Κυριακή Γ’ Ματθαίου: Ομιλία περί φιλαργυρίας (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(Ματθ. στ’ 22-33)

  • Ποιὰ κακὰ προξενεῖ ἡ φιλαργυρία;
  • Πῶς ὁ φιλάργυρος ἀποπλανᾶται ἀπὸ τῆς πίστεως;
  • Μπορεῖ ὁ φιλάργυρος νὰ ἔχει ἀγάπη γιὰ τὸν συνάνθρωπό του καὶ γιὰ τὸν Θεό;
  • Τὸ καλὸ δὲν εἶναι καλό, ἄν δὲν γίνεται μὲ καλὸ σκοπό.
  • Εἶναι εὔκολο νὰ μετανοήσει ἕνας φιλάργυρος;
  • Μὲ ποιὸ τρόπο μποροῦμε νὰ ἀποφύγουμε τὸ πάθος τῆς φιλαργυρίας;

***

Κυριακὴ Γ’ Ματθαίου: Ὀμιλία περὶ φιλαργυρίας

Ἀρχιεπίσκοπος Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρος Θεοτόκης

Ἠκούσατε, ἀγαπητοί μου ἀδελφοί, πόσον φανερὰ ὁ δεσπότης Χριστὸς ἀπέδειξε ματαίαν τὴν πολυμεριμνίαν ἡμῶν καὶ πόσον καθαρὰ ὑπεσχέθη, ὅτι αὐτὸς δώσει ἡμῖν πάντα τὰ πρὸς χρείαν ἡμῶν· ἠκούσατε, ὅτι οὐδεὶς δύναται δουλεύειν τῷ Θεῷ καὶ τῷ μαμωνᾷ· Θεὸς καὶ φιλαργυρία εἰσὶ δύο πράγματα ἐνάντια· ὥστε ὁ δοῦλος τοῦ Θεοῦ οὐκ ἔστι δοῦλος τῆς φιλαργυρίας· ὅστις δὲ γίνεται δοῦλος τῆς φιλαργυρίας, ἐκεῖνος οὐκ ἔστι δοῦλος τοῦ Θεοῦ. Ἡμεῖς, λοιπόν, ἤ οὐδόλως πιστεύομεν εἰς τοῦ Θεοῦ τὰ λόγια ἤ ἐσμὲν ἀνόητοι καὶ παντελῶς ἀναίσθητοι. Ὁ Θεὸς προστάττει, λέγων, ζήτει τὴν βασιλείαν Μου, σὺ δὲ ζητεῖς τῆς γῆς τὰ μέταλλα· ὁ Θεὸς λέγει, φρόντιζε διὰ τὴν κατόρθωσιν τῆς ἀρετῆς, σὺ δὲ νύκτα τε καὶ ἡμέραν φροντίζεις, ἵνα συνάξῃς ἀργύρια· ὁ Θεὸς, ἐὰν δουλεύῃς αὐτῷ, ὑπόσχεταί σοι οὐ μόνον τὰ οὐράνια ἀγαθά, ἀλλὰ καὶ τὰ ἐπίγεια· σὺ δὲ γίνεσαι δοῦλος τῆς φιλαργυρίας καὶ ἐλπίζεις ἀπ’ αὐτῆς πᾶν ἀγαθὸν καὶ πᾶσαν εὐτυχίαν. Περὶ τῆς ὑποθέσεως ταύτης ἀκούσατε πῶς λαλεῖ ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις ἠρπάγη «ἕως τρίτου οὐρανοῦ» (Β΄ Κορ. ιβ΄, 2,4) καὶ ἤκουσεν ἄῤῥητα ῥήματα. «Ῥίζα», λέγει, «πάντων τῶν κακῶν ἐστὶν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναιας πολλαῖς» (Α΄ Τιμ. β΄, 10).  Κατὰ ταύτην οὖν τὴν θείαν διδασκαλίαν, ἡ φιλαργυρία πρῶτον μὲν προξενεῖ πάντα τὰ κακά, δεύτερον δὲ ἀποπλανᾷ καὶ ἀποχωρίζει ἀπὸ τῆς πίστεως καὶ τρίτον διὰ πολλῶν ὀδυνῶν περιπείρει, ἤγουν διαπερᾷ καὶ διορύττει τὴν καρδίαν τοῦ ἀνθρώπου, ὡς ἡ ἡκονημένη μάχαιρα. Ταῦτα δὲ τὰ τρία κακὰ εἰσὶ τόσον μεγάλα, ὥστε φαίνονται ἀπίθανα· ἐὰν ὅμως ἐξετάσωμεν ἀκριβῶς τὰ πράγματα, βλέπομεν, ὅτι καὶ τὰ τρία εἰσὶ βέβαια καὶ ἀναμφίβολα.

