οἰκίαν Σίμωνος τοῦ Φαρισαίου, ὅπου ἦν ὁ Κύριος Ἰησοῦς· ἐκεῖ δὲ ἐνώπιον πάντων πίπτει εἰς τοὺς πόδας Αὐτοῦ, καὶ πλύνει αὐτοὺς διὰ τῶν δακρύων αὐτῆς· ἔπειτα ἀποσπογγίσασα αὐτοὺς διὰ τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς, ἀλείφει αὐτοὺς διὰ τοῦ μύρου· γίνεται δὲ σώφρων ἀντὶ πόρνης καὶ σκεῦος Θεοῦ ἀντὶ δοχείου τῆς ἁμαρτίας. Πράττεις ἆρά γε καὶ σύ, ὅταν μετανοῇς, τῆς πόρνης ταύτης τὰ ἔργα; μετανοεῖς καὶ σὺ διὰ τὸν φόβον τῆς κολάσεως; πίπτεις καὶ σὺ εἰς τοὺς πόδας τοῦ Ἰησοῦ; κατανύγεις τὴν καρδίαν σου; ἐκχέεις δάκρυα, ἵνα πλύνῃς τοὺς ἀχράντους πόδας τοῦ Σωτῆρος; ἀποσπογγίζεις αὐτοὺς διὰ τῆς καθαρότητος τῶν λογισμῶν σου; ἀλείφεις αὐτοὺς διὰ τοῦ μύρου τῆς πρὸς τοὺς πένητας ἐλεημοσύνης σου; γίνεσαι καὶ σὺ σώφρων ἀντὶ ἀσώτου, καὶ Θεοῦ φίλος ἀντὶ διαβόλου δοῦλος; ἐὰν ταῦτα ποιῇς, τότε ἡ μετάνοιά σου ἐστὶν ἀληθινή, τότε ὁ Θεὸς δέχεται τὴν ἐπιστροφήν σου, τότε λέγει καὶ πρὸς σὲ ὁ φιλάνθρωπος ὅσα εἶπε καὶ πρὸς τὴν ἀληθῶς μετανοήσασαν πόρνην· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην» (Λουκ. ζ΄, 48-50).

Ὁ Δαβὶδ μετὰ τὴν μοιχείαν καὶ τὸν φόνον μετενόησεν· αὐτὸς ἐστηλογράφησε τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν αὐτοῦ διὰ τοῦ πεντηκοστοῦ ψαλμοῦ, καὶ τυπώσας τὸ βάρος αὐτῆς ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐμελέτα αὐτὸ διὰ παντός, πάντοτε εἶχεν αὐτὸ ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ· «Ὅτι τὴν ἀνομίαν μου», ἔλεγεν, «ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός» (Ψλμ. ν΄, 4)· ὅθεν ἐκ βάθους καὶ μετὰ πολλοῦ πόνου τῆς καρδίας αὐτοῦ ἐστέναζε, καὶ καθ’ ἑκάστην νύκτα διὰ τῶν δακρύων αὐτοῦ καὶ τὴν κλίνην αὐτοῦ ἔλουε, καὶ τὴν στρωμνὴν αὐτοῦ ἔβρεχεν· «Ἐκοπίασα ἐν τῷ στεναγνῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω» (Ψλμ. στ΄, 6)· τοσοῦτον ἐνήστευεν, ὥστε ἡσθένησαν τὰ γόνατα αὐτοῦ, καὶ ὅλον τὸ σῶμα αὐτοῦ ἠλλοιώθη· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον» (Ψλμ. ρη΄, 23)· τόσοι ἦσαν οἱ στεναγμοὶ αὐτοῦ, καὶ τόσον ἐταλαιπώρει καὶ ἐβασάνιζε τὴν σάρκα, ὥστε κατεξηράνθη τὸ σῶμα, καὶ ἐκόλλησε τὸ δέρμα μετὰ τῶν ὀστέων αὐτοῦ· «Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου» (Ψλμ. 101, 8). Ἀκούετε ποῖοί εἰσιν οἱ καρποὶ τῆς ἀληθινῆς μετανοίας; Οὐαὶ ἡμῖν! ποῖος μοιχός, ποῖος φονεὺς εἰς τὰς ἡμέρας ἡμῶν ἔδειξεν τοιαύτην μετάνοιαν;