Ἐρευνῶ πρῶτον, ποῖαί εἰσιν αἱ ὀδύναι, αἱ τραυματίζουσαι τοῦ φιλαργύρου τὴν καρδίαν. Αὐτὸς θέλει, ἵνα πάντοτε συνάγῃ ἀργύρια καὶ μηδέποτε μηδὲ ὀβολὸν σκορπίζῃ· θέλει, λέγω, νὰ βλέπῃ τὸν μαμμωνᾶν πάντοτε πολυπλασιαζόμενον καὶ μηδέ ποτε ἐλαττούμενον· τοῦτο θέλει, τοῦτο ἐπιθυμεῖ, διὰ τοῦτο φλογίζεται ἡ καρδία αὐτοῦ· τοῦτο δὲ ἐστιν ἀδύνατον διὰ τὰς ἀνάγκας τῆς ζωῆς καὶ τῆς φύσεως· αὐτὸς οὖν βιάζει ἑαυτὸν ἀκαταπαύστως καὶ κακουχεῖται· κατοικεῖ εἰς στενάχωρον οἰκίσκον, περιτυλίσσεται εὐτελέστατα ἐνδύματα, ἐτοιμάζει πτωχικὴν τράπεζαν, μόλις ἔχει ἕνα ἀνεπιτήδειον δοῦλον, οὐδέποτε ἀπολαμβάνει ἐκεῖνο, ὅπερ θέλει ἡ καρδία αὐτοῦ καὶ ἐπιθυμεῖ· ἐπειδὴ δέ, ὅσον καὶ ἄν στενοχωρῆται, ἀνάγκη ὅμως ἐστίν, ἵνα καὶ δι’ αὐτὰ τὰ εὐτελῆ πράγματα δαπανᾶ ἀργύρια, διὰ τοῦτο καὶ ἡ οἰκία ὀχληρὰ καὶ τὸ ἱμάτιον μισητὸν καὶ ὁ δοῦλος ἀφόρητος καὶ αὐτὸς ὁ ἄρτος πικρὸς ἐν τῷ στόματι αὐτοῦ καὶ πᾶν ἄλλο πρᾶγμα ἀγοραστόν, ὅσον καὶ ἄν ᾖ ὀλιγότιμον καὶ εὔωνον, στενοχωρίαν προξενεῖ εἰς τὴν καρδίαν αὐτοῦ καὶ ἀηδίαν καὶ θλίψιν. Ἰδοὺ πῶς οἱ φιλάργυροι περιπείρουσιν ἑαυτοὺς πολλαῖς ὀδύναις.