Ὁ Παῦλος, καταδιώξας πρότερον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ (Α΄ Κορ. στ΄, 15), μετενόησεν ὕστερον, οὐρανόθεν προσκληθεὶς εἰς μετάνοιαν. Ποῖοι δὲ οἱ καρποὶ τῆς μετανοίας αὐτοῦ; – Καὶ τὶς δύναται διηγηθῆναι τὰς νηστείας, τὰς ἀγρυπνίας, τοὺς κόπους, τοὺς κινδύνους, τοὺς διωγμούς, τοὺς ῥαβδισμούς, τὰ δεσμά, τὴν σαργάνην, τὰ ναυάγια, τοὺς λιθασμούς, τὸν μαρτυρικὸν τέλος πάντων θάνατον τοῦ τρισμακάριου Παύλου; ἡ μετάνοια αὐτοῦ ἐκαρποφόρησεν εἰς τὸν Θεὸν τὴν ἐπιστροφὴν τῶν ἐθνῶν ἀπὸ τῆς εἰδωλολατρείας εἰς τὴν θεογνωσίαν. Οὐαὶ ἡμῖν! ποῖος τὴν σήμερον διώκτης τῶν ἀδελφῶν αὐτοῦ τῶν Χριστιανῶν ἔδειξε τοσούτους καὶ τοιούτους καρποὺς μετανοίας;

Ὁ Πέτρος, τρὶς ἀρνηθεὶς τὸν Ἰησοῦν Χριστὸν μεθ’ ὄρκου, μετενόησεν εὐθύς· καὶ πρῶτον μὲν ἔκλαυσε πικρὰ δάκρυα, ἔπειτα ὅλον τὸν ὑπόλοιπον καιρὸν τῆς ζωῆς αὐτοῦ οὐδὲν ἕτερον ἔπραξεν εἰμὴ ὅτι μετὰ πολλῶν μόχθων, καὶ ἀγώνων, καὶ κινδύνων ἐκήρυττεν εἰς πᾶσαν τὴν οἰκουμένην Θεὸν ἀληθινὸν τὸν Ἰησοῦν Χριστόν, τὸν ὁποῖον εἰς τὴν αὐλὴν τοῦ Καϊάφα ἠρνήσατο· τελευταῖον δὲ ὑπὲρ τῆς ἀγάπης Αὐτοῦ καὶ τὸ ἴδιον αἷμα ἐξέχεε, καὶ τὸν θάνατον χαίρων ὑπέμεινε. Ταῦτα δὲ διηγούμενος, τρέμω, δάκρυα δὲ ἔρχονται εἰς τοὺς ὀφθαλμούς μου, ὅταν στοχάζωμαι ποῖά εἰσι τὰ ἔργα τῆς μετανοίας ἐκείνων τῶν τρισαθλίων ἀνθρώπων, οἵτινες ἤ διὰ φόβον, ἤ διὰ πλοῦτον, ἤ διὰ δόξαν, ἤ δι’ ἄλλα σαρκικὰ θελήματα, καὶ σωματικὴν ἀνάπαυσιν ἀρνοῦνται τὸν Ἰησοῦν Χριστὸν ἤ τὴν Ὀρθοδοξίαν τῆς πίστεως, εἶτα μετανοήσαντες προσέρχονται πάλιν εἰς τὴν Ἐκκλησίαν· ἐὰν συλλογισθῇς τὴν τούτων μετάνοιαν καὶ τὴν τοῦ Πέτρου, οὐδεμίαν εὑρίσκεις ἐλπίδα διὰ τὴν τούτων σωτηρίαν.

Τὰ προειρημένα παραδείγματα καὶ ἄλλα ἀναρίθμητα διδάσκουσιν ἡμᾶς τὸ ὅτι οὐδεμία ἁμαρτία νικᾷ τῆς μετανοίας τὴν δύναμιν. Πορνείας, μοιχείας, φόνους, διωγμούς, ἄρνησιν πίστεως (τὸ βαρύτατον πάντων τῶν ἁμαρτημάτων) καὶ πᾶσαν ἄλλην ἁμαρτίαν ἰατρεύει τῆς μετανοίας τὸ βάλσαμον. Ὁ ἰατρός, ὅταν καλῶς γνωρίζῃ τῆς ἀσθενείας τὸ βότανον, ἔχει μὲν βεβαίαν τὴν ἐλπίδα τῆς ἰατρείας τοῦ ἀσθενοῦς, φοβεῖται δὲ μόνον, μήπως ἤ τὸ βότανον κακῶς κατασκευασθῇ, ἤ δοθῇ εἰς καιρὸν ἀνάρμοστον· διότι, κἄν αὐτὸ ἀναμφιβόλως ὑπάρχῃ τῆς ἀσθενείας ἐκείνης τὸ ἀντιφάρμακον, ἐὰν ὅμως ἤ κακῶς κατασκευασθῇ ἤ μὴ δοθῇ εἰς τὸν ἀρμόδιον καιρόν, τότε ἤ οὐδὲν ὠφελεῖ ἤ ἀντὶ ὠφελείας προξενεῖ βλάβην. Συνάδελφοί μου ἁμαρτωλοί, ἡμεῖς πάνυ καλῶς γνωρίζομεν, ὅτι ἕν καὶ μόνον ἐστὶ τὸ ἀναμφίβολον καὶ βέβαιον θεραπευτικὸν βότανον τῆς ἁμαρτίας, ἡ μετάνοια· αὐτὴν ὤρισεν ὁ φιλανθρωπότατος Θεὸς ἰατρικὸν πάσης ἀσθενείας, παντὸς πάθους, πάσης πληγῆς καὶ μώλωπος τῆς ψυχῆς ἡμῶν. Ἡ μετάνοια ἰατρεύει πάσας τὰς ἁμαρτίας, καὶ ἐξαλείφει καὶ αὐτὰ τὰ ἴχνη τῶν ἀνομιῶν· «Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ» (Ἠσ. α΄, 18)· ἡ μετάνοιά ἐστιν ὁ λιμήν, τὸν ὁποῖον ἡ εὐσπλαγχνία τοῦ Θεοῦ ἠτοίμασεν εἰς πάντας τοὺς χειμαζομένους ὑπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ὅστις πιστεύει εἰς τὸν Ἰησοῦν Χριστόν, ἐκεῖνος οὐδόλως περὶ τούτου ἀμφιβάλλει· δύο ὅμως τινὰ καθ’ ὑπερβολὴν φοβερίζουσιν ἡμᾶς τὴν στέρησιν τῆς εἰσόδου καὶ ἀπολαύσεως τούτου τοῦ θεοκατασκευάστου καὶ σωτηρίου τῆς μετανοίας λιμένος· πρῶτον, μήπως, ὅταν ἡμεῖς ἀναβάλλωμεν τὸν τῆς μετανοίας καιρὸν διὰ τοῦ σήμερον καὶ αὔριον, προφθάσῃ ἐξαίφνης ἡ ὥρα τοῦ θανάτου, εἰς τὴν ὁποίαν τῆς μετανοίας τὸ βάλσαμον μένει ἀργὸν καὶ ἄπρακτον, ἤ ἐπειδὴ οὐδόλως ἔχομεν καιρόν, ἤ ἐπειδὴ ἐκεῖνος ὁ ὀλίγος καιρὸς οὐκ ἔστιν ἀρμόδιος διὰ τὴν μετάνοιαν· Δεύτερον δέ, μήπως συχνὰ μὲν μετανοῶμεν, οὐδέποτε δὲ ὡς πρέπει· μετανοοῦμεν συχνά, ἀλλὰ πότε μὲν ὡς ὁ Κάϊν, πότε δὲ ὡς ὁ Σαούλ, πότε δὲ ὡς ὁ Ἰούδας καὶ ἄλλοτε ὡς ὁ Φαραώ· ὅθεν ἡ τοιαύτη μετάνοια οὐκ ὠφελεῖ, ἀλλὰ βλάπτει.

Πᾶσα ἁμαρτία ἐστὶ κακὸν βάρους ἀπείρου· ἐπειδή ἐστι καταφρόνησις τῶν νόμων τοῦ ἀπείρου Θεοῦ· ἡ μετάνοιά ἐστι τούτου τοῦ ἀπείρου κακοῦ τὸ βέβαιον ἀντιφάρμακον· οὐχὶ ὅμως πᾶσα μετάνοια, ἀλλ’ ἡ μετάνοια ἡ ἀληθινή, ἡ μετάνοια, ἥτις γίνεται καθὼς πρέπει καὶ ὅταν πρέπῃ. Ἐὰν μετανοήσωμεν, ὡς ἡ πόρνη, ὡς ὁ τελώνης, ὡς ὁ Δαβίδ, ὡς ὁ Παῦλος, ὡς ὁ Πέτρος, ὡς ὁ σημερινὸς Ζακχαῖος, ἤγουν μετὰ κατανύξεως καὶ δακρύων, μετὰ τελείας τῶν ἁμαρτημάτων ἀποχῆς, μετὰ τῶν καρπῶν τῆς μετανοίας, τότε ἡ μετάνοια ἡμῶν ἐστιν εὐπρόσδεκτος εἰς τὸν Θεόν, τότε λαμβάνομεν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν σωτηρίαν τὴν αἰώνιον.