Αὐτοί, ἵνα συνάξωσι τὸν πλοῦτον, οὐδὲ τὴν ἡμέραν ἡσυχάζουσιν, οὐδὲ τὴν νύκτα ἀναπαύονται· ἀναβαίνουσιν εἰς τὰ ὄρη, καταβαίνουσιν εἰς τοὺς κόλπους τῆς γῆς, διαβαίνουσι ποταμοὺς καὶ θαλάσσας, τρέχουσιν εἰς πάντα τόπον, κακουχοῦνται πᾶσαν ὥραν, ἵνα πολυπλασιώσι τὰ ἀργύρια· ἐπειδὴ δέ, εἰς πᾶσαν τοῦ κόσμου ὑπόθεσιν, οὐ μόνον εὐτυχία ἐστὶ καὶ κέρδος, ἀλλὰ καὶ δυστυχία καὶ ἀπώλεια, διὰ τοῦτο ὁ φιλάργυρος, ὅταν μὲν οὐδὲ κερδίσῃ οὐδὲ πολυπλασιάσῃ τὸν πλοῦτον αὐτοῦ, καθὼς ἐπιθυμεῖ, τότε λύπη καὶ θλιψις κατακεντᾷ τὴν καρδίαν αὐτοῦ· ὅταν δὲ ἀπολέσῃ τὸ ἴδιον ἀργύριον, τότε μάχαιρα δίστομος διέρχεται τὰ σπλάγχνα αὐτοῦ, τότε στεναγμοὶ καὶ ὀλολυγμοὶ καὶ πόνοι καρδίας ὀξύτατοι. Ἰδοὺ αἱ ὀδύναι αἱ περιπείρουσαι τοὺς φιλαργύρους.

Ἡ σφοδρὰ ἐπιθυμία ἐστὶ πῦρ καιόμενον καὶ καταφλογίζον τοῦ ἀνθρώπου τὴν καρδίαν· ἡ ἀπόλαυσις τοῦ ἐπιθυμητοῦ πράγματος ἤ ὁλοτελῶς ἐξαλείφει ἤ ὁπσωσοῦν ἡσυχάζει καὶ μαραίνει τῆς ἐπιθυμίας τὴν φλόγα· καταπραΰνει τῆς μνησικακίας ἡ ζέσις, ὅταν ὁ μνησίκακος ἐκδικηθῇ τὸν ἐχθρὸν αὐτοῦ· γλυκαίνεται ἡ πικρία τοῦ φθονου, ὅταν ὁ φθόνος βλέπῃ δυστυχοῦντα τὸν φθονούμενον· μαραίνεται τῆς ἀσελγείας ἡ πύρωσις, ὅταν ὁ ἀσελγὴς ἐκτελέσῃ τὴν ῥυπαρὰν αὐτοῦ ἐπιθυμίαν· μόνη τῆς φιλαργυρίας ἡ λύσσα ἐστὶν ἀκαταδάμαστος, ἀκόρεστος, ἀμάραντος. Ὁ ὑδρωπικὸς καὶ ὁ φιλάργυρος πάσχουσιν ὁμοιότατον πάθος· ὁ ὑδρωπικὸς ὅσον περισσότερον πίνει, τόσον περισσότερον διψᾷ· ὁ φιλάργυρος ὅσον περισσότερον θησαυρίζει, τόσον περισσότερον ἐπιθυμεῖ. Αὐτὸς δὲ ὁ ἀμάραντος τῆς φιλοχρηματίας πόθος, αὐτὴ ἡ φλογερὰ καὶ ἄσβεστος τοῦ χρυσίου ἐπιθυμία, αὐτὴ ἡ ἀκόρεστος δίψα εὶσὶν αἱ ὀδύναι, αἱ τοὺς φιλαργύρους περιπείρουσαι κατὰ τὸν λόγον τοῦ θεοφόρου ἀποστόλου.

Ἑρεύνησον δέ, ἵνα καταλάβῃς καὶ τὸ πῶς οἱ τῆς φιλαργυρίας ἐρασταὶ ἀποπλανῶνται ἀπὸ τῆς πίστεως· πᾶς πιστὸς ἄνθρωπος πιστεύει, ὅτι μόνος ὁ Θεὸς ἐστὶ παντοδύναμος· ὁ φιλάργυρος πιστεύει, ὅτι καὶ τὰ ἀργύρια εἰσὶ παντοδύναμα· πᾶς πιστὸς ἄνθρωπος πιστεύει, ὅτι μόνος ὁ Θεὸς δύναται νὰ ἐλευθερώσῃ αὐτὸν ἀπὸ πάσης ἀνάγκης καὶ περιστάσεως· ὁ φιλάργυρος πιστεύει, ὅτι διὰ τῶν χρημάτων προφθάνει πάσας τὰς χρείας καὶ ἀπαντᾶ πᾶσαν ἀνάγκην.

Ἰδοὺ οὗν πῶς οἱ ὀρεγόμενοι τῆς φιλαργυρίας ἀποπλανῶνται ἀπὸ τῆς πίστεως. Πόσους δὲ βλέπομεν εἰς τὰς παλαιὰς ἱστορίας ἀθετήσαντας τὴν πίστιν διὰ τὰ ἀργύρια; Φοβερὸν ἐστὶ τὸ μόνον παράδειγμα τοῦ Ἰούδα· αὐτός, ἵνα κερδίσῃ τριάκοντα ἀργύρια, ἠθέτησε τὴν εἰς Χριστὸν πίστιν καὶ παρέδωκε αὐτὸν εἰς θάνατον. Πόσοι ἕως τῆς σήμερον πωλοῦσι τὴν εὐσέβειαν διὰ τὰ ἀργύρια; Πόσοι ἀρνοῦνται τὴν Ὀρθοδοξίαν καὶ στέργουσι τὴν αἵρεσιν, ἵνα μὴ στερηθῶσιν ὀλίγου καὶ εὐτελοῦς κέρδους; Πόσοι διὰ τὸν πλοῦτον ἀρνοῦνται καὶ αὐτὴν τὴν εἰς Χριστὸν πίστιν καὶ κατακρημνίζονται εἰς ἀλλόκοτα καὶ ἀσεβῆ δόγματα; Ἀληθής, λοιπόν, καὶ ἀναμφίβολος τοῦ θεηγόρου Παύλου ὁ λόγος· «Ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως» (Α΄ Τιμ. στ΄, 10).

Ἀλλὰ καὶ «ῥίζα», λέγει ὁ αὐτὸς ἀπόστολος, «πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία». Ῥίζα πάντων τῶν κακῶν; Τοῦτο φαίνεται πολύ· ὅτι μὲν ὁ φιλάργυρος, ἵνα κερδίσῃ χρήματα καὶ κατακρίνει καὶ δολιεύεται καὶ ἀπατᾷ καὶ ψεύδεται καὶ συκοφαντεῖ καὶ ἀρπάζει καὶ ἀδικεῖ καὶ ἐπιβουλεύει καὶ ἐπιορκεῖ καὶ προδίδωσιν εἰς θάνατον καὶ ἄλλα πολλὰ ἁμαρτήματα πράττει, ἀληθὲς ἐστὶ καὶ βέβαιον· ἀυτὰ ὅμως οὐκ εἰσὶ πάντα τὰ κακά· διότι πλὴν τούτων εἰσὶ καὶ ἄλλα πολλὰ ἁμαρτήματα. Πῶς οὗν ἡ φιλαργυρία ἐστὶν ἡ ῥίζα πάντων τῶν κακῶν; ἡ μὲν ἁμαρτία οὐδὲν ἄλλο ἐστὶν εἰμὴ νόμου παράβασις· ὁ δὲ νόμος ὅλος καὶ οἱ προφῆται ἐν τῇ ἀγάπῃ κρέμανται· «Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται» (Ματθ. κβ΄, 40). ὅλου δὲ τοῦ νόμου τὸ πλήρωμα ἐστὶν ἡ ἀγάπη· «Πλήρωμα οὖν νόμου ἡ ἀγάπη» (Ρωμ. ιγ΄, 10)· πάντων, λοιπόν, τῶν καλῶν ῥίζα ἐστὶν ἡ ἀγάπη· διὰ τοῦτο ὁ Θεὸς ἔσπειρεν αὐτὴν εἰς τὰς καρδίας ἡμῶν· «Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν» (Ρωμ. ιγ΄, 10). Ἡ ἀγάπη ἐστὶν ἡ ῥίζα, οἱ δὲ κλάδοι καὶ τὸ ἄνθος καὶ ὁ καρπὸς αὐτῆς εἰσὶν αἱ ἀρεταί· ἐὰν ἐκριζώσῃς ἀπὸ τῆς γῆς τὸ ἥμερον δένδρον ,ἡ γῆ σου οὐδὲν ἄλλο βλαστάνει εἰμὴ ἀκάνθας καὶ τριβόλους· ἐὰν ἐκριζώσῃς ἀπὸ τῆς καρδίας σου τὴν ῥίζαν τῆς ἀγάπης, πάντα τὰ ἔργα σου οὐδὲν ἄλλο εἰσὶν εἰμὴ ἀνομίαι καὶ ἁμαρτίαι.