Ἀλλ’ ἐγώ, λέγεις, μετανοῶ, ὡς ὁ ληστής· λέγω καὶ ἐγὼ εἰς τὴν ὥραν τοῦ θανάτου μου τὸ «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ Σου» (Λουκ. κγ΄, 42), καὶ κληρονομῶ ὥσπερ ἐκεῖνος, τὸν παράδεισον. Ἐὰν καὶ σὺ κρέμασαι εἰς τὸν σταυρόν, ὥσπερ ὁ λῃστής, καὶ ἑπομένως οὐκ ἔχῃς καιρόν, ἵνα δείξῃς τῆς μετανοίας τοὺς καρπούς, ἤ κἄν, ἐὰν ἔχῃς βεβαιότητα, ὅτι εἰς τὴν ἐσχάτην ὥραν τοῦ θανάτου σου μετανοεῖς, ὡς ὁ λῃστής, καλῶς ἔχει, ἡσύχαζε καὶ ἀναπαύου· ἐὰν δὲ οὐκ οἶδας οὺδὲ εἰς ποῖον καιρὸν προφθάνει σε ὁ θάνατος, οὐδὲ εἰς ποίαν περίστασιν καὶ διάθεσιν εὑρίσκει σε ἡ φοβερὰ ὥρα τοῦ θανάτου σου, πῶς ἡσυχάζεις καὶ κοιμᾶσαι; πῶς παραβάλλεις σεαυτὸν τῷ ληστῇ; διὰ τὶ θεμελιοῖς τὴν ἐλπίδα τῆς σωτηρίας σου ἐπάνω εἰς τὴν σωτηρίαν τοῦ ληστοῦ, ὅταν μόνος βλέπῃς καὶ διακρίνῃς, ὅτι αἱ περιστάσεις σου διαφέρουσιν ἀπὸ τῶν περιστάσεων ἐκείνου, ὅσον διαφέρει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς;

Ἀδελφοί, μὴ πλανώμεθα· ὅστις ἤ μετανοεῖ, ἀλλ’ οὐδὲ τὴν ἁμαρτίαν ἀποστρέφεται, οὐδὲ τῆς μετανοίας τὰ ἔργα ποιεῖ, ἤ διαφόρους προφάσεις προφασιζόμενος, διὰ τοῦ σήμερον καὶ αὔριον ἀναβάλλει τὸν καιρὸν τῆς μετανοίας, ἤ ἀποφασιστικῶς περιμένει τὴν ὥραν τοῦ θανάτου, ἵνα μετανοήσῃ, ἐκεῖνος κακῶς πραγματεύεται τὰ ἀπραγμάτευτα καὶ θεῖα πράγματα, καὶ παίζων τὰ ἄπαικτα, βάλλει εἰς τὸν ἔσχατον κίνδυνον τῆς ψυχῆς αὐτοῦ τὴν σωτηρίαν, διότι, «Θεὸς οὐ μικτηρίζεται· ὅ γὰρ ἐᾶν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει» (Γαλ. στ΄, 7).

***

(Επιμέλεια ψηφιοποίησης: Ἀλαμπάνου Στυλιανή – alopsis.gr)

***

Δείτε στο πρωτότυπο την ομιλία από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 2ος, σελ. 161 – Έκδοσις 1840), πατώντας  εδώ (24/1/2014)

ΣΧΕΤΙΚΑ: Κυριακή ΙΕ’ Λουκά: Λόγος εις τον Ζακχαίον (Αγ. Αμφιλόχιος, Επίσκοπος Ικονίου)

Κυριακή ΙΕ’ Λουκά: Διόρθωση και σωτηρία τού αρχιτελώνη Ζακχαίου (Αγ. Γρηγόριος Παλαμάς)

[Ψήφοι: 0 Βαθμολογία: 0]