Ποῖος δὲ ἐστὶν ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις ἐξεῤῥίζωσεν ἐκ τῆς καρδίας αὐτοῦ τὴν θεοφύτευτον ῥίζαν τῆς ἀγάπης; «Ὅς δ’ ἄν ἔχῃ», λέγει ὁ ἐπιστήθιος Ἰωάννης, «τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ»; (Α΄ Ἰωαν. γ΄, 17) Οὗτος, λοιπόν, ὁ ἄνθρωπος οὐδεὶς ἄλλος ἐστὶν εἰμὴ ὁ φιλάργυρος· αὐτὸς ἔχει τὸν βίον τοῦ κόσμου, ἤγουν τὰ χρήματα, τὸ χρυσίον, τὸ ἀργύριον, τὸν πλοῦτον· αὐτὸς βλέπει τὸν ἀδελφὸν αὐτοῦ τὸν πτωχόν τὸν πεινῶντα, τὸν διψῶντα, τὸν γυμνόν, τὸν ξένον, τὸν ἀσθενῆ καὶ κλείει τὰ σπλάγχνα αὐτοῦ καὶ οὐδόλως ἐλεεῖ αὐτούς· βλέπει αὐτὸς ἐνίοτε γυναῖκα χήραν πάμπτωχον, περικυκλωμένην ὑπὸ πολλῶν ἀνηλίκων ὀρφανῶν, κλαιόντων διὰ τὴν πεῖναν καὶ κραυγαζόντων διὰ τὴν γύμνωσιν· βλέπει ὀρφανὴν καὶ ἐγκαταλελειμμένην κόρην, κινδυνεύουσαν διὰ τὴν ἀνάγκην τῆς πτωχείας τῆς σωφροσύνης τὸν κίνδυνον· βλέπει Χριστιανὸν ἄνθρωπον, βασανιζόμενον ἐν τῇ φυλακῇ καὶ ἐν τοῖς δεσμοῖς διὰ τὰς ἐπακολουθούσας τῇ ζωῇ δυστυχίας καὶ κινδυνεύοντα σὺν γυναικὶ καὶ τέκνοις τῆς πίστεως τὸν κίνδυνον· ἔχει δὲ τὸν βίον τοῦ κόσμου καὶ δύναται νὰ θεραπεύσῃ ταῦτα τὰ ἐλεεινὰ πάθη καὶ νὰ σώσῃ ψυχὰς ἐκ θανάτου, ἀλλὰ κλείει τὰ ἀνελεήμονα αὐτοῦ σπλάγχνα καὶ γίνεται τυφλὸς καὶ κωφὸς καὶ παράλυτος. Τίς, λοιπόν, ἀμφιβάλλει, ὅτι ὁ φιλάργυρος ἐξεῤῥίζωσεν ἀπὸ τῆς καρδίας τὴν ἀγάπην, ἤγουν τὴν ῥίζαν πάσης ἀγαθοεργίας;

Καὶ μὴ στοχασθῆτε, ὅτι αὐτὸς τὸν μὲν ἀδελφὸν αὐτοῦ οὐκ ἀγαπᾷ, ἀγαπᾷ δὲ τὸν Θεόν, διότι τοῦτο ἐστὶν ἀδύνατον· «Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὅν ἑώρακε, τὸν Θεόν, ὅν οὐχ ἑώρακε, πὼς δύναται ἀγαπᾷν» (Α΄ Ἰωαν. δ΄, 20); Γυμνὴ ἐστὶν ἡ καρδία ἀυτοῦ τῆς ἀγάπης τοῦ Θεοῦ, καθὼς γυμνὴ ἐστὶ καὶ τῆς ἀγάπης τοῦ πλησίον. Ὁ Θεὸς ἐνομοθέτησε πόσον πρέπει νὰ ἀγαπῶμεν Αὐτόν· «Ἀγαπήσεις» λέγει, «Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου» (Μαρκ. ιβ΄, 30)· ὅθεν οὐ μόνον ὅλην, ἀλλ’ οὐδὲ κἄν μέρος τῆς ἀγάπης αὐτοῦ δύναται νὰ ἀφιερώσῃ εἰς τὸν Θεόν. Ἐπειδὴ οὖν λείπει ἀπὸ τῆς καρδίας αὐτοῦ ἡ ῥίζα πάντων τῶν καλῶν ἔργων, διὰ τοῦτο πάντα τὰ ἔργα αὐτοῦ πονηρὰ εἰσὶ καὶ διεστραμμένα· κἄν δὲ βλέπῃς αὐτὸν ἀπέχοντα ἀπὸ τινων ἁμαρτημάτων, μὴ νομίσῃς ὅτι ἀπέχει ἀπ’ αὐτῶν δι’ ἀγάπην Θεοῦ ἤ δι’ ἀγάπην τοῦ πλησίον· τοιαύτην ἀγάπην αὐτὸς οὖκ ἔχει· ἀπέχει δὲ τούτων δι’ ἀγάπην τοῦ χρυσίου· φοβεῖται αὐτὸς μήπως, πράξας τὸ κακόν, ἐμπέσῃ εἰς κρισολογίας καὶ δαπανήσῃ ἤ τὸ ὅλον ἤ μέρος τοῦ πλούτου αὐτοῦ. Ὅθεν οὐδὲ ἡ τοιαύτη ἀποχὴ τοῦ κακοῦ διὰ τὸν κακὸν αὐτοῦ σκοπὸν λογίζεται ἀρετή· ἐπειδὴ τὸ καλὸν οὐκ ἔστι καλόν, ὅταν οὐ καλῶς, ἤγουν ὅταν οὐ μετὰ καλοῦ σκοποῦ, γίνηται.

Διὰ ἕνα δὲ τοιοῦτον ἄνθρωπον, γυμνὸν τῆς τοῦ Θεοῦ καὶ τῆς τοῦ πλησίον ἀγάπης, γυμνὸν πάσης ἀρετῆς καὶ ἐργάτην πάντων τῶν κακῶν, ποία ἐλπὶς σωτηρίας; ἤ διόρθωσις καὶ ἡ μετάνοια αὐτὴ μόνη ἐστὶ πάντων τῶν ἁμαρτωλῶν ἡ ἐλπίς. Ἀλλ’ ἔχομεν ἆρά γε παράδειγμα μετανοίας καὶ διορθώσεως ἀνθρώπου φιλαργύρου; ἐσωφρόνησαν πόρναι, ἐδικαιώθησαν τελῶναι, διωρθώθησαν λῃσταί, ἐπέστρεψαν ἀσεβεῖς, μετενόησαν διῶκται, φιλάργυρος ὅμως οὐδέποτε ἐφάνη οὐδὲ διωρθωμένος, οὐδὲ μετανοημένος. Ἕν παράδειγμα ἔχομεν τὸ ὁποῖον ὅστις συλλογισθῇ, φρίττει καὶ ἀπελπίζεται· ὁ Ἰούδας ὁ φιλάργυρος μετενόησε· «Μεταμεληθείς», λέγει ὁ εὐαγγελιστὴς Ματθαῖος, «ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεύσι καὶ τοῖς πρεσβυτέροις» (Ματθ. κζ΄, 3)· μετενόησεν, ἐξωμολογήθη, ἔῤῥιψε τὰ ἀργύρια, ἐβόησε τὸ ἥμαρτον· «Ἥμαρτον», εἶπε, «παραδοὺς αἷμα ἀθῶον· καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησεν» (Ματθ. κζ΄, 3)· ἀλλὰ ποῖος ὁ καρπὸς τῆς ψευδομετανοίας αὐτοῦ; «Καὶ ἀπελθῶν», λέγει ὁ αὐτὸς ἐυαγγελιστής, «ἀπήγξατο». Ὤ συμφορὰ ἀνείκαστος, ὤ δυστυχία ἀπαρηγόρητος, ὤ κακὸν πάντων τῶν ἐν κόσμῳ κακῶν ὑπέρτερον! Οὐδὲ ἡ μετάνοια ἡ θεραπεύουσα πᾶσαν ἁμαρτίαν ὠφελεῖ τὸν φιλάργυρον· ἡ μετάνοια παντὸς ἁμαρτωλοῦ, ἐπειδὴ ἐστὶ μετάνοια ἀληθινή, φέρει εἰς αὐτὸν τὴν ἰατρείαν καὶ τὴν ἐξάλειψιν τῶν ἁμαρτιῶν αὐτοῦ· ἡ μετάνοια τοῦ φιλαργύρου, ἐπειδὴ οὐκ ἔστι μετάνοια τῆς ψυχῆς, ἀλλὰ θυμὸς σωματικός, φέρει εἰς αὐτὸν ἀγχόνην καὶ ἀπελπισμόν.

Βλέπε δὲ φιλανθρωπίαν Θεοῦ· γνωρίζει αὐτὸς πόση ἐστὶν ἡ δύναμις τοῦ πάθους τῆς φιλαργυρίας καὶ πόσην βλάβην προξενεῖ αὐτὴ εἰς τὸν ἄνθρωπον· γνωρίζει, ὅτι ἡ φιλαργυρία ἐστὶν ἀσθένεια ἀθεράπευτος· διὰ τοῦτο παρέδωκεν ἡμῖν τὸ  κατ’ αὐτῆς προφυλακτικὸν βότανον· βότανον ἰσχυρόν, ἐνεργητικόν, ἅγιον· βότανον, τὸ ὁποῖον ὅστις μετέρχεται, μένει ἀβλαβὴς καὶ ἀνεπηρέαστος ἀπὸ τῆς καταδυναστείας καὶ τοῦ ὀλέθρου τῆς φυλαργυρίας· «Μὴ μεριμνᾶτε» εἶπε «τῇ ψυχῇ ὑμῶν» (Ματθ. στ΄, 25). Ἵνα δὲ μηδεὶς οὐδὲ μικρὰν πρόφασιν ἔχῃ νὰ περιπλέκῃ ἑαυτὸν εἰς τὰς σωματικὰς μερίμνας καὶ νὰ ἀφιεροῖ πάσας τὰς φροντίδας αὐτοῦ διὰ τὸν θησαυρισμὸν τοῦ πλούτου, ἔτι περισσότερον φιλανθρωπευσάμενος, ὑπεσχέθη καὶ εἶπε, «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ» · ἀφιερώσατε πᾶσαν τὴν μέριμναν ὑμῶν διὰ τὴν κατόρθωσιν τῆς ἀρετῆς, ὁ δὲ Θεός δώσει ὡς προσθήκην πάντα τὰ πρὸς τὴν χρείαν ὑμῶν· «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν» (Ματθ. στ΄, 33).

Ἄθλιοι, λοιπόν, φιλάργυροι καὶ ἀνόητοι, ὑμεῖς σπουδάζετε διὰ τὸ χρυσίον, ἵνα δουλεύῃ, ὡς λέγετε, εἰς τὰς χρείας ὑμῶν· καὶ ἡ μὲν χρεία καθ’ ἑκάστην ὥραν ἔρχεται, ὑμεῖς δέ, δουλεύοντες αὐτῷ, οὐδὲ ἐγγίξαι αὐτὸ τολμᾶτε· ὑμεῖς μετὰ τοσαύτης σπουδῆς συνάγετε τὰ ἀργύρια, ἵνα ἔχητε ἀνάπαυσιν, αὐτὰ δὲ περιπείρουσιν ὑμᾶς πολλαῖς βασάνοις· αὐτὸ τὸ ἀργύριον, τὸ ὁποῖον ὑμεῖς προσκυνεῖτε καὶ νομίζετε φύλακα ὑμῶν καὶ προστάτην καὶ πάσης ἀνάγκης λυτρωτήν, αὐτὸ προξενεῖ εἰς ὑμᾶς πειρασμοὺς καὶ παγίδας καὶ γεννᾷ πολλὰς ἀλόγους καὶ βλαβερὰς ἐπιθυμίας, αἵτινες καταποντίζουσιν ὑμᾶς εἰς τὸν βυθὸν τοῦ ἀφανισμοῦ  καὶ τῆς ἀπωλείας· «Οἱ δὲ βουλόμενοι πλουτεῖν», λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, διὰ στόματος τοῦ Παύλου, «ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν» (Α΄ Τιμ. στ΄, 9). Ποῖος δὲ ἐστιν οὗτος ὁ ὄλεθρος; Καὶ ποῖος ἄλλος εἰμὴ ἡ ἀπολάνησις ἀπὸ τῆς πίστεως; ὁ φιλάργυρος ἐστὶν ὀλιγόπιστος, ἵνα μὴ εἴπω ἄπιστος· καθότι οὐ πιστεύει εἰς τὸν Θεόν, ὅστις ὑπόσχεται εἰς αὐτὸν πάντα τὰ πρὸς τὴν χρείαν· «Καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν» (Ματθ. στ΄, 33). Ποία δὲ ἐστιν ἡ ἀπώλεια; Καὶ ποία ἄλλη εἰμὴ ἡ ἀμετανοησία καὶ ὁ ἀπελπισμός;

Ἀλλ’ ἐγὼ μετανοῶ, λέγεις, εἰς τὴν ὥραν τοῦ θανάτου μου· ἀλλὰ γινώσκεις ἆράγε τὴν ὥραν τοῦ θανάτου σου; ἔστω·  προγνωρίζεις, ὅτι αὔριον ἀποθνήσκεις· ἀλλὰ δύνασαι τότε νὰ λύσῃς τὴν ἀγάπην σου ἀπὸ τοῦ πολυχρονίου δεσμοῦ τῆς δεσποίνης σου τῆς φιλαργυρίας καὶ νὰ μεταφέρῃς αὐτὴν ὅλην εἰς τὸν Θεόν; Δύνασαι ἆράγε τότε νὰ ἀγαπήσῃς τὸν Θεὸν ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ διανοίας καὶ ἰσχύος; Καὶ τὶς πείθεται, ὅτι εἰς μίαν ὥραν ἤ εἰς ὀλίγας καιροῦ στιγμὰς δύνασαι νὰ μεταβάλῃς τὴν τοσοῦτον πολυχρόνιον ἔξιν, ἥτις ἐγένετο σχεδὸν φύσις; ἐγὼ φοβοῦμαι, ὅτι διὰ τῆς φιλαργυρίας τὸ πᾶθος οὐκ ἔστι μάλαγμα, οὐδὲ ἔλαιον, οὐδὲ κατάδεσμος· προφυλακτικὰ εἰσὶ μόνον κατ’ αὐτῆς κραταιὰ καὶ ἰσχυρὰ σφόδρα. Ποῖα δὲ ταῦτα; Καὶ ποῖα ἄλλα εἰμὴ ἐκεῖνα, τὰ ὁποῖα παρέδωκεν ἡμῖν ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν; ἰδοὺ τὰ κατὰ τῆς φιλαργυρίας προφυλακτικὰ βότανα, «Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν» καὶ τὰ λοιπὰ λόγια, ὅσα εἰς τὸ σημερινὸν εὐαγγέλιον ἠκούσαμεν. «Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα» (Ψλμ. ιδ΄, 7).

***

(Επιμέλεια ψηφιοποίησης: Ἀλαμπάνου Στυλιανή – alopsis.gr)

*

Δείτε στο πρωτότυπο την ομιλία από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 165 – Έκδοσις 1840), πατώντας εδώ (8/7/2016)

[Ψήφοι: 4 Βαθμολογία: 3.3]